4
ἀναγεγραμμέναις τοῦ Θεοῦ πρὸς τὸν Ἁβραὰμ ὀπτασίαις ἐμφερόμενον σαφῶς παρίστησιν, μὴ δὲ ἄγγελον, μὴ δὲ ὀλίγῳ τοῦτον ἐπαναβεβηκυῖαν τινὰ θείαν δύναμιν αὐτῷ κεχρηματικέναι, ἀλλ' αὐτὸν τὸν Θεὸν, οὗ τὴν ἄρρητον ἐκφώνησιν, αὐτὴν δὴ ταύτην κατὰ τοὺς τόπους διὰ τῶν τεσσάρων στοιχείων ἐμφερομένην, μόνος ὁ ἀρχιερεὺς ἐπὶ τοῦ μετώπου περιέκειτο φέρων ἐπὶ τοῦ χρυσοῦ πετάλου τὸ λεγόμενον ἐκτύπωμα σφραγίδος ἁγιάσματος κυρίου. Καὶ ὅτι γε οὐκ ἀδιάφορόν ἐστι τῇ θείᾳ γραφῇ ἐπ' ἀγγέλων χρῆσθαι τῇ τοιαύτῃ προσηγορίᾳ, πρόδηλον ἐκ τοῦ σφόδρα παρατετηρημένως ποτὲ μὲν αὐτὸν τὸν Θεὸν ἢ τὸν διὰ τοῦ τετραγράμμου δηλούμενον κύριον ὦφθαί τε καὶ κεχρηκέναι τοῖς δικαίοις ἱστορεῖν, ποτὲ δὲ ἀγγέλους ἀναγράφειν τοὺς ἑωραμένους. Σαφῶς οὖν ὁ τῇ Ἅγαρ ἀλωμένῃ ἐπιφανεὶς ἄγγελος ἦν· καὶ γὰρ ἐχρῆν ἐκείνῃ μὲν, ἅτε πλεῖστον ὅσον ἀπολειπομένῃ τοῦ Ἁβραὰμ, καὶ οὐδέν τι πλέον ἀγγελικῆς ὀπτασίας θεωρεῖν δυναμένῃ, κατάλληλον τὴν ὀπτασίαν γενέσθαι διὰ τῆς τοῦ ἀγγέλου παρουσίας, τῷ δὲ Ἁβραὰμ διὰ τῆς μείζονος αὐτοῦ τοῦ Θεοῦ ἐπιφανείας. Καὶ οἱ λοιποὶ δὲ αὐτοὶ τῶν πρὸς αὐτὸν τοῦ Θεοῦ φωνῶν οὐκ ἂν μὲν ἁρμόσειεν, εἰ ἐπὶ ἀγγέλους τίς αὐτοὺς ἀνάγειν πειρῷτο, μόνῳ δὲ 10 Θεῷ πρέποι ἂν αὐτοὺς λέγειν, οἷον τὸ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε, καὶ τὰ τούτοις παραπλήσια· μάλιστα δὲ τὸ, ἐγὼ κύριος ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων· καὶ τὸ, ἐγώ εἰμι ὁ Θεὸς, εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ τὰ ἑξῆς· καὶ οὐδεὶς οὕτω γένοιτ' ἄν ποτ' ἠλίθιος ὡς ἄγγελον αὐτὰ ὑπονοεῖν εἰρηκέναι. Καὶ ὅτε γοῦν πρὸς τῇ δρυῒ καθεζομένῳ τῷ Ἁβραὰμ οἱ τρεῖς ἄνδρες ἐπέστησαν, πρόσεισι μὲν αὐτοῖς ὁ Ἁβραὰμ, ἀλλ' οὐ τοῖς τρισὶν, ἑνὶ δὲ μόνον τὸ, κύριε εἰ εὗρον χάριν ἐναντίον σου. Καὶ τῶν μὲν ἄλλων οὐδ' εἷς τῷ Ἁβραὰμ εἰσάγεται ὁμιλῶν· ἐπεὶ μὴ δὲ ᾕρει λόγος τοὺς οἰκέτας ἐπὶ τοῦ κυρίου φθέγγεσθαι, μόνος δὲ ὁ κύριος χρηματίζει, ὃς καὶ φησὶν, μὴ κρύψω ἐγὼ ἀπὸ Ἁβραὰμ τοῦ παιδός μου, καὶ τὰ λοιπά. Εἶτα οἱ μὲν ἄνα ἅμα τῷ κυρίῳ ἄνδρες, δῆλον δ' ὅτι οἱ ἄγγελοι, ἀποστρέψαντες, μόνοι κατῆλθον εἰς Σόδομα, τοῦ κυρίου μὴ συμπαρόντος αὐτοῖς· πῶς γὰρ καὶ οἷόν τε ἦν τὸν εὐμενῆ καὶ ἴλεω Θεὸν τοῖς ἀσεβέσιν ἐνεπιδημεῖν; ὁ δὲ ἐπιμένων τῇ πρὸς τὸν θεοφιλῆ καὶ δίκαιον συνουσίᾳ τε καὶ διατριβῇ, χαίρει μὲν αὐτοῦ τῇ ὁμιλίᾳ, ὑπερασπίζεται δὲ καὶ τὴν φιλανθρωποτάτην εὐχὴν, ἐν ᾗ καὶ τὸ μηδαμῶς ὁ κρίνων πᾶσαν τὴν γῆν εἰρηκὼς ὁ Ἁβραὰμ ἐναργέστατα παρίστησιν ἑαυτὸν εὖ καὶ ἀκριβῶς εἰδέναι, ὅτι μὴ ἀγγέλῳ, μὴ δ' ὑποβεβηκύιᾳ θείᾳ δυνάμει, ἀλλ' αὐτῷ Θεῷ διαλέγοιτο. Εἶθ' ἑξῆς ἀκριβῶς τὰ πράγματα διαιρῶν ὁ λόγος τοὺς ἐπὶ Σόδομα ἀνελθόντας σαφῶς ἀγγέλους προσαγορεύει, ἐπιλέγων, ὅτι δὴ ἦλθον οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· καὶ ἐν τοῖς ἑξῆς οὔτε κύριον οὔτε Θεὸν 11 ὀφθῆναι τῷ Λὼτ, ἢ καὶ λελαληκέναι, ἀλλὰ τοὺς ἀγγέλους ἀναγράφει· ὥστ' ἐκ παντὸς πρόδηλον, ὅτι Κύριος ἦν καὶ Θεὸς, ἀλλ' οὔ τις ἀγγέλων, ὁ τῷ Ἁβραὰμ ὦφθαι πρὸς τῆς γραφῆς μαρτυρούμενος. Πάντες μὲν οὖν οἱ διακόπτειν ἐθέλοντες τὴν τῆς παλαιᾶς πρὸς τὴν καινὴν διαθήκην σύμπνοιαν, ὥσπερ ἑρμαίῳ τοῖς τόποις ἐπιβαίνοντες σαφῶς ἐκ τούτων παριστάναι δοκοῦσιν ἕτερον ὑπάρχειν τὸν τοῦ Χριστοῦ πατέρα, ὃν καὶ ἀόρατον ὑπὸ τῆς εὐαγγελικῆς φωνῆς ὁμολογεῖσθαι, παρὰ τὸν Μωσέως καὶ τῶν προφητῶν Θεὸν διαφόρως ὀφθέντα, τότε μὲν τῷ Ἁβραὰμ, τότε δὲ τῷ Ἰσαὰκ, ᾧ καὶ αὐτῷ χρηματίζων τὰ παραπλήσια τοῖς ἐπὶ τοῦ Ἁβραὰμ προθεσπίζει, ὁμοίως δὲ καὶ τῷ Ἰακὼβ, τάχα δὲ καὶ Ἡσαΐᾳ φήσαντι, εἶδον τὸν κύριον Σαβαὼθ, καὶ τοῖς λοιποῖς προφήταις παραπλησίως· ἡμεῖς δὲ, ἐπεὶ καὶ ἐν αὐτοῖς τοῖς πάλαι τοῦ Θεοῦ προφήταις ἐμφέρεταί τι θεῖον λόγιον ἐκ προσώπου τοῦ Θεοῦ φάσκων, δι' ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν καὶ οὐκ ἠλλοίωμαι· Καὶ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος· καὶ τῷ Μωσεῖ δὲ χρηματίζων φησὶν, οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται, ὡς πρὸς τοὺς προειρημένους ὁμοῦ καὶ τοὺς ἐκ περιτομῆς, ἔτι τε τοὺς μὴ προσϊεμένους δευτέραν μετὰ τὴν ἀγένητον φύσιν