σωτηρίας, εὐχαριστίᾳ δὲ τῆς θείας ἀγαθότητος εἰς τὸν ἱερὸν χῶρον συναγαγὼν ἐν ἀρχῇ μὲν ὕμνον τινὰ τοῖς λογίοις ἐγκείμενον ἅμα πᾶσι τοῖς τῆς ἐκκλησίας πληρώμασιν ἱερολογεῖ καὶ μετὰ τοῦτο τὴν ἱερὰν ἀσπασάμενος τράπεζαν πρὸς τὸν ἄνδρα παρόντα πρόεισι καὶ πυνθάνεται παρ' αὐτοῦ τί βουλόμενος ἥκοι. <5> Τοῦ δὲ θεοφιλῶς αἰτιασαμένου κατὰ τὴν τοῦ ἀναδόχου παράδοσιν τὴν ἀθεότητα τὴν ἀγνωσίαν τοῦ ὄντως καλοῦ τὴν τῆς ἐνθέου ζωῆς ἀνενεργησίαν, ἀξιοῦντός τε διὰ τῆς ἱερᾶς αὐτοῦ μεσιτείας θεοῦ καὶ τῶν θείων τυχεῖν, μαρτύρεται μὲν αὐτῷ τὴν ὀφειλομένην ὁλικὴν γενέσθαι προσέλευσιν ὡς παντελείῳ καὶ ἀμώμῳ ὄντι θεῷ, καὶ τὴν ἔνθεον αὐτῷ πολιτείαν ὑφηγησάμενος καὶ προσερωτήσας, εἰ οὕτω πολιτεύσαιτο, μετὰ τὴν ὁμολογίαν ἐπιτίθησιν αὐτοῦ τῇ κεφαλῇ τὴν χεῖρα καὶ σφραγισάμενος ἀπογράψασθαι κελεύει τοῖς ἱερεῦσι τὸν ἄνδρα καὶ τὸν ἀνάδοχον. <6> Τῶν δὲ ἀπογραψαμένων εὐχὴν ἱερὰν ποιεῖται, καὶ ταύτην ἁπάσης αὐτῷ τῆς ἐκκλησίας συμπληρωσάσης ὑπολύει μὲν αὐτὸν καὶ ἀπαμφιέννυσι διὰ τῶν λειτουργῶν. Eἶτα στήσας ἐπὶ δυσμαῖς προσέχοντα καὶ τὰς χεῖρας ἀπωθοῦντα πρὸς τὴν αὐτὴν ἀπεστραμμένας χώραν ἐμφυσῆσαι μὲν αὐτῷ τρὶς διακελεύεται τῷ Σατανᾷ καὶ προσέτι τὰ τῆς ἀποταγῆς ὁμολογῆσαι, καὶ τρὶς αὐτῷ τὴν ἀποταγὴν αρτυρόμενος ὁμολογήσαντα τρὶς τοῦτο μετάγει πρὸς ἕω καὶ πρὸς οὐρανὸν ἀναβλέψαντα καὶ τὰς χεῖρας ἀνατείναντα κελεύει συντάξασθαι τῷ Χριστῷ καὶ πάσαις ταῖς θεοπαραδότοις ἱερολογίαις. <7> Τοῦ δὲ καὶ τοῦτο πεποιηκότος μαρτύρεται πάλιν αὐτῷ τρὶς τὴν ολογίαν, καὶ πάλιν αὐτοῦ τρὶς ὁμολογήσαντος ἐπευξάμενος εὐλογεῖ καὶ χειροθετεῖ. Καὶ τελείως ἀπαμφιεσάντων αὐτὸν τῶν λειτουργῶν κομίζουσι μὲν οἱ ἱερεῖς τὸ τῆς χρίσεως ἅγιον ἔλαιον, ὁ δὲ τῆς χρίσεως διὰ τοῦ σφραγίσαι τρὶς ἀπαρξάμενος τὸ λοιπὸν τοῖς ἱερεῦσι τὸν ἄνδρα χρῖσαι πανσώμως παραδοὺς αὐτὸς ἐπὶ τὴν μητέρα τῆς υἱοθεσίας ἔρχεται καὶ τὸ ταύτης ὕδωρ ἱεραῖς ἐπικλήσεσι καθαγιάσας καὶ τρισὶ τοῦ παναγεστάτου μύρου σταυροειδέσι χύσεσι τελειώσας αὐτὸ καὶ ταῖς τοῦ μύρου πανιέροις ἐπιβολαῖς ἰσαρίθμως τὸ ἱερὸν τῆς τῶν θεολήπτων προφητῶν ἐπιπνοίας μελῴδημα συνεπιφθεγξάμενος κελεύει τὸν ἄνδρα προσκομισθῆναι. Καί τινος ἱερέως ἐκ τῆς ἀπογραφῆς αὐτόν τε καὶ τὸν ἀνάδοχον ἀνακηρύξαντος ὁ μὲν ὑπὸ τῶν ἱερέων ἐπὶ τοῦ ὕδατος ἄγεται πρὸς τὴν τοῦ ἱεράρχου χεῖρα χειραγωγούμενος, ὁ δὲ ἱεράρχης ἄνωθεν ἑστηκὼς ἀναβοησάντων πάλιν ἐπὶ τοῦ ἱεράρχου κατὰ τὸ ὕδωρ τὸ ὄνομα τοῦ τελουμένου τῶν ἱερέων, τρὶς μὲν αὐτὸν [ὁ ἱεράρχης] βαπτίζει ταῖς τρισὶ τοῦ τελουμένου καταδύσεσι καὶ ἀναδύσεσι τὴν τρισσὴν τῆς θείας μακαριότητος ἐπιβοήσας ὑπόστασιν· καὶ παραλαβόντες αὐτὸν οἱ ἱερεῖς ἐγχειρίζουσι τῷ τῆς προσαγωγῆς ἀναδόχῳ τε καὶ ἡγεμόνι καὶ σὺν αὐτῷ περιβαλόντες ἐσθῆτα τῷ τελουμένῳ κατάλληλον ἐπὶ τὸν ἱεράρχην αὖθις ἄγουσιν. Ὁ δὲ τῷ θεουργικωτάτῳ μύρῳ τὸν ἄνδρα σφραγισάμενος μέτοχον ἀποφαίνει λοιπὸν τῆς ἱεροτελεστικωτάτης εὐχαριστίας. <8> Ταῦτα δὲ τελέσας ἀπὸ τῆς ἐπὶ τὰ δεύτερα προόδου πάλιν ἐπὶ τὴν τῶν πρώτων ἀνατείνεται θεωρίαν ὡς κατὰ μηδένα καιρὸν ἢ τρόπον ἐπ' ἀλλοτρίῳ τινὶ παρὰ τὰ οἰκεῖα τρεπόμενος, ἀλλ' ἀπὸ θείων εἰς θεῖα προσεχῶς καὶ ἀεὶ τῷ θεαρχικῷ πνεύματι μεταταττόμενος. Θεωρία. <1> Aὕτη μὴν ὡς ἐν συμβόλοις ἡ τῆς ἱερᾶς τελετὴ θεογενεσίας οὐδὲν ἀπρεπὲς ἢ ἀνίερον οὐδὲ τῶν αἰσθητῶν ἔχουσα εἰκόνων, ἀλλ' ἀξιοθέου θεωρίας αἰνίγματα φυσικοῖς καὶ ἀνθρωποπρεπέσιν ἐσόπτροις ἐνεικονιζόμενα. Τί γὰρ ἂν φανείη διαμαρτάνουσα καὶ τοῦ θειοτέρου λόγου τῶν τελουμένων σεσιγημένου πειθοῖ καὶ θεορρημοσύνῃ τὴν τοῦ προσιόντος εὐζωΐαν ἱερῶς διαπραγματευομένη καὶ τὴν ἁπάσης ὁμοῦ κακίας δι' ἐναρέτου καὶ θείας ζωῆς ἀποκάθαρσιν τῇ δι' ὕδατος φυσικῇ καθάρσει σωματικώτερον αὐτῷ διαγγέλλουσα; Ταύτῃ δ' οὖν, εἰ καὶ μηδέν τι θειότερον εἶχεν ἡ τῶν τελουμένων συμβολικὴ παράδοσις, οὐκ ἀνίερος ἦν ὡς οἶμαι διδασκαλίαν μὲν εὐθέτου ζωῆς εἰσηγουμένη, τὴν παντελῆ δὲ τῆς ἐν κακίᾳ πολιτείας