1

 2

 3

 4

 5

 6

4

Σωτὴρ τοῦ κόσμου Χριστός· Λάβετε, φάγετε· τοῦτό μου ἐστὶ τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Πλουσία τῆς παρθενικῆς ἡ πανάρετος τράπεζα, ὦ ἀγαπητοὶ, παντοίων καλῶν βρωμάτων πρὸς ἀπόλαυσιν τῇ οἰκουμένῃ ἐδωρήσατο ἡ ὁσία Παρθένος καὶ μήτηρ τοῦ Χριστοῦ, ἡ τὸν φωτεινὸν λύχνον τὸν ἐκλάμποντα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς βαστάσασα Χριστόν· πρὸς ἣν ὁ προφήτης Ζαχαρίας· Ἰδοὺ λυχνία χρυσῆ καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς. Τοιγαροῦν καὶ ὁ ∆αβὶδ τὸ μελῳδικὸν ᾆσμα τοῦτο βοᾷ· Λύχνος τοῖς ποσί μου ὁ λόγος σου, καὶ φῶς τοῖς τρίβοις μου. Ὦ λυχνία παρθενικὴ, ἡ τὸ σκότος ἀπελαύνουσα καὶ τὸ φῶς καταυγάζουσα. Ὦ λυχνία παρθενικὴ, ἡ τὸ πῦρ καὶ τὸ ἔλαιον ἀχώριστον πρὸς φωτισμὸν ἐνέγκασα. Ὦ λυχνία παρθενικὴ, τρίφωτον ἓν πῦρ ἄσβεστον, ὁμοούσιον ἀφ' ὑψηλοτάτου θρόνου λαβοῦσα, καὶ πρὸς φωτισμὸν τῆς οἰκουμένης ἐκλάμψασα. Ὦ λυχνία παρθενικὴ, περὶ ἧς διὰ τοῦ Προφήτου λέγει ὁ Θεός· Ἐκεῖ ἐξανατελῶ κέρας τῷ ∆αβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Ὁ βασιλικὸς στέφανος, τὸν μαργαριτοειδῆ πολύτιμον ἔχουσα λίθον Χριστόν· ἡ βασιλικὴ πορφύρα, τὸν οὐρανοῦ καὶ γῆς ἐνδύσασα βασιλέα τὸ οἰκουμενικὸν τοῦ σώματος πορφυροειδὲς ἔνδυμα· ἡ ἀκηλίδωτος τῶν Χριστιανῶν πίστις· ἡ ἀκατάληπτος βίβλος, ἡ τὸν Λόγον καὶ τὸν Υἱὸν τοῦ Πατρὸς τῷ κόσμῳ παραναγνώσασα. Ἡ μακαρία ἐν γυναιξὶν, ἡ τὸν Λόγον ἐκ σοῦ σαρκωθέντα τεκοῦσα, Λόγον τὸν τοῦ Πατρὸς Υἱὸν, Λόγον τὸν προαιώνιον Θεὸν, Λόγον ἄναρχον, καὶ ἀΐδιον, Λόγον τὸν σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι προσκυνούμενον, Λόγον τὸν σύνθρονον τοῦ Πατρὸς, Λόγον τὸν ἐπὶ τῶν χερουβεὶμ καθήμενον, Λόγον, ὃν τὰ τετράμορφα ζῶα δοξολογοῦσι, Λόγον τὸν τοὺς ἀγγέλους κτίσαντα, Λόγον τὸν ἀρχὰς καὶ ἐξουσίας εἶναι ποιήσαντα, Λόγον τὸν οὐρανοὺς ἐκτείναντα, καὶ τὴν γῆν ἑδράσαντα, Λόγον τὸν ἀληθινὸν Θεὸν Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν, ὃν ἔτεκες, παναγία Παρθένε, καὶ μετὰ τόκον πάλιν παρθένος, ἡ τὸν μαργαρίτην τεκοῦσα, καὶ τὸν βασιλικὸν στέφανον πλέξασα. Ὦ μακαρία Παρθένε, ἡ τὴν οὐράνιον δόξαν βλαστήσασα, ἡ ἀπὸ πολλῶν ἀνθῶν τοῦ παραδείσου τὸν κόσμον εὐωδίᾳ πληρώσασα. Κρίνον ἄσπιλον ὑπάρχει ἡ Παρθένος, τὸ ἀμάραντον ῥόδον γεννήσασα Χριστὸν, ἡ ἄμπελος τῆς ἀληθείας, ἡ πολύφορος καὶ ἀτρύγητος τῇ παρθενίᾳ, ἡ μὴ σκαφεῖσα, καὶ βοτρυοφορήσασα, ἡ τὸν πέπειρον βότρυν βλαστήσασα Χριστόν. Πῶς οὖν ἐβλάστησας, πεῖσον ἡμᾶς, παναγία Παρθένε· πῶς μήτηρ Θεοῦ ὤφθης ἐπὶ γῆς, Λόγον προαιώνιον δεξαμένη. Ἡ κοιλιοφορήσασα παρθένος ἐγὼ ἄφθαρτος, ναὸς ἀμόλυντος γέγονα τοῦ ἐνοικήσαντος ἐν ἐμοὶ Λόγου Θεοῦ ἀπειρογάμου.

43.497 Τὸν Ἐμμανουὴλ ἐν ἀφθάρτῳ κοιλίᾳ φέρουσα, εἰς γαστέρα ἀμόλυντον, ἀφομοιουμένη θρόνῳ χερουβικῷ· εἰς ἣν ὁ Λόγος τοῦ Πατρὸς σὰρξ ἐγένετο, ὁ ἄναρχος καὶ ἀόρατος· ὁρατὸς οἰκονομικῶς, ὁ ἐνανθρωπήσας Θεός· πεῖραν οὐκ ἐγνωκυῖα ἀνδρὸς, τὸν προαιώνιον Θεὸν Ἰησοῦν Χριστὸν ἔτεκον. Παρθένος γὰρ καὶ νῦν ὑπάρχω μετὰ τὸν τόκον, καθαρωτέρα τοῦ πρώην. Ἀπόνως ἔτεκον, οὐχ ὡς πᾶσα γυνή· ἀνόμοια γὰρ ἐμοῦ κἀκείνων τὰ μεταξὺ πράγματα. Οὐκ ἔγνω φύσις ἀνθρώπων τὸν τόκον μου, εἰ μὴ μόνος ὁ ἐν ἐμοὶ οἰκήσας Θεός. Ὦ Παρθένε, φρικτὸν τῆς Ἐκκλησίας κειμήλιον, τὸ μέγα τυχὸν μυστήριον, ἱερέα καλεῖ τὴν παρθένον ὁμοῦ τε καὶ θυσιαστήριον· ἥτις τραπεζοφοροῦσα τὸν οὐράνιον ἄρτον Χριστὸν ἔδωκεν ἡμῶν εἰς ἄφεσιν ἁμαρτιῶν. Ὢ γαστὴρ ἀμόλυντος οὐρανὸν κύκλον ἔχουσα, καὶ Θεὸν ἀχώρητον, ἐν σοὶ δὲ χωρητὸν βαστάσασα. Ὢ γαστὴρ οὐρανοῦ πλατυτέρα, Θεὸν τὸν ἐν σοὶ μὴ στενοχωρήσασα. Ὢ γαστὴρ ἑπτάκυκλος οὐρανὸς, καὶ μειζοτέρως αὐτῶν τυγχάνουσα. Ὢ γαστὴρ ἑπτὰ οὐρανῶν ὑψηλοτέρα καὶ πλατυτέρα. Ὢ γαστὴρ ὁ ὄγδοος οὐρανὸς στερεωμάτων ἀνωτέρα Ὢ γαστὴρ ἑπταφώτου χάριτος τὸ ἄσβεστον ἔχουσα φῶς. Τί εἴπω, ἢ τί λαλήσω περὶ τῆς σεμνῆς καὶ ἁγίας Παρθένου; Ὁ πόθος ἕλκει με λέγειν περὶ τῆς Θεοτόκου, καὶ φόβος κατέχει με τοῦ σιωπᾷν, οὐκ ἀξίως