4
ἐκλιποῦσι ζωὴν ἐχαρίσατο. Οὗτος ἀπολλυμένου τοῦ λαοῦ ὑπὸ τῶν ἐχθρῶν προσῆλθε τοῖς ἡγουμένοις, καὶ διὰ τεραστίων φοβηθέντες ἐπαύσαντο. Τότε ἔλεγεν αὐτοῖς ὅτι· διαπεφωνήκαμεν· ἀπώλετο ἡ ἐλπὶς ἡμῶν, καὶ ἐν τέρασι τῶν ὀστέων τῶν νεκρῶν αὐτοὺς ἔπεισεν, ὅτι ἔσται ἐλπὶς τῷ Ἰσραήλ, καὶ ἐνταῦθα καὶ ἐπὶ τοῦ μέλλοντος. Οὗτος ἐκεῖ ὢν ἐδείκνυε τῷ λαῷ Ἰσραὴλ τὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ ναῷ γινόμενα. Οὗτος ἡρπάγη ἐκεῖθεν εἰς Ἱερουσαλὴμ εἰς ἔλεγχον τῶν ἀπίστων. Οὗτος κατὰ τὸν Μωϋσῆν εἶδε τὸν τύπον τοῦ ναοῦ, οὗ τὸ τεῖχος καὶ τὸ περίτειχος πλατύ, καθὼς εἶπε ∆ανιήλ, ὅτι κτισθήσεται. Οὗτος ἔκρινεν ἐν Βαβυλῶνι τὴν φυλὴν τοῦ Γάδ, ὅτι ἠσέβουν εἰς κύριον διώκοντες τοὺς τὸν νόμον φυλάσσοντας, καὶ ἐποίησεν τοὺς ὄφεις ἀναλίσκειν τὰ βρέφη καὶ πάντα τὰ κτήνη αὐτῶν λέγων, ὅτι· δι' αὐτοὺς οὐκ ἐπιστρέψει ὁ λαὸς εἰς τὴν γῆν αὐτοῦ. Ἐξ ὧν καὶ ἀνῃρέθη.
ιςʹ. ∆ανιὴλ ἦν ἐκ Βεθόρων τῆς ἀνωτέρας φυλῆς Ἰούδα· γένους τῶν ἐξοχωτάτων τῆς βασιλικῆς ὑπηρεσίας, καὶ ἔτι νήπιος ὢν ἀπῆλθεν εἰς γῆν Χαλδαίων. Ἦν δὲ ἀνὴρ σώφρων, ὥστε δοκεῖν τοὺς Ἰουδαίους εἶναι αὐτὸν σπάδοντα. Πολλὰ δὲ ἐπένθησεν ἐπὶ τὴν πόλιν καὶ ἐν νηστείᾳ ἤσκησεν 65 ἀπὸ πάσης τροφῆς ἐπιθυμητῆς. Καὶ ὑπὲρ τοῦ Ναβουχοδονόσορ πολλὰ ηὔξατο· παρακαλοῦντος αὐτὸν Βαλτάσαρ τοῦ υἱοῦ αὐτοῦ ὅτε γέγονεν θηρίον καὶ κτῆνος, ἵνα μὴ ἀπώληται. Ἦν γὰρ τὰ ἐμπρόσθια αὐτοῦ ὡς βοῦς σὺν τῇ κεφαλῇ, καὶ οἱ πόδες σὺν τοῖς ὀπισθίοις ὡς λέων. Ἀπεκαλύφθη δὲ τῷ ἁγίῳ περὶ τοῦ μυστηρίου τούτου, ὅτι θηρίον μὲν γέγονε διὰ τὸ φιλήδονον αὐτοῦ καὶ σκληροτράχηλον, κτῆνος δὲ ὅτι ὑπὸ ζυγὸν ἦν τοῦ Βελίαρ καὶ ὑπήκοος· καὶ ὡς μὲν βοῦς ἤσθιε χόρτον· ἐγίνετο δὲ αὐτῷ ἀνθρωπίνης φύσεως τροφή. Ἐκρατήθη δὲ ἡ γλῶσσα αὐτοῦ τοῦ μὴ λαλεῖν· καὶ νοῶν εὐθέως ἐδάκρυε, καὶ παρεκάλει τὸν θεὸν κατὰ νοῦν πᾶσαν ἡμέραν καὶ ὥραν· οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ γεγόνασι κρεώδεις ἐκ πολλῶν δακρύων. Καὶ πολλοὶ τῆς πόλεως ἑώρων αὐτὸν καὶ ἐθαύμαζον. Ὁ δὲ ∆ανιὴλ μόνος οὐκ ἠθέλησεν ἰδεῖν αὐτόν. Ἀλλὰ πάντα τὸν χρόνον τῆς ἀλλοιώσεως αὐτοῦ ἐν προσευχῇ ἦν περὶ αὐτοῦ, δεόμενος τοῦ θεοῦ. Ἔλεγε γάρ· ὅτι πάλιν ἄνθρωπος γενήσεται καὶ ἠπίστουν αὐτῷ. Ὁ δὲ ∆ανιὴλ τὰ ἑπτὰ ἔτη ἃ εἶπεν ἑπτὰ καιροὺς ἐποίησε γενέσθαι ἑπτὰ μῆνας καὶ τὸ μυστήριον τῶν ζʹ καιρῶν ἐτελειώθη ἐπ' αὐτὸν μετὰ τὴν ἄφεσιν τῆς ἀνομίας αὐτοῦ. Καὶ ἀπέδωκεν πάλιν αὐτῷ ὁ θεὸς τὴν βασιλείαν αὐτοῦ, οὔτε δὲ ἄρτον ἢ κρέας ἔφαγεν, οὔτε οἶνον ἔπιεν ἐξομολογούμενος τῷ θεῷ, ὅτι ∆ανιὴλ αὐτῷ προσέταξεν ὀσπρέοις βρεκτοῖς καὶ χλόαις ἐξιλεώσασθαι τὸν 66 θεόν· διὰ τοῦτο ἐκάλεσεν αὐτὸν Βαλτάσαρ, ὅτι ἠθέλησεν αὐτὸν συγκληρονόμον καταστῆσαι τῶν τέκνων αὐτοῦ· ἀλλ' εἶπεν ὁ ὅσιος· ἵλεώς μοι ἀφεῖναι κληρονομίαν πατέρων μου, καὶ κολληθῆναι κληρονομίᾳ ἀπεριτμήτων. Καὶ τοῖς μετέπειτα δὲ βασιλεῦσι Περσῶν πολλὰ ἐποίησε τεράστια, ὅσα οὐκ ἔγραψα· δεύτερον δὲ ἐβλήθησαν τῷ λάκκῳ τῶν λεόντων ὑπὲρ εὐσεβείας καὶ ἀγάπης θεοῦ. Τὸ μὲν γὰρ πρῶτον, ἐπειδὴ τῶν Βαβυλωνίων προσευχομένων ∆αρείῳ τῷ βασιλεῖ μόνος αὐτὸς τῷ θεῷ προσηύχετο. Τὸ δὲ δεύτερον, διότι τὸν Βῆλ κατέστρεψε καὶ τὸν δράκοντα ἐφόνευσεν ἐπὶ Κύρου τοῦ βασιλέως, καὶ αὐτὸς μὲν διεσώθη, καὶ ἀβλαβὴς ἀπὸ τῶν λεόντων ἀνῆλθεν ἐκ τοῦ λάκκου. Οἱ δὲ ἐπιβουλεύσαντες αὐτῷ ἐβλήθησαν εἰς τὸν λάκκον τῶν λεόντων, καὶ εὐθὺς κατεβρώθησαν ὑπ' αὐτῶν· μετὰ δὲ ταῦτα γηράσας καὶ τελευτήσας ἐν εἰρήνῃ, ἐτάφη ἐκεῖ ἐν τῷ σπηλαίῳ τῷ βασιλικῷ μόνος ἐνδόξως. Ἔδωκε δὲ τέρας ἐν ὄρεσι τοῖς ὑπεράνω τῆς Βαβυλῶνος λέγων· ὅτε καπνισθήσεται τὰ ἐκ βοῤῥᾶ, ἥξει τὸ τέλος Βαβυλῶνος, ὅτε δὲ ὡς πυρὶ καίεται, τὸ τέλος πάσης τῆς γῆς. Ἐὰν δὲ τὰ ἐν τῷ νότῳ ὄρη ῥεύσωσιν ὕδατα, ἐπιστρέψει ὁ λαὸς εἰς τὴν γῆν αὐτῶν· καὶ ἐὰν αἷμα ῥεύσωσιν, φόνος ἔσται τοῦ Βελίαρ ἐν πάσῃ τῇ γῇ.
αʹ. Ἠλίας ὁ Θεσβίτης ἦν ἐκ γῆς Ἀράβων φυλῆς Ἀαρών, οἰκῶν ἐν Γαλαάδ, ὅτι ἡ Θεσβὶς δῶμα ἦν τοῖς ἱερεῦσιν. Ὅτε δὲ ἔμελλε τίκτεσθαι, εἶδε Σοβαχὰ ἡ μήτηρ