1

 2

 3

 4

 5

4

τῆς εἰλικρινείας καὶ ἀληθείας. Ἡ χάρις γὰρ, ἡμᾶς τῆς γεγηρακυίας ἐλευθερώσασα συνηθείας, τὸν καινὸν ἄνθρωπον παρέδωκεν ἡμῖν τὸν κατὰ Θεὸν κτισθέντα, καὶ τὸν καινὸν νόμον, καινήν τε περιτομὴν, καινόν τε Πάσχα, καὶ τὸν ἐν κρυπτῷ Ἰουδαῖον· οὕτω καὶ τῶν παλαιῶν καιρῶν ἐλευθέρους ἡμᾶς ἀφῆκε.

ηʹ. Πλὴν τοῦ θεοφιλεστάτου βασιλέως, μέσου τῆς ἁγίας συνόδου προκαθεζομένου, ὡς ἤχθη εἰς μέσον τὸ περὶ τοῦ Πάσχα ζήτημα, ἐλέγετο μὲν ὅσα καὶ ἐλέγετο· ἐπλεονέκτει δὲ τῷ πλήθει τῶν ἐπισκόπων ἡ τριπλασίων μοῖρα τῆς ὅλης οἰκουμένης ἑτέρωθεν ἀντιτείνουσα τοῖς τῆς ἀνατολῆς· ἀρκτῷα γὰρ ὁμοῦ καὶ μεσημβρινὰ, καὶ τὰ κατὰ δύοντα ἥλιον ἔθνη, τῇ συμφωνίᾳ φραξάμενα, τὴν ἐναντίαν ἀνθεῖλκε τοῖς τῆς ἑῴας τὴν παλαιὰν διεκδικοῦσι συνήθειαν. Τέλος δὲ λόγου εἶξαν οἱ ἀνατολικοί· καὶ οὕτω μία Χριστοῦ γέγονεν ἑορτή· καὶ οὕτω τῶν μὲν κυριοκτόνων ἀπέστησαν, τοῖς δὲ ὁμοδόξοις συνήφθησαν· ἡ φύσις γὰρ 24.704 ἕλκει τὰ ὅμοια πρὸς τὰ ὅμοια. Εἰ δέ τις εἴποι, ὡς ἄρα γέγραπται· Τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων προσελθόντες οἱ μαθηταὶ εἶπον τῷ Σωτῆρι, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ὁ δὲ πρὸς τὸν δεῖνα ἀπέστειλε, παραγγείλας εἰπεῖν· Πρὸς σὲ ποιῶ τὸ Πάσχα· ἐροῦμεν, ὅτι τοῦτο παράγγελμα οὐκ ἔστιν, ἀλλ' ἱστορία πράγματος συμβεβηκότος κατὰ τὸν τοῦ σωτηρίου πάθους καιρόν. Ἕτερον δέ ἐστι τὸ παλαιὰν πρᾶξιν διηγεῖσθαι, καὶ ἕτερον τὸ νομοθετεῖν καὶ τοῖς μετὰ ταῦτα παραγγελίας καταλιμπάνειν.

θʹ. Ἀλλὰ καὶ ὁ Σωτὴρ οὐ μετὰ Ἰουδαίων ἐπετέλεσε τὸ Πάσχα κατὰ τὸν καιρὸν τοῦ ἰδίου πάθους. Οὐ γὰρ ὅτε ἔθυον ἐκεῖνοι τὸ πρόβατον, τότε καὶ αὐτὸς μετὰ τῶν αὐτοῦ μαθητῶν τὸ ἑαυτοῦ ἤγαγε Πάσχα· οἱ μὲν γὰρ κατὰ τὴν Παρασκευὴν, ἐν ᾗ πέπονθεν ὁ Σωτὴρ, τοῦτ' ἔπραττον· ὅθεν οὐδὲ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἀλλ' ὁ Πιλάτος πρὸς αὐτοὺς ἔξεισιν· αὐτὸς δὲ πρὸ ὅλης ἡμέρας τῇ πέμπτῃ τοῦ Σαββάτου τοῖς μαθηταῖς συνανέκειτο, καὶ συνεσθίων αὐτοῖς ἔλεγεν· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν. Ὁρᾷς ὅπως ὁ Σωτὴρ οὐ μετὰ Ἰουδαίων τὸ Πάσχα ἤσθιεν; Ἐπειδὴ καινὸν ἦν ἐκεῖνο καὶ ξενίζον παρὰ τὰ συνήθη καὶ Ἰουδαϊκὰ ἔθη, ἀναγκαίως ἐπέστησεν εἰπών· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν, πρὸ τοῦ με παθεῖν· τὰ μὲν γὰρ παλαιὰ ἤθη ὄντα καὶ πεπαλαιωμένα, ἃ δὴ μετὰ Ἰουδαίων ἤσθιεν, οὐκ ἦν ἐπιθυμητά· τὸ δὲ καινὸν μυστήριον τῆς Καινῆς αὐτοῦ ∆ιαθήκης, ὃ δὴ μετεδίδου τοῖς ἑαυτοῦ μαθηταῖς, ἐπιθυμητὸν ἦν αὐτῷ εἰκότως· ἐπεὶ πολλοὶ πρὸ αὐτοῦ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν τὰ τῆς Νέας ∆ιαθήκης μυστήρια· καὶ αὐτὸς δὲ ὁ Λόγος, πάντοτε διψῶν τὴν κοινὴν σωτηρίαν, μυστήριον παρεδίδου, δι' οὗ πάντες ἄνθρωποι ἔμελλον ἑορτάζειν, ἐπιθυμητὸν τοῦτο αὐτῷ εἶναι ὡμολόγησε. Τὸ μὲν Μωϋσέως Πάσχα οὐχ ἥρμοζε πᾶσι τοῖς τότε ἔθνεσι· πῶς γάρ; ὁπότε ὑφ' ἕνα τόπον τὸν ἐν τῇ Ἱερουσαλὴμ τελεῖσθαι νενομοθέτητο· διὸ οὐκ ἦν ἐπιθυμητόν· τὸ δὲ σωτήριον μυστήριον τῆς Καινῆς ∆ιαθήκης, πᾶσιν ἀνθρώποις ἁρμόζον, εἰκότως αὐτῷ ἐπιθυμητὸν ἦν.

ιʹ. Ἀλλ' αὐτὸς μὲν, πρὸ τοῦ παθεῖν, σὺν τοῖς ἑαυτοῦ μαθηταῖς ἔφαγε τὸ Πάσχα, καὶ τὴν ἑορτὴν ἐπετέλεσεν, οὐ μετὰ τῶν Ἰουδαίων· ἑορτάσαντος δὲ αὐτοῦ ἑσπέρας, οἱ ἀρχιερεῖς ἅμα τῷ προδότῃ ἐπιστάντες, ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας· οὐ γὰρ ἤσθιον αὐτοὶ κατὰ τὴν ἑσπέραν τὸ Πάσχα· ἦ γὰρ ἂν τὴν σχολὴν περὶ αὐτὸν εἶχον· καὶ δῆτα συλλαβόντες ἀπήγαγον εἰς τὴν οἰκίαν τοῦ Καϊάφα, ἔνθα διανυκτερεύσαντες, ὡς ἡμέρα ἐγένετο, συνήχθησαν, καὶ ἀνακρίνουσιν αὐτὸν πρότερον· εἶτα μετὰ ταῦτα ἀναστάντες ἅμα τῷ πλήθει ἤγαγον αὐτὸν πρὸς Πιλάτον. Καὶ τότε φησὶν ἡ Γραφὴ, ὅτι μὴ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα δὴ μὴ, ὑπὸ στέγην Ἑλληνικὴν εἰσελθόντες, ὥς γε ᾤοντο, μιανθῶσι, καθαροὶ δὲ μείναντες οἱ παμμίαροι,