τὸν ποταμὸν, πᾶν δὲ θῆλυ ζωογονεῖν. Καὶ ὁ διάβολος γὰρ ὁ νοητὸς Φαραὼ κατὰ τοῦ νοητοῦ Ἰσραὴλ, τὸν εὐσεβῆ λέγω λαὸν, τριπλοῦν τρόπον ἐπιβουλῆς ἐνόησε, διὰ κακούργων σκεμμάτων τὴν εἰς ἀρετὴν ἐπίδοσιν αὐτοῦ κωλύειν πειρώμενος. Καὶ πρῶτα μὲν πόνον, καὶ κακοπάθειαν αὐτοῖς ἐπιφέρει· διαμαρτὼν δὲ τοῦ σκοποῦ, τοὺς κατὰ πίστιν ἀδελφοὺς αὐτῶν καὶ φίλους ἐφοπλίζει τοῖς ἀνδρείοις εἰς τὴν εὐσέβειαν. Τοῖς γὰρ θηλυπρεπέσιν ὡς ἀσθενέσιν οὐκ ἐπιβουλεύει, χρησίμους ἑαυτῷ πρὸς ἁμαρτίαν τούτους εἰδώς. Ἀδελφαὶ δὲ καὶ φίλαι τῶν Ἑβραίων αἱ μαῖαι, διὰ τὴν ἐκ τοῦ γένους οἰκείωσιν. Ἀποτυγχάνων δὲ καὶ τῆς δευτέρας ἐπιβουλῆς, τοῦ θείου φόβου τοὺς ἐφοπλισθέντας ἐπέχοντος, ἀναφανδὸν ἐπιτρέπει τοῖς οἰκείοις ὑπασπισταῖς τὴν κατὰ τῶν ἁγίων ἀγριότητα καὶ μιαιφονίαν. Ὁ Φαραὼ τῆς ἡμετέρας πολιτείας, τὸ μὲν θῆλυ καὶ ἀσθενὲς καὶ εὐπειθὲς αὐτῷ φιλεῖ καὶ ζωογονεῖ· τὸ δὲ ἄῤῥεν καὶ ἀνδρεῖον καὶ πρὸς ἐπανάστασιν ὕποπτον φονεύειν ἐπείγεται. Οἱ δὲ σώφρονες καὶ προνοητικοὶ λογισμοὶ γεννήσαντες τὴν ἀρετὴν, ὡς οἱ γονεῖς τὸν Μωσέα, καὶ τῇ κιβωτῷ τῆς παιδεύσεως ἐνασφαλισάμενοι, τὸν ἐνάρετον οὐ συγχωροῦσι καταποντισθῆναι τῷ ῥείθρῳ τοῦ βίου. Κομισθέντα δὲ τοῦτον ἐπὶ τὴν ὄχθην τῆς σταθερότητος, ἡ ἔξω φιλοσοφία λαβοῦσα, θυγάτηρ μὲν οὖσα τῷ Φαραὼ, διὰ τὸν τῦφον καὶ τὴν ἀσέβειαν, ἄγονος δὲ διὰ τὸ μηδένα τόκον αὐτῆς εἰς φῶς προάγειν θεογνωσίας, ὑποβαλλομένη υἱοθετεῖ τῷ μητρῴῳ γάλακτι τιθηνούμενον. Οὐ γὰρ ἀφίσταται τῶν ἱερῶν δογμάτων, εἰ καὶ τὴν Ἑλληνικὴν μετέρχεται παίδευσιν. Πρὸς ὕψος δὲ πνευματικῆς ἡλικίας ἀναδραμὼν, μέσος γίνεται δύο μαχομένων, ὁμογενοῦς καὶ ἀλλοφύλου. τοῦτ' ἕστιν, εὐσεβοῦς λόγου καὶ ἀσεβοῦς, ἢ ἀρετῆς 77.1185 καὶ κακίας, καὶ τῷ οἰκείῳ συστὰς ἀναιρεῖ τὸ ἀλλότριον. Φοβηθεὶς δὲ τὸν ἀπὸ τοῦ Φαραὼ κίνδυνον, φεύγει ποῤῥωτάτω τῆς ἐξουσίας αὐτοῦ, πρὸς ὑψηλοτέραν πολιτείαν ἀνατεινόμενος, καὶ τοὺς πονηροὺς ποιμένας ἀδίκως χρωμένους τῷ νάματι διδασκαλίας, ἀπελαύνει τῇ ῥάβδῳ τῶν ἐλέγχων, κἂν ἀλλοφύλῳ πάλιν συνοικῆσαι δέῃ, τοῦτ' ἔστι συγγενέσθαι τῇ θύραθεν φιλοσοφίᾳ, καταδέχεται τοῦτο διὰ τὴν χρείαν, ἐν γαλήνῃ διάγων καὶ ποιμαίνων τὰ κινήματα τῆς ψυχῆς. Οὕτω δὲ βιοῦντι φανήσεται τὸ κατὰ τὴν βάτον μυστήριον ἐλλάμπον αὐτῷ, καὶ διδάσκον ὅτι τὸ πῦρ τῆς θεότητος περιλαβὸν τὴν ἀνθρωπίνην φύσιν, κατὰ τὴν ἐνανθρώπησιν, ταύτην μὲν ἐπυράκτωσε καὶ ἐθέωσε, σῶαν συντηρῆσαν. Τὰς δὲ προβαλλομένας ἀκάνθας τῆς ἁμαρτίας κατέκαυσε. Καὶ ὅτι προτύπωσίς ἐστι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Ὥσπερ γὰρ ἡ βάτος χαμαιπετής ἐστι, καὶ διηπλωμένη κατὰ τῆς γῆς, καὶ πεφρικυῖα ταῖς ἀκάνθαις· οὕτω καὶ τὰ ἔθνη περὶ τὰ γεηρὰ πρότερον ἐσύροντο νοήματα, καὶ τὰ πάθη τῆς ἁμαρτίας, μηδὲν ὑψηλὸν δυνάμενα φαντασθῆναι· καὶ κατὰ τῆς γῆς ἦσαν ἐσκεδασμένα, καὶ τὰς ἀκάνθας τῆς ἁμαρτίας περιεβέβληντο. Τὸ δὲ διὰ τοῦ θείου βαπτίσματος ἄϋλον πῦρ φλογίζον ἀπαθῶς αὐτὰ καθαίρει, μόνας ἐμπιπρῶν τὰς ἀκάνθας τῆς ἁμαρτίας· Αὐτὸς γὰρ, φησὶν, ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Καὶ ὅτι σκιαγραφεῖ τὴν νηδὺν τῆς θεομήτορος· ἐν ᾗ τὸ πῦρ τῆς θεότητος ἀστράψαν ἀκατάφλεκτον αὐτὴν διεφύλαξεν. Ὥσπερ ὁ Μωσῆς βραδύγλωσσος ἦν, οὕτω καὶ ὁ Μωσαϊκὸς νόμος βραδύγλωσσός ἐστι πρὸς τὸ διαρθροῦν τὸν περὶ τοῦ ὄντος λόγον, καὶ τρανοῦν τὴν περὶ τῆς ἁγίας Τριάδος θεολογίαν. Καὶ ἰσχνόφωνος δὲ, ὡς ὀλίγους προσλαλεῖν δυνάμενος. Ὀλίγοι γὰρ οἱ Ἰσραηλῖται πρὸ ὅλα τὰ ἔθνη. ∆ιὸ προστίθεται τούτῳ καὶ Ἀαρὼν ὁ ἀδελφὸς αὐτοῦ, τοῦτ' ἔστιν, ὁ εὐαγγελικὸς νόμος. Ὥσπερ γὰρ ὁ Χριστὸς ἀδελφός ἐστι Μωσέως κατὰ τὸ ἀνθρώπινον· οὕτω καὶ ὁ εὐαγγελικὸς νόμος ἀδελφός ἐστι καὶ σύμφωνος τῷ Μωσαϊκῷ κατὰ τὸ πνευματικὸν αὐτοῦ καὶ νοούμενον. Ὃς καὶ διαλέγεται πᾶσι τοῖς ἔθνεσιν, ὡς καὶ Ἀαρὼν παντὶ τῷ λαῷ. Καὶ ὁ μὲν εὐαγγελικὸς τῷ Μωσαϊκῷ γίνεται στόμα, ἐπεὶ καὶ Ἀαρὼν τῷ Μωσεῖ καὶ