4
ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες θάμβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός, εὖτ' ἀστὴρ ὑπερέσχε φαάντατος, ὅστε μάλιστα λαμπρὸν παμφαίνῃσι, λελουμένος Ὠκεανοῖο, δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί· ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ' εἰροπόκοις ὀΐεσσι θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι. Ὅτι ὁ τεχθεὶς ἐκ παρθένου αὐτὸς πάντων δημιουργός. «δῶρα δὲ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν· ψεῦδος δ' οὐκ ἐρέοι· μάλα γὰρ πεπνυμένος ἐστίν· οὐ γάρ πω ἰδόμην οὐδ' ἔκλυον αὐδήσαντος ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην πλὴν ἑνός, ὅστε μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδήν, ὃν περὶ κῆρι φίλησε πατὴρ ἀνδρῶν τε θεῶν τε μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσιν, υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε, μήτηρ θ', ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα, ὄρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι, πρωτότοκος θ', ὅσπερ γένεσις πάντεσσι τέτυκται, εὖ εἰδὼς σοφίης ὑποθημοσύνῃσι θεοῖο.» ἐν μὲν γαῖαν ἔτευξ', ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν, ἐν δὲ τὰ τείρεα πάντα, τά τ' οὐρανὸς ἐστεφάνωται, ἠέλιόν τ' ἀκάμαντα σελήνην τε πλήθουσαν, ἰχθῦς ὄρνιθάς τε, φίλον θ' ὅ τι χεῖρας ἵκοιτο, εἰναλίους, τοῖσίν τε θαλάσσια ἔργα μέμηλε, κήτε', ἃ μυρία βόσκει ἀγάστονος ἀμφιτρίτη, ἵππους θ' ἡμιόνους τε βοῶν τ' ἴφθιμα κάρηνα ἄρκτους τ' ἀγροτέρους τε σύας χαροπούς τε λέοντας. τοῖσι δ' ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην λωτόν θ' ἑρσήεντα ἰδὲ κρόκον ἠδ' ὑάκινθον. γίνετο δ' ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον κλήθρη τ' αἴγειρός τε καὶ εὐώδης κυπάρισσος, ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι· λοῖσθος ἀνὴρ ὤριστος· ἔικτο δὲ θέσκελον αὐτῷ εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας. πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνὴν κάλλεος εἵνεκα οἷο, ἵν' ἀθανάτοισι μετείη. ἀλλ' οὔ σφιν τότε τοῖσιν ἐπήρκεσε λυγρὸν ὄλεθρον· αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο.
5 Περὶ τοῦ παραδείσου καὶ τοῦ ὄφεως καὶ τῆς ἀπάτης.
Ἔνθ' ἐφάνη μέγα σῆμα, δράκων ἐπὶ νῶτα δαφοινὸς δεινός τ' ἀργαλέος τε καὶ
ἄγριος οὐδὲ μαχητός, ὃς κακὰ πόλλ' ἔρδεσκεν, ὅσ' οὐ σύμπαντες οἱ ἄλλοι, παρφασίῃ τ' ἔκλεψε νόον πυκινὰ φρονεόντων. κούρῃ δὲ ξύμβλητο πρὸ ἄστεος ὑδρευούσῃ· αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον φωνῇ τε βροτέῃ κατερήτυε φώνησέν τε· «ἦ ῥά νύ μοί τι πίθοιο, φίλον τέκος, ὅττι κεν εἴπω. σοὶ δ' ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδ' ἀπὸ δόξης. ἐνθάδε δένδρεα καλὰ πεφύκει τηλεθόωντα, συκαῖ τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι ἄλλά τε πόλλ' ἐπὶ τῇσι. σὺ δ' ἵλαον ἔνθεο θυμόν· τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδ' ἀπολήγει. τόν γ' εἴ πως σὺ δύναιο λοχησαμένη λελαβέσθαι πρῶτον, ἔπειτα δέ κ' αὐτὴ ὀνήσεαι, αἴ κε φάγῃσθα, θήσεις τ' ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα ἄνδρα τε καὶ οἶκον· καὶ ὁμοφροσύνην ὀπάσειεν.» ὣς εἰπὼν παρέπεισεν, ἐπεὶ διεπέφραδε πάντα· οἶσθα γάρ, οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός. αὐτὰρ ἐπειδὴ δεῖξ', ὅθι δένδρεα μακρὰ πεφύκει, αὐτίκ' ἔπειτ' ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα λισσομένη δειπνῆσαι· ὁ δ' ἠρνεῖτο στεναχίζων, ἀλλ' ἔτι που μέμνητο ἐφετμῶν, ἃς ἐπέτελλεν ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει. ἡ δ' αἰεὶ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισι πολλῇσίν τ' ἄτῃσι παρὲκ νόον ἤγαγεν ἀνδρὸς μεμνῆσθαι πόσιος καὶ ἐδητύος ὅττι τάχιστα, κουριδίῳ τέξασα πόσει φόνον ἠδέ οἱ αὐτῇ· πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄιδι προΐαψεν, ὡς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός. ἑξῆμαρ μόνον ὣς πόνεον νύκτας τε καὶ ἦμαρ· ἀλλ' ὅτε δ' ἕβδομον ἦμαρ ἐυπλόκαμος τέλεσ' Ἠώς, τέρπετο δ' ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα, ἔνθ' αὖτ' ἄλλ' ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει· ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην