ΤΩι ΣΥΜΠΡEΣΒΥΤEΡΩι ΤIΜOΘEΩι ∆IOΝΥΣIOΣ

 πρὸς τοὺς θεαρχικοὺς ὕμνους ὑπ' αὐτῶν ὑπερκοσμίως φωτιζόμενοι καὶ πρὸς τὰς ἱερὰς ὑμνολογίας τυπούμενοι πρὸς τὸ καὶ ὁρᾶν τὰ συμμέτρως ἡμῖν δι' αὐτῶν δω

 γὰρ αἱ γνώσεις πᾶσαι τῶν ὄντων εἰσὶ καὶ εἰς τὰ ὄντα τὸ πέρας ἔχουσιν, ἡ πάσης οὐσίας ἐπέκεινα καὶ πάσης γνώσεώς ἐστιν ἐξῃρημένη. <5> Καὶ μήν, εἰ κρείτ

 <7> Oὕτως οὖν τῇ πάντων αἰτίᾳ καὶ ὑπὲρ πάντα οὔσῃ καὶ τὸ ἀνώνυμον ἐφαρμόσει καὶ πάντα τὰ τῶν ὄντων ὀνόματα, ἵνα ἀκριβῶς ᾖ τῶν ὅλων βασίλεια καὶ περὶ α

 πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ υἱός, οὓς θέλει, ζωοποιεῖ» καὶ ὅτι «Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν» Ὅτι δὲ καὶ τὴν κυρείαν ἔχει τῶν

 ἑναρχικῇ τριάδι καὶ κοινὸν ἡ ὑπερούσιος ὕπαρξις, ἡ ὑπέρθεος θεότης, ἡ ὑπεράγαθος ἀγαθότης, ἡ πάντων ἐπέκεινα τῆς ἐπέκεινα πάντων ὅλης ἰδιότητος ταὐτότ

 κεκοινώνηκε λόγον, εἰ μή πού τις φαίη κατὰ τὴν ἀγαθοπρεπῆ καὶ φιλάνθρωπον ὁμοβουλίαν καὶ κατὰ πᾶσαν τὴν ὑπερκειμένην καὶ ἄῤῥητον θεουργίαν, ἣν ἔδρακε

 Ἰησοῦ φησιν ἐν ταῖς συνηγμέναις αὐτῷ Θεολογικαῖς στοιχειώσεσιν· <10> Ἡ πάντων αἰτία καὶ ἀποπληρωτικὴ τοῦ υἱοῦ θεότης ἡ τὰ μέρη τῇ ὁλότητι σύμφωνα διασ

 <III.> <1> Καὶ πρώτην, εἰ δοκεῖ, τὴν παντελῆ καὶ τῶν ὅλων τοῦ θεοῦ προόδων ἐκφαντορικὴν ἀγαθωνυμίαν ἐπισκεψώμεθα τὴν ἀγαθαρχικὴν καὶ ὑπεράγαθον ἐπικαλ

 ἱεράρχαις, ἡνίκα καὶ ἡμεῖς, ὡς οἶσθα, καὶ αὐτὸς καὶ πολλοὶ τῶν ἱερῶν ἡμῶν ἀδελφῶν ἐπὶ τὴν θέαν τοῦ ζωαρχικοῦ καὶ θεοδόχου σώματος συνεληλύθαμεν, παρῆν

 χωρήσεις, αἱ ἀσύγχυτοι διακρίσεις, αἱ πρὸς τὰς κρείττους ἀναγωγικαὶ τῶν ὑφειμένων δυνάμεις, αἱ περὶ τὰ δεύτερα πρόνοιαι τῶν πρεσβυτέρων, αἱ τῶν οἰκείω

 κινεῖ καὶ τρέφει καὶ αὔξει καὶ τελειοῖ καὶ καθαίρει καὶ ἀνανεοῖ. Καὶ μέτρον ἐστὶ καὶ ἀριθμὸς ὡρῶν, ἡμερῶν καὶ παντὸς τοῦ καθ' ἡμᾶς χρόνου τὸ φῶς. Aὐτὸ

 μεταδόσεις καὶ ὡς πάντα πρὸς ἑαυτὸ καλοῦν, ὅθεν καὶ κάλλος λέγεται, καὶ ὡς ὅλα ἐν ὅλοις εἰς ταὐτὸ συνάγον, καλὸν δὲ ὡς πάγκαλον ἅμα καὶ ὑπέρκαλον καὶ

 καλὸν καὶ ἀγαθὸν τὸ ὑπὲρ πᾶσαν στάσιν καὶ κίνησιν. ∆ιὸ πᾶσα στάσις καὶ κίνησις καὶ ἐξ οὗ καὶ ἐν ᾧ καὶ εἰς ὃ καὶ οὗ ἕνεκα. Καὶ γὰρ «ἐξ αὐτοῦ καὶ δι' αὐ

 <12> Καίτοι ἔδοξέ τισι τῶν καθ' ἡμᾶς ἱερολόγων καὶ θειότερον εἶναι τὸ τοῦ ἔρωτος ὄνομα τοῦ τῆς ἀγάπης. Γράφει δὲ καὶ ὁ θεῖος Ἰγνάτιος· «Ὁ ἐμὸς ἔρως ἐσ

 ἀΐδιος κύκλος διὰ τἀγαθόν, ἐκ τἀγαθοῦ καὶ ἐν τἀγαθῷ καὶ εἰς τἀγαθὸν ἐν ἀπλανεῖ συνελίξει περιπορευόμενος καὶ ἐν ταὐτῷ καὶ κατὰ τὸ αὐτὸ καὶ προϊὼν ἀεὶ

 Πόθεν οὖν ἐστι τὸ κακόν Eἴποι τις. Eἰ γὰρ μὴ ἔστι τὸ κακόν, ἀρετὴ καὶ κακία ταὐτὸν καὶ ἡ πᾶσα τῇ ὅλῃ καὶ ἡ ἐν μέρει τῇ ἀνὰ λόγον ἢ οὐδὲ τὸ τῇ ἀρετῇ μ

 ἄλογον ἐπιθυμίαν, ἐν τούτῳ μὲν οὔτε ἔστιν οὔτε ὄντων ἐπιθυμεῖ, μετέχει δὲ ὅμως τἀγαθοῦ κατ' αὐτὸ τὸ τῆς ἑνώσεως καὶ φιλίας ἀμυδρὸν ἀπήχημα. Καὶ ὁ θυμὸ

 ἁπλῶς οὔτε κατὰ χρόνον. <22> Ἀλλ' οὔτε ἐν ἀγγέλοις ἐστὶ τὸ κακόν. Eἰ γὰρ ἐξαγγέλλει τὴν ἀγαθότητα τὴν θείαν ὁ ἀγαθοειδὴς ἄγγελος ἐκεῖνο ὢν κατὰ μέθεξι

 <24> Ἀλλὰ ψυχάς τις εἶναι λέγοι κακάς Eἰ μέν, ὅτι συγγίνονται κακοῖς προνοητικῶς καὶ σωστικῶς, τοῦτο οὐ κακόν, ἀλλ' ἀγαθὸν καὶ ἐκ τἀγαθοῦ τοῦ καὶ τὸ

 <30> Συνελόντι δὲ φάναι· Τὸ ἀγαθὸν ἐκ μιᾶς καὶ τῆς ὅλης αἰτίας, τὸ δὲ κακὸν ἐκ πολλῶν καὶ μερικῶν ἐλλείψεων. Oἶδεν ὁ θεὸς τὸ κακόν, ᾗ ἀγαθόν, καὶ παρ'

 ἀγαθότητας. <34> Oὐκ ἄρα ὂν τὸ κακόν, οὐδὲ ἐν τοῖς οὖσι τὸ κακόν. Oὐδαμοῦ γὰρ τὸ κακόν, ᾗ κακόν. Καὶ τὸ γίνεσθαι τὸ κακὸν οὐ κατὰ δύναμιν, ἀλλὰ δι' ἀσ

 τῆς παντελοῦς τοῦ ἑνὸς θεοῦ προνοίας ἐκφαντικήν, τὰς δὲ τῶν ὁλικωτέρων τοῦ αὐτοῦ καὶ μερικωτέρων. <3> Καίτοι φαίη τις· Ἀνθ' ὅτου τοῦ ὄντος τὴν ζωὴν κα

 <6> Πρώτην οὖν τὴν τοῦ αὐτὸ εἶναι δωρεὰν ἡ αὐτοϋπεραγαθότης προβαλλομένη τῇ πρεσβυτέρᾳ πρώτῃ τῶν μετοχῶν ὑμνεῖται. Καὶ ἔστιν ἐξ αὐτῆς καὶ ἐν αὐτῇ καὶ

 Eἰ γὰρ ὁ καθ' ἡμᾶς ἥλιος τὰς τῶν αἰσθητῶν οὐσίας καὶ ποιότητας καίτοι πολλὰς καὶ διαφόρους οὔσας ὅμως αὐτὸς εἷς ὢν καὶ μονοειδὲς ἐπιλάμπων φῶς ἀνανεοῖ

 θεοειδῆ καὶ ἀναλλοίωτον ἀθανασίαν καὶ τὴν ἀῤῥεπῆ καὶ ἀπαρέγκλιτον ἀεικινησίαν ὑπερεκτεινομένη διὰ περιουσίαν ἀγαθότητος καὶ εἰς τὴν δαιμονίαν ζωήν, οὐ

 καὶ τῆς αὐτοσοφίας καὶ τῆς ὅλης καὶ τῆς καθ' ἕκαστόν ἐστιν ὑποστάτις. <2> Ἐξ αὐτῆς αἱ νοηταὶ καὶ νοεραὶ τῶν ἀγγελικῶν νοῶν δυνάμεις τὰς ἁπλᾶς καὶ μακα

 πάντων αἰτίᾳ. ∆ιὸ καὶ ἐν πᾶσιν ὁ θεὸς γινώσκεται καὶ χωρὶς πάντων. Καὶ διὰ γνώσεως ὁ θεὸς γινώσκεται καὶ διὰ ἀγνωσίας. Καὶ ἔστιν αὐτοῦ καὶ νόησις καὶ

 αὐτοδύναμιν εἶναι καὶ τῷ ὑπερδύνασθαι καὶ ἀπειράκις ἀπείρους τῶν οὐσῶν δυνάμεων ἑτέρας παραγαγεῖν καὶ τῷ μὴ ἄν ποτε δυνηθῆναι τὰς ἀπείρους καὶ ἐπ' ἄπε

 αἰῶνος, ὡς κατ' οὐδὲν τῶν ὄντων ἐκπεπτωκότα, μᾶλλον δὲ καὶ ὑπερέχοντα καὶ προέχοντα πάντα τὰ ὄντα κατὰ δύναμιν ὑπερούσιον καὶ πᾶσι τοῖς οὖσι τὸ δύνασθ

 ὁρίζεται καὶ πᾶσα ἀνισότης ἡ κατὰ στέρησιν τῆς ἐν αὐτοῖς ἑκάστοις ἰσότητος ἐξορίζεται. Τὴν γὰρ ἀνισότητα εἴ τις ἐκλάβοι τὰς ἐν τῷ ὅλῳ τῶν ὅλων πρὸς ὅλ

 αὐχένα δὲ τὴν δόξαν ὡς ἐν μέσῳ λόγου καὶ ἀλογίας, στῆθος δὲ θυμόν, γαστέρα δὲ τὴν ἐπιθυμίαν, σκέλη δὲ καὶ πόδας τὴν φύσιν ἐλέγομεν τοῖς τῶν μερῶν ὀνόμ

 αὐτὸν τῶν ἀπ' αὐτοῦ προεληλυθότων ἐπιστροφήν. <10> Eἰ δέ τις τὴν ταὐτοῦ τῶν λογίων ἢ τὴν τῆς δικαιοσύνης θεωνυμίαν ἐπὶ τοῦ ἴσου λαμβάνοι, ῥητέον ἴσον

 ὑπάρχοντα, καθ' ὅσον καὶ πρὸ αἰῶνός ἐστι καὶ ὑπὲρ αἰῶνα καὶ «ἡ βασιλεία» αὐτοῦ «βασιλεία πάντων τῶν αἰώνων». Ἀμήν. <ΧI.> <1> Ἄγε δὴ τὴν θείαν καὶ ἀρχι

 καὶ οὐκ ἄν ποτε ἑκόντα ἠρεμεῖν ἐθελήσοι. Καὶ εἰ μὲν ἑτερότητα καὶ διάκρισιν ὁ ταῦτα λέγων φησὶ τὴν ἑκάστου τῶν ὄντων ἰδιότητα καὶ ὅτι ταύτην οὐδὲ ἓν τ

 αὐτοθέωσιν, ὧν τὰ ὄντα οἰκείως ἑαυτοῖς μετέχοντα καὶ ὄντα καὶ ζῶντα καὶ ἔνθεα καὶ ἔστι καὶ λέγεται καὶ τὰ ἄλλα ὡσαύτως. ∆ιὸ καὶ πρῶτον αὐτῶν ὁ ἀγαθὸς

 Τέλειον μὲν οὖν ἐστιν οὐ μόνον ὡς αὐτοτελὲς καὶ καθ' ἑαυτὸ ὑφ' ἑαυτοῦ μονοειδῶς ἀφοριζόμενον καὶ ὅλον δι' ὅλου τελειότατον, ἀλλὰ καὶ ὡς ὑπερτελὲς κατὰ

 Καὶ οὐδὲ αὐτὸ τὸ τῆς ἀγαθότητος ὡς ἐφαρμόζοντες αὐτῇ προσφέρομεν, ἀλλὰ πόθῳ τοῦ νοεῖν τι καὶ λέγειν περὶ τῆς ἀῤῥήτου φύσεως ἐκείνης τὸ τῶν ὀνομάτων σε

<7> Oὕτως οὖν τῇ πάντων αἰτίᾳ καὶ ὑπὲρ πάντα οὔσῃ καὶ τὸ ἀνώνυμον ἐφαρμόσει καὶ πάντα τὰ τῶν ὄντων ὀνόματα, ἵνα ἀκριβῶς ᾖ τῶν ὅλων βασίλεια καὶ περὶ αὐτὴν ᾖ τὰ πάντα καὶ αὐτῆς ὡς αἰτίας, ὡς ἀρχῆς, ὡς πέρατος ἐξηρτημένα καὶ αὐτὴ κατὰ τὸ λόγιον ᾖ «τὰ πάντα ἐν πᾶσι» καὶ ἀληθῶς ὑμνῆται πάντων ὑποστάτις, ἀρχηγικὴ καὶ τελειωτικὴ καὶ συνεκτική, φρουρὰ καὶ ἑστία καὶ πρὸς ἑαυτὴν ἐπιστρεπτικὴ καὶ ταῦτα ἡνωμένως, ἀσχέτως, ἐξῃρημένως. Oὐ γὰρ συνοχῆς ἢ ζωῆς ἢ τελειώσεως αἰτία μόνον ἐστίν, ἵνα ἀπὸ μόνης ταύτης ἢ τῆς ἑτέρας προνοίας ἡ ὑπερώνυμος ἀγαθότης ὀνομασθείη. Πάντα δὲ ἁπλῶς καὶ ἀπεριορίστως ἐν ἑαυτῇ τὰ ὄντα προείληφε ταῖς παντελέσι τῆς μιᾶς αὐτῆς καὶ παναιτίου προνοίας ἀγαθότησι καὶ ἐκ τῶν ὄντων ἁπάντων ἐναρμονίως ὑμνεῖται καὶ ὀνομάζεται. <8> Καὶ γοῦν οὐ ταύτας μόνας οἱ θεολόγοι τὰς θεωνυμίας πρεσβεύουσι τὰς ἀπὸ τῶν παντελῶν ἢ τῶν μερικῶν προνοιῶν ἢ τῶν προνοουμένων, ἀλλὰ καὶ ἀπό τινων ἔσθ' ὅτε θείων φασμάτων ἐν τοῖς ἱεροῖς ἀνακτόροις ἢ ἄλλοθί που τοὺς μύστας ἢ τοὺς προφήτας καταλαμψάντων κατ' ἄλλας καὶ ἄλλας αἰτίας τε καὶ δυνάμεις ὀνομάζουσι τὴν ὑπερφαῆ καὶ ὑπερώνυμον ἀγαθότητα. Καὶ μορφὰς αὐτῇ καὶ τύπους ἀνθρωπικοὺς ἢ πυρίους ἢ ἠλεκτρίνους περιτιθέασι καὶ ὀφθαλμοὺς αὐτῆς καὶ «ὦτα» καὶ πλοκάμους καὶ πρόσωπα καὶ χεῖρας καὶ μετάφρενα καὶ πτερὰ καὶ βραχίονας καὶ ὀπίσθια καὶ «πόδας» ὑμνοῦσιν. Στεφάνους τε καὶ θώκους καὶ ποτήρια καὶ κρατῆρας αὐτῇ καὶ ἄλλα ἅττα μυστικὰ περιπλάττουσι, περὶ ὧν ἐν τῇ Συμβολικῇ θεολογίᾳ κατὰ δύναμιν ἐροῦμεν. Νῦν δέ, ὅσα τῆς παρούσης ἐστὶ πραγματείας, ἐκ τῶν λογίων συναγαγόντες καὶ ὥσπερ τινὶ κανόνι τοῖς εἰρημένοις χρώμενοι καὶ πρὸς αὐτὰ σκοποῦντες ἐπὶ τὴν ἀνάπτυξιν τῶν νοητῶν θεωνυμιῶν προΐωμεν καί, ὅπερ ἀεὶ κατὰ πᾶσαν ἡμῖν θεολογίαν ὁ ἱεραρχικὸς θεσμὸς ὑφηγεῖται, θεοπτικῇ διανοίᾳ τὰς θεοφανεῖς ἐποπτεύσωμεν, κυρίως εἰπεῖν, θεωρίας καὶ ὦτα ἱερὰ ταῖς τῶν ἱερῶν θεωνυμιῶν ἀναπτύξεσι παραθώμεθα τοῖς ἁγίοις τὰ ἅγια κατὰ τὴν θείαν παράδοσιν ἐνιδρύοντες καὶ τῶν ἀμύστων αὐτὰ γελώτων καὶ ἐμπαιγμῶν ἐξαιρούμενοι, μᾶλλον δὲ αὐτοὺς ἐκείνους, εἴπερ ὅλως εἰσὶ τοιοίδε τινὲς ἄνθρωποι, τῆς ἐπὶ τούτῳ θεομαχίας ἀπολυτρούμενοι. Σοὶ μὲν οὖν ταῦτα φυλάξαι χρεών, ὦ καλὲ Τιμόθεε, κατὰ τὴν ἱερωτάτην ὑφήγησιν καὶ μήτε ·ητὰ μήτε ἔκφορα τὰ θεῖα ποιεῖν εἰς τοὺς ἀμυήτους. Ἐμοὶ δὲ δώη ὁ θεὸς θεοπρεπῶς ὑμνῆσαι τὰς τῆς ἀκλήτου καὶ ἀκατονομάστου θεότητος ἀγαθουργικὰς πολυωνυμίας, καὶ μὴ περιέλοι «λόγον ἀληθείας» ἀπὸ τοῦ στόματός μου. <II.> <1> Τὴν θεαρχικὴν ὅλην ὕπαρξιν, ὅ τι ποτέ ἐστιν, ἡ αὐτοαγαθότης ἀφορίζουσα καὶ ἐκφαίνουσα πρὸς τῶν λογίων ὕμνηται. Καὶ τί γὰρ ἄλλο μαθεῖν ἐστιν ἐκ τῆς ἱερᾶς θεολογίας, ὁπόταν φησὶ τὴν θεαρχίαν αὐτὴν ὑφηγουμένην εἰπεῖν· «Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ»; «Oὐδεὶς ἀγαθός, εἰ μὴ μόνος ὁ θεός». Τοῦτο μὲν οὖν καὶ ἐν ἄλλοις ἐξετασθὲν ἡμῖν ἀποδέδεικται τὸ πάσας ἀεὶ τὰς θεοπρεπεῖς ἐπωνυμίας οὐ μερικῶς, ἀλλ' ἐπὶ τῆς ὅλης καὶ παντελοῦς καὶ ὁλοκλήρου καὶ πλήρους θεότητος ὑπὸ τῶν λογίων ὑμνεῖσθαι καὶ πάσας αὐτὰς ἀμερῶς, ἀπολύτως, ἀπαρατηρήτως, ὁλικῶς ἁπάσῃ τῇ ὁλότητι τῆς ὁλοτελοῦς καὶ πάσης θεότητος ἀνατίθεσθαι. Καὶ γοῦν, ὡς ἐν ταῖς Θεολογικαῖς ὑποτυπώσεσιν ὑπεμνήσαμεν, εἰ μὴ περὶ τῆς ὅλης θεότητος φαίη τις τοῦτο εἰρῆσθαι, βλασφημεῖ καὶ ἀποσχίζειν ἀθέσμως τολμᾷ τὴν ὑπερηνωμένην ἑνάδα. Ῥητέον οὖν, ὡς ἐπὶ πάσης τῆς θεότητος αὐτὸ ἐκληπτέον. Καὶ γὰρ αὐτός τε ὁ ἀγαθοφυὴς ἔφη λόγος· «Ἐγὼ ἀγαθός εἰμι», καί τις τῶν θεολήπτων προφητῶν ὑμνεῖ τὸ πνεῦμα τὸ ἀγαθόν. Καὶ αὖθις τό· «Ἐγώ εἰμι ὁ ὢν» εἰ μὴ καθ' ὅλης φήσουσι τῆς θεότητος ὑμνεῖσθαι, καθ' ἓν δὲ μέρος αὐτὸ περιγράψαι βιάσαιντο, πῶς ἀκούσονται τοῦ· Τάδε λέγει «ὁ ὤν, ὃ ἦν, ὁ ἐρχόμενος, ὁ παντοκράτωρ» καί «Σὺ δὲ ὁ αὐτὸς εἶ» καί «Τὸ πνεῦμα τῆς ἀληθείας» τὸ ὄν, «ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται»; Καὶ εἰ μὴ ὅλην εἶναί φασι τὴν ζωαρχίαν, πῶς ἀληθὴς ὁ φήσας ἱερὸς λόγος· «Ὥσπερ ὁ