4
ἐπιχειρεῖν, καὶ ὑπὸ γυναικῶν ἡττᾶσθαι τοῦ ἄρχοντος, ξίφει τὰς κεφαλὰς ἀφῃρέθησαν, μηκέτι βασάνων πεῖραν λαβοῦσαι. Ἥρων δὲ, καὶ Ἀτὴρ, καὶ Ἰσίδωρος, καὶ σὺν αὐτοῖς ∆ιόσκορος, παῖς ὢν ὡς ἐτῶν πέντε καὶ δέκα, παρα20.1528 στάντες, οἱ μὲν διαφόροις βασάνοις ἐγκαρτερήσαντες πυρὶ παρεδόθησαν. ∆ιόσκορος δὲ σοφώτατα παῤῥησιασάμενος, καὶ πρὸς τὰς τοῦ ἡγεμόνος πεύσεις ἀνδρείως ἀποκρινάμενος, θαυμάσαντος τὰς ἀποκρίσεις τοῦ ἄρχοντος, καὶ τῆς ἡλικίας οἶκτον λαβόντος, ἀφείθη μάρτυς τέλειος τῇ προαιρέσει γεγενημένος. Νεμεσίων τις Αἰγύπτιος γραφὴν ὡς λῃστὴς ὑπομείνας, καὶ ταῦτα ἀπολυσάμενος, καὶ καταμηνυθεὶς αὖθις ὡς εἴη Χριστιανὸς, διπλαῖς ἢ εἰ λῃστὴς ἦν μάστιξιν ἐτασθεὶς, μεταξὺ δύο λῃστῶν κατεφλέγη, τιμηθεὶς τῷ τοῦ Χριστοῦ παραδείγματι. Ἀμμὼν, καὶ Ζήνων, Πτολεμαῖός τε καὶ Ἰγγένης, καὶ Θεόφιλος ἑστῶτες πρὸ τοῦ δικαστηρίου, καί τινα πρὸς ἄρνησιν ἤδη ῥέποντα νεύμασι πρὸς τὴν ὁμολογίαν ἐπιθαῤῥύνοντες· ἐπεὶ ἔγνωσαν ἀγανακτοῦντας ἐπὶ τούτῳ τοὺς ὄχλους, πρὶν ὑπ' αὐτῶν συλληφθῆναι, Χριστιανοὺς ἑαυτοὺς ἀνεκήρυξαν, καὶ οὕτω τὴν ἐπὶ θανάτῳ ἀπήχθησαν. Ἰσχυρίων ἐπιτροπεύων τινὶ τῶν ἀρχόντων, ἐπὶ μισθῷ τοῦ μισθοδότου κελεύοντος αὐτὸν θῦσαι, ἐπεὶ μὴ ἐπείσθη τοῦτο ποιῆσαι, βακτηρίαν μεγίστην κατὰ τῆς ἕδρας ὠσθεῖσαν διά τε τῶν σπλάγχνων καὶ τῶν ἐντέρων δεξάμενος, τὸ πνεῦμα παρέδωκε. Ταῦτα ἐκ τῆς ἐπιστολῆς ∆ιονυσίου τοῦ Ἀλεξανδρείας.
Εʹ. Ἐπὶ Οὐαλεριανοῦ βασιλέως Ῥωμαίων διωγμοῦ κινηθέντος, ἐν Καισαρείᾳ
τῆς Παλαιστίνης, τρεῖς ἄνδρες, Πρίσκος τε καὶ Μάλλος καὶ Ἀλέξανδρος, ἐν ἀγρῷ οἰκοῦντες, ἐπεὶ περὶ τοῦ διωγμοῦ μεμαθήκεσαν, καλέσαντες ἑαυτοὺς ὡς ἀμελεῖς καὶ ῥᾳθύμους, ὥρμησαν ὁμοθυμαδὸν εἰς τὴν πόλιν, καὶ λαμπρῶς τῇ κατὰ Χριστὸν διαλάμψαντες ὁμολογίᾳ, θείῳ κατεκοσμήθησαν μαρτυρίῳ, θηρίων γενόμενοι βορά. Ἐπὶ Γαλιηνοῦ, ἐν τῇ προειρημένῃ πόλει Μαρῖνος ἑκατοντάρχου ἀξίαν κομίσασθαι προσελθὼν, τῆς ἐν οὐρανοῖς στρατείας διὰ μαρτυρίου ἐπέτυχε. Παρελθὼν γάρ τις πρὸ τοῦ βήματος μὴ ἐξεῖναι αὐτῷ ἔφη τῆς Ῥωμαίων μετέχειν ἀξίας, Χριστιανῷ γε ὄντι, καὶ τοῖς βασιλεῦσι μὴ πειθομένῳ. Αὐτίκα τοίνυν ἐρωτηθεὶς ὁ Μαρῖνος, καὶ Χριστιανὸν ἑαυτὸν παῤῥησίᾳ ὁμολογήσας, τριῶν ὡρῶν εἰς ἐπίσκεψιν ἔλαβε παρὰ τοῦ ἡγεμόνος διάστημα· καὶ τοῦ βήματος ἐκτὸς γεγονότος, Θεότεκνος ὁ τῇδε ἐπίσκοπος λαβόμενος αὐτοῦ τῆς χειρὸς εἰς τὴν ἐκκλησίαν εἰσήγαγε, τὴν θείαν τε τῶν Εὐαγγελίων βίβλον ἀνὰ χεῖρας λαβὼν, καὶ ἅμα τὸ προσηρτημένον αὐτῷ ξίφος ἐπιδεικνύων· Τούτων ὁπότερον βούλει ταχέως, ἔφη, ἑλοῦ. Ὡς δ' ἀμελλητὶ τὴν δεξιὰν προτείνας ἐδέξατο τὴν θείαν Γραφὴν, Ἔχου τοίνυν, φησὶ πρὸς αὐτὸν ὁ Θεότεκνος, τοῦ Θεοῦ, καὶ τύχοις ὧν εἵλου, πρὸς αὐτοῦ δυναμούμενος, καὶ βάδιζε μετ' εἰρήνης. Ἐκεῖθεν τοίνυν ἐπανελθὼν, καὶ τὰ αὐτὰ καὶ πάλιν ὁμολογήσας, τὴν ἐπὶ θανάτῳ ἀπαχθεὶς τελειοῦται. Οὕτω τίμιον λείψανον Ἀστύριος τῶν ἐπὶ Ῥώμης συγκλητικῶν γεγονὼς, βασιλεῦσί τε προσφιλὴς, καὶ πᾶσι γνώριμος, λαμπρᾷ καὶ πολυτελεῖ περιστείλας ἐσθῆτι, καὶ φανερῶς ἐπὶ πάντων, ἐπὶ τῶν ὤμων ἀράμενος τῇ προσηκούσῃ ταφῇ παραδίδωσι.
ςʹ. Ἐπὶ ∆ιοκλητιανοῦ καὶ Μαξιμιανοῦ προτεθέντος τοῦ κατὰ Χριστιανῶν
προγράμματος ἐν Νικομηδείᾳ, ἀμφοτέραις ἀνελὼν τοῦτο χερσὶ διαῤῥήγνυσι. 20.1529 καὶ τοῦτο πεποιηκὼς, εὐθὺς ἀνάρπαστος γίνεται, πλεῖστά τε παθὼν, οἷα εἰκὸς τὸν ἐπὶ τηλικούτῳ συλληφθέντα τολμήματι, διὰ μαρτυρίου τῆς παρούσης ζωῆς ὑπεξίσταται. Ἕτερος ὑπὸ τὸν αὐτὸν χρόνον, τῶν περὶ τὸν βασιλέα παίδων εἷς ὢν, Πέτρος καλούμενος, πέτρου τῷ ὄντι στεῤῥότερος τὴν ὁμολογίαν ἐδείχθη. Ὡς γὰρ