1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

4

ἀλλὰ ἀκάκως καὶ ἀπαρασκευάστως ἐκτιθέμενον ἅ τε ἤκουσεν καὶ ἑώρακεν τὸν τοῦ θεοῦ φανέντα υἱὸν πεποιηκέναι τε καὶ εἰρηκέναι· πολλοὺς δὲ μάρτυρας τῶν ὑπ' αὐτοῦ λεγομένων θαυμασίων τε καὶ λόγων καὶ ἐξ αὐτοῦ τοῦ παρεστῶτος ὄχλου παρεῖχεν. ἐπειδὴ δὲ πρὸς τὰ ἀπανούρ- γως λεγόμενα ἡδέως οἱ ὄχλοι διετίθεντο, οἱ ἐκ παιδείας κοσμικῆς ὁρμώ μενοι φιλόσοφοι γελᾶν αὐτὸν καὶ χλευάζειν ἐπεβάλλοντο, σκώπτοντες καὶ διασύροντες θράσει ἀμέτρῳ, ὡς μεγάλοις ὅπλοις κεχρημένοι τοῖς συλλογισμοῖς. ὁ δὲ ἀπωθούμενος αὐτῶν τὸν λῆρον οὐ συνέτρεχεν αὐτῶν τῇ πανούργῳ πεύσει, ἀλλὰ ἀκαταπλήκτως ὧν ἔλεγεν οὐκ ἀφίστατο. καί ποτέ τις αὐτοῦ ἐπύθετο διὰ τί κώνωψ ἐγένετο καὶ βραχύτατον ὄν, ἓξ πόδας ἔχον ἔχει καὶ πτερά, ἐλέφας δέ, τὸ μέγιστον τῶν ζσων, ἄπτερος ὢν τέσσαρας μόνους ἔχει πόδας. ὁ δὲ μετὰ τὴν πεῦσιν τὸν ἐμποδισθέντα ἀναλαβὼν λόγον, ὡς πρὸς τὴν πεῦσιν ἀποκρινάμενος τὸν αὐτῷ ἀπ' ἀρχῆς προκείμενον ἀνελάμβανεν λόγον τούτῳ μόνῳ προοιμίῳ χρώμενος καθ' ἑκάστην ἐνκοπήν· Ἡμεῖς τοῦ πέμψαντος ἡμᾶς τοὺς λόγους καὶ τὰς θαυμασίους πράξεις εἰπεῖν ὑμῖν μόνον ἔχομεν ἐντολήν, καὶ ἀντὶ τῆς λογικῆς ἀποδείξεως μάρτυρας παρέχομεν ὑμῖν τῶν ἐξ ὑμῶν παρε- στώτων πολλούς, ὧν ἐγὼ τὰ εἴδη μέμνημαι ὡς ἐμψύχους εἰκόνας ἱκανὰς μαρτυρίας. λοιπὸν τῆς ὑμετέρας ἐστὶν ἐξουσίας ὑπείκειν ἢ ἀπειθεῖν. τοῦ δὲ λέγειν ὑμῖν τὸ συμφέρον οὐ παύσομαι, ὅτι ἐμοὶ μὲν ζημία τὸ σιωπᾶν, ὑμῖν δὲ τὸ ἀπειθεῖν βλάβη. ἀλλὰ καὶ τῶν εἰκαίων ὑμῶν προβλη- μάτων τὰς ἀποδείξεις ἀποδοῦναι ἐδυνάμην, εἰ φιλαλήθως ἐπυνθάνεσθε. κώνωπος δὲ καὶ ἐλέφαντος τὴν αἰτίαν τῆς διαφόρου δημιουργίας νῦν ὑμῖν εἰπεῖν οὐκ ἔστιν εὔκαιρον τοῖς τὸν τῶν ὅλων ἀγνοοῦσι θεόν. Ταῦτα αὐτοῦ λέγοντος, ὡς ἐκ συμφωνίας ἄτακτον ἠφίεσαν γέλωτα, κατα- σιωπᾶν καὶ ἀπορεῖν αὐτὸν πειρώμενοι ὡς βάρβαρόν τινα δαιμονῶντα. ἐγὼ δὲ ταῦτα ὁρῶν, ζήλῳ οὐκ οἶδ' ὅπως ληφθεὶς εὐσεβεῖ θυμῷ τοῦ λοιποῦ σιγᾶν οὐκ ἐκαρτέρουν, ἀλλὰ μετὰ παρρησίας ἐβόων λέγων· Eὐλόγως ὁ θεὸς ὑμῖν ἀκατάληπτον τὴν αὐτοῦ βούλησιν ἔθετο, ἀναξίους προϊδὼν ὡς ἐκ τῶν νῦν τοὺς κριτικὸν νοῦν ἔχοντας πληροφορῶν φαίνεται. ἐπεὶ γὰρ νῦν τῆς αὐτοῦ βουλήσεως κήρυκες ἐξαπεστάλησαν, οὐ γραμματικὴν ἐπαγ- γελλόμενοι τέχνην, ἀλλὰ ἁπλοῖς καὶ ἀπανούργοις λόγοις τὴν αὐτοῦ βού- λησιν ἐκφαίνοντες, ὡς πάνθ' ὁντιναοῦν ἀκούσαντα νοεῖν τὰ λεγόμενα, καὶ οὐ μετὰ ἕξεώς τινος φθονερᾶς παρέχειν πᾶσιν ἑαυτὴν μὴ βουλομένης· πάρεστε ὑμεῖς πρὸς τῷ μὴ νοεῖν τὸ ὑμῖν συμφέρον ἐπὶ τῇ ὑμετέρᾳ βλάβῃ γελᾶν τὴν εἰς τὴν ὑμετέραν καταδίκην ἐν βαρβάροις πολιτευσα- μένην ἀλήθειαν, ἣν καὶ ὑμῖν ἐπιδημήσασαν ξενίσαι οὐ βούλεσθε διὰ τὰς ἀσελγείας ὑμῶν καὶ τὸ λιτὸν τῶν λόγων αὐτῆς, ἵνα μὴ ἐλεγχθῆτε ὅτι εἰκῆ φιλόλογοί ἐστε καὶ οὐ φιλαλήθεις φιλόσοφοι. μέχρι μὲν οὖν πότε λαλεῖν μανθάνετε οἱ τὸ λαλεῖν οὐκ ἔχοντες; πολλὰ γὰρ παρ' ὑμῶν ῥήματα ἑνὸς οὐκ ἄξια λόγου. τί ἄρα ἐρεῖ ὑμῶν τὸ ἑλλη- νικὸν πλῆθος μία ψυχὴ γενόμενον, εἴπερ ἔσται κρίσις, ὡς οὗτος λέγει; ∆ιὰ τί, ὦ θεέ, τὴν σὴν βούλησιν οὐκ ἐκήρυξας ἡμῖν; οὐ πάν-