Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
διδασκαλίαν ἡμῖν ἐναργε στάτην τῆς ὑπομονῆς καταλιμπάνει, καὶ διδάσκει ὡς ἐν ταῖς περιστάσεσιν οὐκ ἄλλῳ ἢ Θεῷ προσιέναι δεῖ, καὶ ὅτι ὁ καρπὸς τῆς τοιαύτης προσόδου, τὸ εἰσ ακούεσθαι. Νῦν μέν τοι ἀποστρέφει τὸ πρόσωπον πρὸς ἡμᾶς, καὶ διηγεῖται πῶς εὐξάμενος ἐπηκούσθη, καί φησι· "Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ." Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα. (A f. 18, B f. 12 b, D f. 40.) Ὕπνον ἐνταῦθα τὸν περὶ τὸν νοῦν φησι, δι' οὗ καὶ εἰς τὴν ἁμαρτίαν κατ έπεσε. [Codd. B. D. Ὁμολογεῖ τὸ πλημμέλημα, καὶ ὕπνου τοῦ κατὰ νοῦν συμβάντος ἔγκλημα ποιεῖται τὸ γεγονός. Νοῦ μὲν γάρ, etc.] Νοῦ μὲν γὰρ ἐγρηγορό τος ἔργον ἂν γένοιτο καὶ σπουδὴ τὸ παραιτεῖσθαι τὸ φαῦλον, καὶ ἀποφοιτᾷν ἐπείγεσθαι τοῦ πεφυκότος ἀδικεῖν· ῥέγχοντος δὲ καὶ ἠῤῥωστηκότος τὸ ῥᾴθυμον, τὸ ἡττᾶσθαι παθῶν καὶ τοῦτο σαρκικῶν. Οὐκοῦν ἐν ταυτῷ καὶ τῆς ἁμαρτίας ποιεῖται τὴν μνήμην, καὶ ᾠδὴν ἀναφέρει χαριστήριον τῷ Θεῷ, λέγων· Ἐγὼ μὲν ὕπνωσα τῇ ῥᾳθυμίᾳ εἰς ἁμαρτίαν, τῇ Βηρσαβεὲ συμφθαρεὶς καὶ τὸν Οὐρίαν ἀπεκτονώς. Οὐκ ἂν δὲ ἐξηγέρθην τῇ μετανοίᾳ, εἰ μὴ Κύριος ἀντελάβετό μου. Τοῦτο δέ ἐστιν ὁμολογοῦντος μὲν ἐναργῶς τῆς ἀνθρωπίνης διανοίας τὸ ἀσθενὲς, στεφανοῦντος δὲ ταῖς εὐφημίαις τὸν ἀεὶ σώζοντα καὶ ἐπικουροῦντα Θεὸν, καὶ τὴν τοῦ διαβόλου παγίδα συνθραύοντα, καὶ ἐξέλκοντα αὐτῆς τοὺς ἁλόντας αὐτῇ. Ἀλλὰ καὶ τοῦ Ἀβεσσαλὼμ, φησὶν, ἐπιβουλεύοντος, Ἐγὼ ἐῤῥᾳθύμουν καὶ οἷον ἐκάθευδον· νῦν δὲ ἀνέστην καὶ οἶδα, ὅτι Κύριος ἀδικουμένου μου ἀντιλήψεται. Ἐκτινάξο μαι καὶ τὸν ὕπνον τὸν ἐξ ἀθυμίας, ὃν ἡ νύξ μοι τῆς συμφορᾶς ἐπήνεγκε· καὶ διεγερθήσομαι πρὸς εὐθυ μίαν, λευκὴν ὥσπερ ἰδὼν ἡμέραν τὴν φαιδροτέραν τῶν πραγμάτων κατάστασιν. Ἡ γὰρ προσδοκία τῆς τοῦ Θεοῦ ἀντιλήψεως οὐκ ἐᾷ με καθεύδειν καὶ ἀνα πίπτειν. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ. (A f. 18 b.) Ἐπειδὴ, φησὶν, ὁ Κύριος ἀντελάβετό μου, διεγήγερμαι, καὶ οὕτω νεανικὸν πεπλούτηκα φρόνημα, ὡς κατὰ μηδένα δεδιέναι τρόπον, κἂν μυ ριάδες λαῶν τῶν μετὰ τοῦ Ἀβεσσαλὼμ περιστοιχί ζοιντό με. Καλὴ τοιγαροῦν τῶν ἁγίων ἡ πίστις· δε δίασι γὰρ οὐδαμῶς κατατεθηγμένης αὐτῶν ἀναριθμή του πληθύος ἐχθρῶν, ὅταν ἐπαμύνῃ Θεός. Ἀρκεῖ 69.729γὰρ καὶ μόνος παρὼν τὰς πολλὰς μυριάδας διασκε δάσαι. Οὐκ ἐφοβήθη οὐδὲ ὁ Κύριος τοὺς κατὰ τὸν καιρὸν τοῦ πάθους κυκλοῦντας αὐτῷ Ἰουδαίους καὶ ἐθνικούς· διὸ καὶ λεγεῶνας ἀγγέλων παρῃτήσατο. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου. (A f. 19.)Χρῆμα μὲν οὐκ ἀζήμιον τοῖς κάμνουσιν ἡ σιγή· χρήσιμον δὲ καὶ σωτήριον τὸ λέγειν· "Ἀνά στα, Κύριε, σῶσόν με, ὁ Θεός μου." Πλὴν οὐχ ἅπα σιν οἶμαι πρέπειν αὐτό. Οἱ γὰρ τῶν θείων μὲν κα ταφρονοῦντες θελημάτων, ταῖς δὲ ἰδίαις ἡδοναῖς ὥσπερ ὅλας ἀνέντες ἡνίας, πῶς ἢ πόθεν ἂν σχοῖεν πρὸς Θεὸν παῤῥησίαν; Τοῖς γε μὴν εὐάγωγον τοῖς παρὰ Θεοῦ νόμοις ὑπέχουσι τὸν αὐχένα, παῤῥησία πολλὴ πρὸς αὐτόν· φαῖεν δ' ἂν εἰκότως τὸ, Ἀνάστα, σῶσόν με τὸν σὸν γνήσιον οἰκέτην. Καὶ ὁ ∆αβὶδ οὖν Κύριον ἑαυτοῦ τὸν Θεὸν ὀνομάζει, ὡς ποιῶν αὐτοῦ τὸ θέλημα, καί φησι· "Σῶσόν με, ὁ Θεός μου·" μετὰ πολλῆς διαθέσεως τὸν τῶν ἁπάντων Θεὸν ἰδιοποιούμενος, καὶ ἀναστῆναι παρακαλῶν εἰς βοήθειαν. Ἀξία δὲ τῆς πραότητος αὐτοῦ ἡ προσευχή· οὐ γὰρ εἶπεν· Ἀπ όλεσον τοὺς ἐχθρούς μου· ἀλλὰ τί; "Σῶσόν με." Τοῦτο, φησὶ, μόνον ζητῶ ἵνα ἐγὼ σωθῶ, οὐ μὴν ἵνα οἱ ἐχθροί μου ἀπόλωνται. Τάχα καὶ ὡς Προφήτης εἰδὼς ὅτι τὴν ψυχὴν αὐτοῦ ἐν ᾅδου κατασχεθεῖσαν ὁ Χρι στὸς ἐκεῖθεν ἐλευθερώσει ἐκ νεκρῶν ἀναστὰς, προλέ γει τὸ μέλλον· καὶ τοῦ Κυρίου ἐπιταχῦναι εὔχεται τὴν ἀνάστασιν, ὅπως δι' αὐτῆς τύχοι καὶ αὐτὸς σω τηρίας. Τέως μέντοι κατὰ τὸ ἰδίωμα τῆς Γραφῆς ὑπνοῦν λέγεται ὁ Θεὸς, ὅταν μακροθυμεῖ· ὡς τὸ, "Ἵνα τί ὑπνοῖς, Κύριε;" ἀνίστασθαι δὲ πάλιν, ὅταν ἐκδικῇ καὶ ἐπισκέπτηται. Καὶ ἐνταῦθα οὖν, Ἀνάστα, φησὶ, Κύριε· τουτέστιν, Ἀπόθου τὴν πολλὴν μακρο θυμίαν, καὶ ἐξεγέρθητι εἰς ἐμὴν ἀντίληψιν. Ὅτε δὲ καὶ ὁ Σωτὴρ ὑπὲρ ἡμῶν παρεδίδοτο, οἱονεὶ ἐκοιμᾶτο αὐτῷ ὁ Πατὴρ ἀνεχόμενος. Πρὸς ὃν καὶ ἔλεγε· "Σῶ σόν με ἐκ τῆς ὥρας ταύτης." Τὸ αὐτὸ δὲ