Fragmenta in libros Regum ΕΚ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΑΣ ΒΑΣΙΛΕΙΩΝ
Καὶ ἐῤῥέθη τῷ ∆αβὶδ Οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ
εὐαπόβλητα παντελῶς, καὶ οὐδὲν ὠφελεῖν ἰσχύοντα 69.689 τὴν ἀνθρώπου ψυχήν. Κτῆμα δὴ οὖν τίμιόν τε καὶ ἐπέραστον ἀληθῶς τῇ ἀνθρώπου ψυχῇ σοφία καὶ γνῶσις, ἡ περὶ Θεοῦ δηλονότι. Καὶ ἃ οὐκ ᾐτήσω δέδωκά σοι, καὶ πλοῦτον, κ.τ.λ. {Κυρίλλου.} ∆ιδάσκων ἡμᾶς τίνα μὲν αἰτεῖν χρὴ, τίνα δὲ ὡς ἐν προσθήκης μέρει λαμβάνειν· αἰτήσαντι γὰρ καλῶς τὴν σοφίαν, μετὰ δοῦναι ταύτην, τἄλλα πάντα προστέθεικεν. Ἐπείπερ αὐτός ἐστιν ὁ ἐν Εὐαγγελίοις εἰπών· Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον. {Κυρίλλου.} Καὶ ἔστωσαν, φησὶν, οἱ ὀφθαλμοί σου, καὶ τὰ ὦτά σου ἠνεῳγμένα. Εἰ δὲ μορίων, ἤτοι μελῶν, ἡ θεία μέμνηται Γραφὴ πρὸς ἡμᾶς λαλοῦσα περὶ τοῦ Θεοῦ, ἰστέον ὅτι ἐξ ὧν ἴσμεν τε καὶ πεφύκαμεν εἶναι πρὸς ἡμᾶς διαλέγεται· οὐ γὰρ ἦν ἑτέρως ἡμᾶς νοεῖν δύνασθαι τὰ περὶ Θεοῦ. Αἰτία τοίνυν καὶ πρόφασις ἀληθῶς τοῦ σωματικῶς περὶ Θεοῦ τοὺς πρὸς ἡμᾶς ποιεῖσθαι λόγους τὴν θεόπνευστον Γραφὴν, καὶ νοῦ καὶ γλώττης ἐν ἡμῖν ἡ πτωχεία· ἄῤῥητα γὰρ παντελῶς τὰ περὶ αὐτοῦ. Καὶ οὐκ ἧν συνιέναι τι τῶν ἀναγκαίων δύνασθαι τοὺς ἐν ἁπτοῖς καὶ παχέσιν ὄντας σώμασιν, εἰ μὴ ἐν τάξει παραδειγμάτων τὰ ἑαυτῶν δεχόμενοι μέλη, μόλις οὕτως ἄνιμεν εἰς ἐννοίας ἰσχνὰς τὰς περὶ Θεοῦ. Ἡ δὲ βασίλισσα Σαβὰ, κ.τ.λ. Κυρίλλου, ἐκ τοῦ εἰς τὸν κατὰ Λουκᾶν. Γυνὴ βάρβαρος, μακρῶν αὐτὴν εἰργόντων διαστημάτων, ὄκνου γέγονε κρείττων, οὐχ ἵνα χρημάτων ποιήσηται συλλογὴν, ἀλλ' ἵνα ἀκούσῃ τὴν σοφίαν Σολομῶντος, παραβολὰς λαλοῦντος καὶ αἰνίγματα, καὶ ἀνθρωπίνων ἠθῶν ὑπογράφοντος κάλλη τε καὶ ψόγους. Τότε ᾠκοδόμησε Σολομὼν ὑψηλὸν τῷ Χαμὼς εἰδώλῳ Μωάβ. {Κυρίλλου.} Καὶ τί ἂν γένοιτο τῶν οὕτως ἐκτόπων πλημμελημάτων τὸ δυσαχθέστερον, τιμῆς καὶ ἀγάπης τῆς εἰς ἕνα καὶ φύσει Θεὸν ἀξίωμα ταῖς τῶν δαιμονίων ἀπονέμειν ἀγέλαις, μᾶλλον δὲ λίθοις ἀναπλάττειν καὶ ξύλοις, καὶ τούτοις οἰκοδομεῖν ναούς; Καὶ ὠργίσθη Κύριος ἐπὶ Σολομὼν, κ.τ.λ. {Κυρίλλου.} Τί δὲ ἧν ἄρα τὸ ἐνταλθὲν αὐτῷ τε καὶ πᾶσι τοῖς ὑπὸ τὸν νόμον ἀνδράσι μὴ κηδεύειν ἀλλογενέσιν; Ἔφη γὰρ, ὅτι Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ· καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου. Ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ' ἐμοῦ, καὶ πορευθεὶς λατρεύσει θεοῖς ἑτέροις. Ἀμνημονήσας τοίνυν τῆς τοιαύτης ἐντολῆς, ταῖς τῶν ἀλλοφύλων συνεπλέκετο θυγατράσιν. Ἐπειδὴ τοίνυν, φησὶ, δι' οὐδενὸς ἐποίησας λόγου τὴν δοθεῖσαν ἐντολὴν, κατολισθήσας πρὸς ἀπόστασιν τοῖς τῶν ἀλλοφύλων λελάτρευκας θεοῖς, καὶ δούλην ἐμὴν τὴν κτίσιν οὖσαν 69.692 εἰδὼς, τὴν ἐμὴν καὶ μόνην πρεπωδεστάτην ἐκνενέμηκας αὐτῇ τιμήν τε καὶ δόξαν, κἀγὼ τὴν σὴν διαῤῥήξω βασιλείαν, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου, ἴν' ὃ πεποίηκας, μάθῃς ἐξ αὐτοῦ τοῦ συμβεβηκότος.
Ἐπειδὴ γὰρ ταῖς εἰς γυναῖκας ἐπιθυμίαις ἡττώμενος, καίτοι σοφὸς ὢν ἄγαν ὁ Σολομὼν, μονονουχὶ καὶ ὅσον ἧκεν εἰπεῖν εἰς ἐγχειρημάτων δύναμιν, τὴν τοῦ Θεοῦ βασιλείαν διέῤῥηξεν, εἰδώλοις ἀνάπτων τὴν αὐτῷ μόνῳ πρεπωδεστάτην τιμήν τε καὶ δόξαν· ταύτῃτοι καὶ μάλα εἰκότως διαῤῥηγνύναι Θεὸς ἐπηπείλει τὴν βασιλείαν αὐτοῦ, τοῖς ἴσοις ἀντιλυπῶν, κατὰ τὸ ἐν προφήτῃ γεγραμμένον Ἰεζεκιήλ· Καθὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται σοι εἰς κεφαλήν σου. Καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύθη καὶ ἐποίησε δύο δαμάλεις.9 {Κυρίλλου} Πρόξενος [cod. πρόξενον] ὀλέθρου γέγονε τοῖς ἐξ Ἰσραὴλ Ἱεροβοὰμ, τὸ ἀνθελέσθαι τὴν τῶν ἀνθρώπων βασιλείαν δεικνὺς, καὶ ἀποφοιτῆσαι τοῦ βασιλεύεσθαι παρὰ Θεοῦ διὰ προφητῶν. Ἰδοὺ γὰρ ὁ Ἱεροβοὰμ ἐμὲ τὸν ∆εσπότην παρώργισε καινοτομήσας δαμάλεις, καὶ τὸ ἐμὸν αὐταῖς ἀξίωμα περιθείς. Καὶ πάλιν· Ἐπενόησεν ἐν ἀρχαῖς Ἱεροβοὰμ τὰς δαμάλεις, καὶ πληροῦν ἐκέλευσεν ἐπ' αὐταῖς τὰ νενομισμένα, τὴν τῷ Θεῷ πρέπουσαν δόξαν τοῖς ἰδίοις εὑρέμασιν ἀνάπτων ὁ δείλαιος· ἵν' ἔχοι μὲν αὐτὸς τὴν βασιλείαν ἀσφαλῶς, ἀποστερεῖ δὲ ὥσπερ τῶν ἰδίων