Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
οὐρανῷ, τοὺς πνευματικοὺς δῆλον ὅτι· πολλοὺς δὲ ὁμοίως καὶ ἐπὶ τῆς γῆς, τοῦτο μὲν σαρκικοὺς, τοῦτο δὲ πνευματικούς. Ἀλλὰ τούτοις μὲν ἅπασι τοῖς πα- τράσι τοῖς ἄνω τε καὶ κάτω παρὰ τῶν ὑπὸ χεῖρα τέ- κνων προσάγονται τιμαί. Χαίρουσι δὲ λίαν οἱ τετιμη- μένοι, καὶ οὐδείς ἐστιν ἐν αὐτοῖς, ὃς οὐ πάντῃ τε καὶ πάντως ποιεῖται δυσφόρητον τὸ ἀχαριστεῖσθαι παρὰ τῶν τέκνων. Ὃ δὴ πεπονθὼς ὁ τῶν ὅλων Θεὸς, τούς τε ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς πατέρας διαμαρτύρε- ται λέγων· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Εἰσδεχθεὶς γὰρ ὁ Ἰσραὴλ διὰ τῆςχάριτος, καὶ τῆς τοῖς τέκνοις πρεπούσης ἠξιωμένος φειδοῦς, γεγεννῆσθαι λέγεται παρὰ Θεοῦ, τῆς ἀληθοῦς καὶ πνευματικῆς ἀναγεννήσεως ἐφ' ἡμῖν ἐκπεπερασμένης. ∆ιὰ πίστεως δὲ δῆλον ὅτι τῆς ἐν Χριστῷ· γεγεννήμεθα γὰρ ἐξ ὕδατος καὶ πνεύ- ματος, καὶ δέδοται μὲν τοῖς ἀρχαιοτέροις πνεῦμα δουλείας, εἰ καὶ πρωτότοκος ἦν καὶ ὠνόμασται λαός. Ἡμῖν δὲ, τῆς υἱοθεσίας ὄνομά τε καὶ πνεῦμα, κε- χάρισται ὁ Θεός. "6Ὅτι γάρ ἐστε,"6 φησὶν, "6υἱοὶ, ἐξαπ- έστειλεν ὁ Θεὸς τὸ πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὰς καρδίας ὑμῶν, κράζον Ἀββὰ ὁ πατήρ."6 Γεγέννηκα γὰρ, φησὶν, υἱοὺς, καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ ὕψωσα, τοῦτ' ἔστιν, ἀνέθρεψα. Τοῦτο γὰρ ἡ τῶν ἑτέρων μηνυτῶν ἐπίδοσις ἔχει. Λελυτρωμένος γὰρ ὁ Ἰσραὴλ, οὐκ ἀνεπικούρητος ἦν μετὰ τοῦτο, καὶ ἀγάπης ἔρημος τῆς παρὰ Θεοῦ. Τέθραπτο γὰρ κα- θάπερ τις υἱὸς ἐκ φιλόπαιδος ἀληθῶς καὶ φιλοστορ- γωτάτου πατρός. "6Ἄρτον γὰρ οὐρανοῦ,"6 φησὶν, "6ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος."6 Ἐτρέφετο δὲ ἑτέρως καὶ εἰς εὐεξίαν πνευματικὴν διὰ τῆς ἐννόμως σοφίας καὶ προφητικῶν παιδευμά- των, ἀποκομιζόντων ἀστείως εἰς ἐπίγνωσιν ἀληθείας, τοῦτ' ἔστι Χριστοῦ. Γράφει γοῦν ὁ Παῦλος, "6Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν."6 70.20 Ἀλλ' ἠθέτησε τὸν γεννήσαντα. Καὶ τίς ὁ τῆς ἀθε- τήσεως τρόπος εἴη ἄν; ἐτράπετο γὰρ εἴς γε τὸ θέ- λειν τοῖς μὴ φύσει λατρεύειν θεοῖς, νενόσηκε δὲ καὶ ἑτέρως, πολὺ τὸ ἐξήνιον, καὶ τὸ ἔτι τούτων εἰς ἀτο- πίαν ἐπέκεινα, οὔτε αὐτὴν μεμίμηται τῶν ἀλόγων ζώων τὴν εὔνοιαν, ἣν ἂν ἔχοιεν ἐκεῖνα πρὸς τοὺς δεσπότας. Ταύτῃ τοι φησίν· "6Ἔγνω βοῦς τὸν κτη- σάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν."6 Ἄνθρωπος μὲν γὰρ εἰ ἐκπρίαιτο βοῦν, ἕξει δὴ πάν- τως αὐτὸν εἰς τὰ τῆς γεωπονίας ἔργα χρησιμώτα- τον, τοῦτο μὲν ἀροῦν, εἰ ἕλοιτο, τὴν γῆν, τοῦτο δὲ εἰς τὴν ἅλω καταλεπτύνειν, καὶ ἀποκρίνειν τοῦ σί- του τὸ ἄχυρον. Εἰ δὲ δή τις πρίαιτο καὶ ὄνον, φυσι- κοῖς καὶ αὐτὸς κινήμασιν καλεῖται πρὸς εὐπείθειαν, καὶ οἷόν τινα τῶν ἐν φάτναις αὐτῷ κειμένων ἀντί- δοσιν ποιεῖται τὴν ὑπόταξιν. Ἀχθοφορεῖ γὰρ ἑκὼν, καὶ τὸν τοῦ δεσπότου μερίζεται πόνον. Ἀλλὰ ταυτὶ μὲν ἐν τούτοις. Ὁ δὲ σοφὸς Ἰσραὴλ ἐν νόμῳ παιδα- γωγούμενος, ἐπὶ τὸ δεῖν εἰδέναι τὸ ὠφελοῦν ὁ τὴν τοῦ Θεοῦ δόξαν διὰ πολλῶν καὶ ἀξιαγάστων σημείων ἐκμεμαθηκὼς, ὄνου καὶ βοὸς κατόπιν ἔρχεται, καὶ τῆς τῶν ἀλόγων ἐπιεικείας ἡττώμενος ἠγνόηκε τὸν δεσπότην. Εὖ δὲ δὴ σφόδρα τὸ, οὐκ ἔγνω, φησὶν, οὐ συνῆκεν. Καίτοι γὰρ μεμαθηκὼς, ὡς ἔφην, τὴν τοῦ Θεοῦ δόξαν, καὶ διὰ τὸ ἀπονεῦσαι λίαν εἰς ἀχάλινον ἐκτροπὴν, ἐν ἴσῳ γέγονεν τῷ ἠγνοηκότι. Εἰ γὰρ μὴ τοῦτό ἐστιν ἀληθῶς, οὐκ ἂν ἔφη τῷ ξύλῳ, "6Θεός μου εἶ σύ·"6 καὶ τῷ λίθῳ, "6Σὺ ἐγέννησάς με."6 Ὅθεν "6ἐξέστη,"6 φησὶν, "6ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος. Ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου, ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν αὐτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν."6 Πρέποι δ' ἂν καὶ αὐτῷ τῷ Χριστῷ τὸ φάναι περὶ αὐτῶν, τὸ, Ἰσραὴλ δὲ οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. Γέγονε μὲν γὰρ καὶ ἡ πάλαι λύτρωσις δι' αὐτοῦ. Τέθειται δὲ καὶ ὁ νόμος μέχρι καιροῦ διορθώ- σεως, καθὰ γέγραπται. Ἐπειδὴ δὲ ... ἀνέφικτον δικαιοῦν ἡμᾶς δύνασθαι τὴν σκιὰν, ἐπέφανεν ἡμῖν μετὰ σαρκὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα δι- καιώσῃ τῇ πίστει τοὺς