ἀγγέλων πάντων. τὸ δὲ τοῦ θρόνου σημαίνει τὴν τοῦ δεσπότου φύσιν ἢ τὸ ἐν τάξει τῇ βασιλικῇ καθέζεσθαι παρεστώτων τῶν ἐν σχήματι δουλείας τῆς κτίσεως.
21Jo 12, 44 Ὃ λέγει, τοιοῦτόν ἐστιν. ὁ δυνάμενος ἐπιγνῶναι τίς ὁ διὰ τῆς σαρκὸς ἐπιδημῶν καὶ τῆς νοητῆς καὶ καλλίονος ἐπιλαμβανόμενος θεωρίας οὗτος εὑρίσκει μὲν ἀληθῶς ἐμέ. εὑρίσκει δὲ ἐν τῇ πρὸς ἐμὲ πίστει τὴν εἰς τὸν πατέρα. ὅμοιον οὖν, ὡσεὶ ἔλεγεν οὐκ εἰς ἄνθρωπον πιστεύει ὁ πιστεύων εἰς ἐμέ, ἀλλ' εἰς θεοῦ δύναμιν, ἐν ᾗ <ὁ> πατὴρ γινώσκεται καὶ πιστεύεται.