Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε. Καὶ πάλιν· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γενέσθαι δέ φασιν αὐτὸν οὐκ αὐτόχρημα κατάραν καὶ ἁμαρτίαν, ἀλλ' ἕτερόν τι παρὰ τοῦτο δηλοῦν τὸ Γράμμα τὸ ἱερόν. Οὕτω πρὸς ἡμῶν νοεῖσθαί φασι τὸ Καὶ ὁ Λόγος σὰρξ ἐγένετο. {Α} Καὶ μὴν ὡς ἔν γε τῷ φάναι κατάραν γενέσθαι καὶ ἁμαρτίαν, οὕτω γενέσθαι σάρκα αὐτὸν συνεισκρίνεται, καὶ προανίσχουσαν ἔχει τῶν μεθ' ἑαυτὸν τὴν ἔννοιαν. {Β} Πῶς ἔφης; Ὁπηνίκα γὰρ φαίη τις ἂν αὐτοῖς· Ὁ μὴ εἰδὼς ἁμαρτίαν ἁμαρτία γέγονεν ὑπὲρ ἡμῶν, ἐξεπρίατο δὲ καὶ ἐκ τῆς κατάρας τοῦ νόμου τοὺς ὑπὸ νόμον, γενόμενος ὑπὲρ αὐτῶν κατάρα. Εἶτα πῶς ἂν ἐνδοιάσειέ τις ὡς ἐν καιροῖς δηλονότι καθ' οὓς ἐσαρκώθη τε καὶ γέγονεν ἄνθρωπος ὁ Μονογενής; {Α} Συνεισφέρεται τοίνυν τοῖς τῆς σαρκώσεως λόγοις, καὶ τὰ δι' αὐτὴν οἰκονομικῶς ἐπενηνεγμένα τῷ τὴν ἑκούσιον παθόντι κένωσιν, καθάπερ ἀμέλει καὶ τὸ πεινῆν καὶ τὸ κοπιᾶν. Ὥσπερ γὰρ οὐκ ἂν κεκοπίακεν αὐτὸς ᾧ ἡ πᾶσα δύναμις, οὐδ' ἂν εἴρητο πεινῆσαι, τροφὴ καὶ ζωὴ τῶν ὅλων ὑπάρχων αὐτός, μὴ οὐχὶ προοικειωσάμενος σῶμα τὸ πεινῆν τε καὶ κοπιᾶν πεφυκός, οὕτως οὐκ ἂν ἐν ἀνόμοις κατελογίσθη πώποτεγενέσθαι γὰρ οὕτω φαμὲν ἁμαρτίαν αὐτόνοὐκ ἂν γέγονε κατάρα, σταυρὸν ὑπομείνας τὸν δι' 720 ἡμᾶς, εἰ μὴ γέγονε σάρξ, τουτέστιν ἐσαρκώθη τε καὶ ἐνηνθρώπησε, τὴν καθ' ἡμᾶς <δι' ἡμᾶς> ὑπομείνας γέννησιν ἀνθρωποπρεπῶς, τὴν διά γέ φημι τῆς ἁγίας Παρθένου. {Β} Σύμφημι. Φρονεῖς γὰρ ὀρθῶς. {Α} Ἀσύνετον δὲ καὶ ἑτέρως τὸ οἴεσθαί τε καὶ λέγειν οὕτω γενέσθαι σάρκα τὸν Λόγον καθάπερ ἀμέλει κατάρα καὶ ἁμαρτία γέγονεν. {Β} Τίνα φὴς τρόπον; {Α} Οὐ γὰρ ἵνα λύσῃ τὴν ἀρὰν ἐπάρατος ἦν, καὶ ἵνα παύσῃ τὴν ἁμαρτίαν ἁμαρτίαν ἐποίησεν αὐτὸν ὁ Πατήρ; {Β} Ὧδε καὶ αὐτοί φασιν. {Α} Οὐκοῦν εἴπερ ἐστὶν ἀληθές, κατά γε τὸ αὐτοῖς εὖ ἔχειν ὑπειλημμένον, ὅτι γέγονεν οὕτω σὰρξ ὁ Λόγος καθὰ καὶ κατάρα καὶ ἁμαρτία, ἐπ' ἀναιρέσει σαρκὸς <σὰρξ γέγονε>. Εἶτα πῶς ἄφθαρτόν τε καὶ ἀνώλεθρον αὐτὴν ἀποφαίνει, ὡς ἔν γε πρώτῃ κατορθώσας τοῦτο τῇ ἰδίᾳ σαρκί; Οὐ γάρ τοι θνητὴν ἀπομεῖναι καὶ ὑπὸ φθορὰν ἀφῆκεν αὐτήν, παραπέμποντος εἰς ἡμᾶς τοῦ Ἀδὰμ τὴν ἐπὶ τῇ παραβάσει δίκην, ὡς σάρκα δὲ μᾶλλον ἀφθάρτου Θεοῦ, τουτέστιν ἰδίαν ἢ γοῦν ἑαυτοῦ, καὶ θανάτου καὶ φθορᾶς ἐπέκεινα θείς. {Β} Εὖ ἔφης. {Α} Ἔφη δέ που τὸ Γράμμα τὸ ἱερὸν τὸν μὲν πρῶτον ἄνθρωπον, τουτέστιν Ἀδάμ, εἰς ψυχὴν γενέσθαι ζῶσαν, τὸν δὲ ὕστερον, φημὶ Χριστόν, εἰς πνεῦμα ζωοποιόν. Ἆρ' οὖν ὥσπερ ἐπ' ἀναιρέσει κατάρας καὶ ἁμαρτίας γέγονε κατάρα καὶ ἁμαρτία, οὕτως ἐπ' ἀνατροπῇ τοῦ εἶναι εἰς ψυχὴν ζῶσαν γενέσθαι φαμὲν αὐτὸν εἰς πνεῦμα ζωοποιόν; Τὴν γάρ τοι τοῦ γενέσθαι δύναμιν εἰς τὸ ἀπηχὲς περιτρέποντες, οὕτω γενέσθαι σάρκα φασὶν αὐτὸν καθὰ καὶ ἀράν τε καὶ ἁμαρτίαν. Ἀναιρετέον οὖν ἄρα τοῦ Λόγου τὴν σάρκωσιν, ἢ γοῦν ἐνανθρώπησιν. Οὗ παραδεχθέντος εἰς ἀλήθειαν, οἴχεται μὲν ἅπας ἡμῖν ὁ τοῦ μυστηρίου λόγος, οὔτε δὲ ἐγεννήθη Χριστός, οὔτε ἀπέθανεν, οὔτε ἐγήγερται κατὰ τὰς Γραφάς. Ποῦ τοιγαροῦν ἡ πίστις, ἤτοι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν; Πῶς γὰρ ἤγειρεν αὐτὸν ὁ Θεὸς ἐκ νεκρῶν εἰ μὴ καὶ ἀπέθανε; Πῶς δ' ἂν καὶ ἀπέθανεν εἰ μὴ γεγέννηται κατὰ σάρκα; Ποῦ δὲ καὶ ἡ τῶν νεκρῶν ἀναβίωσις, ἐλπίδα τοῖς ἁγίοις εἰσφέρουσα τῆς ἀτελευτήτου ζωῆς, εἰ μὴ ἐγήγερται Χριστός; Ποῦ δὲ καὶ ἡ τῶν ἀνθρωπίνων σωμάτων ζωοποίησις, ἡ κατὰ μέθεξιν τελουμένη τῆς ἁγίας αὐτοῦ σαρκὸς καὶ αἵματος; 721 {Β} Σάρκα δὴ οὖν φαμεν γενέσθαι τὸν Λόγον, κατά γε τὴν ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν, ἣν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ὑπομεῖναι λέγεται, καίτοι πρὸ παντὸς αἰῶνος ὑπάρχων ὡς Θεός. {Α} Πάνυ μὲν οὖν. Οὕτω γὰρ γέγονεν ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς τῇ κατὰ πᾶν ὁτιοῦν δίχα τῆς ἁμαρτίας. Καὶ μαρτυρήσει λέγων ὁ πάνσοφος Παῦλος· Ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς