4
πρὸς ἀνθρώπους, οὕτως τὴν τρίχα σου τῆς κόμης μὴ παρατρέφων, μᾶλλον δὲ συγκόπτων καὶ καθαιρῶν αὐτήν, ἵνα μὴ κατακνιζομένου σου καὶ ἄσκυλτον τηροῦντος τὴν κεφαλὴν ἢ καταμεμυρισμένου σου ἐπαγάγῃς σεαυτῷ τὰς οὕτως ἀγρευομένας ἢ ἀγρευούσας γυναῖκας. Μηδὲ ἐπιτετηδευμένῃ σοὶ τῇ ἐσθῆτι χρήσῃ εἰς ἀπάτην, μηδὲ ἀναξυρίδας ἢ κρηπῖδάς σου τοῖς ποσὶ κακοτέχνως ὑπορ ράψῃς, ἀλλὰ τὸ τῆς σεμνότητος καὶ τῆς χρείας μόνον· μηδὲ χρυσήλατον σφενδόνην τοῖς δακτύλοις σου περιθῇς, ὅτι ταῦτα πάντα ἑταιρισμοῦ τεκμήρια ὑπάρχει, ἅπερ παρὰ τὸ προσῆκον ἐπιτηδεύων οὐ ποιήσεις δικαίως. Πιστῷ γάρ σοι ὄντι καὶ ἀνθρώπῳ τοῦ Θεοῦ οὐκ ἔξεστίν σοι τρέφειν τὰς τρίχας τῆς κεφαλῆς καὶ ποιεῖν σισόην, ὅ ἐστιν σπατάλιον, ἢ ἀπόχυμα ἢ μεριστὴν τηρεῖν· οὐδὲ μὴν ὀγκοποιεῖν διαξαίνειν τε καὶ πλάσσοντα οὔλην διατιθεῖν ἢ ξανθοποιεῖν αὐτήν, ἐπείπερ καὶ ὁ νόμος ἀπαγο ρεύει φάσκων ἐν τῷ ∆ευτερονομίῳ· «Oὐ ποιήσετε ὑμῖν σισόην οὐδὲ ἀναξυρίδας.» Χρὴ δὲ οὐδὲ γενείου τρίχα διαφθείρειν καὶ τὴν μορφὴν τοῦ ἀνθρώπου παρὰ φύσιν ἐξαλλάσσειν· «Oὐκ ἀπομαδαρώσετε γάρ, φησὶν ὁ Νόμος, τοὺς πώγωνας ὑμῶν.» Τοῦτο γὰρ γυναιξὶν εὐπρεπὲς ὁ κτίσας ἐποίησεν Θεός, ἀνδράσι δὲ ἀνάρμοστον ἐδικαίωσεν· σὺ δὲ ταῦτα ποιῶν διὰ ἀρέσκειαν ἐναντεούμενος τῷ νόμῳ, βδελυκτὸς γενήσῃ παρὰ Θεῷ τῷ κτίσαντί σε κατ' εἰκόνα ἑαυτοῦ. Ἐὰν οὖν θέλῃς Θεῷ ἀρέσκειν, ἀπόσχου πάντων ὧν μισεῖ αὐτός, καὶ μηδὲν πρᾶσσε τῶν αὐτῷ ἀπαρεσκόντων. Oὐκ ἔσῃ ὡς πετόμενος καὶ ἀλώμενος ἐν ταῖς ·ύμαις, ἀκαιροεπόπτης τῶν κακῶς ζώντων, ἀλλὰ τῇ τέχνῃ σου ἢ τῷ ἔργῳ σου προσέχων τὰ τῷ Θεῷ φίλα ἀναζήτει ποιεῖν, καὶ τὰ τοῦ Χριστοῦ λόγια ἀναμιμνησκόμενος διηνεκῶς μελέτα. Λέγει γὰρ ἡ γραφή σοι, ὅτι· «Ἐν τῷ Νόμῳ αὐτοῦ μελετήσεις ἡμέρας καὶ νυκτός, περιπατῶν ἐν ἀγρῷ καὶ ἐν οἴκῳ καθήμενος, καὶ κοιταζόμενος καὶ διανιστάμενος, ἵνα συνιῇς ἐν πᾶσιν.» Ἀλλ' εἰ καὶ πλούσιος ὑπάρχεις, χρείαν τέχνης πρὸς τὸ τρέφεσθαι οὐκ ἔχων, ·εμβὸς μὴ γίνου μηδὲ ἀκαιρο περιπάτητος· ἀλλ' εἴτε προσέρχῃ τοῖς πιστοῖς τε καὶ ὁμοδόξοις, συμβάλλων τὰ ζωοποιὰ προσομίλει ·ήματα. Eἰ δὲ μή, καθεζόμενος ἔνδον ἀναγίνωσκε τὸν Νόμον, τὰς Βασιλείους, τοὺς Προφήτας, ψάλλε τοὺς "Υμνους, διέρχου ἐπιμελῶς τὸ Eὐαγγέλιον τὸ τούτων συμπλήρωμα. Τῶν ἐθνικῶν βιβλίων πάντων ἀπέχου. Τί γὰρ σοὶ καὶ ἀλλοτρίοις λόγοις ἢ νόμοις ἢ ψευδοπροφήταις, ἃ δὴ