1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

4

1.3.3 διαλέξεων· ναὶ μὴν καὶ διὰ τῶν ἐν χερσὶ συγγραμμάτων τὴν καθόλου πραγματείαν περιεχόντων τῆς εὐαγγελικῆς ἀποδείξεως, ἐν ᾗ πᾶσαν τὴν ἐκ θεοῦ χάριν καὶ τὴν οὐράνιον εὐεργεσίαν ὁ παρὼν λόγος πάντας ἀνθρώπους εὐαγγελίζεται, τὴν κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ οἰκονομίαν λογικώτερον διὰ πλεί1.3.4 στων καὶ ἐναργῶν ἀποδείξεων πιστούμενος. ἐσπούδασται μὲν οὖν πλείστοις τῶν πρὸ ἡμῶν πολλή τις ἄλλη πραγματεία, τοτὲ μὲν ἐλέγχους καὶ ἀντιρρήσεις τῶν ἐναντίων ἡμῖν λόγων συνταξαμένοις, τοτὲ δὲ τὰς ἐνθέους καὶ ἱερὰς γραφὰς ἐξηγητικοῖς ὑπομνήμασι καὶ ταῖς κατὰ μέρος ὁμιλίαις διερμηνεύσασι, τοτὲ δὲ τοῖς καθ' ἡμᾶς δόγμασιν ἀγωνι1.3.5 στικώτερον πρεσβεύσασιν· ἡμῖν γε μὴν ἰδίως ἡ μετὰ χεῖρας ἐκπονεῖται πρόθεσις.

γʹ. ΟΤΙ ΜΗ ΑΝΕΞΕΤΑΣΤΩΣ ΤΑ ΤΟΥ ΣΩΤΗΡΙΟΥ ΛΟΓΟΥ ΦΡΟΝΕΙΝ

ΕΙΛΟΜΕΘΑ Πρῶτός γέ τοι πάντων ὁ ἱερὸς ἀπόστολος Παῦλος τὰς μὲν ἀπατηλὰς καὶ σοφιστικὰς πιθανολογίας παραιτούμενος, ἀναμφιλόγοις δὲ χρώμενος ταῖς ἀποδείξεσιν, φησίν που· «καὶ ὁ λόγος ἡμῶν καὶ τὸ κήρυγμα οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως.» οἷς ἐπιλέγει· «σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην.» καὶ αὖθις· «ἡ ἱκανότης ἡμῶν,» φησίν, «ἐκ τοῦ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς δια 1.3.6 θήκης.» εἰκότως δῆτα καὶ ἡμῖν ἅπασιν παρήγγελται «ἑτοίμους εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ἡμᾶς λόγον περὶ τῆς ἐν ἡμῖν ἐλπίδος.» ὅθεν καὶ τῶν νέων συγγραφέων μυρίας ὅσας, ὡς εἴρηται, πανσόφους καὶ ἐναργεῖς μετὰ συλλογισμῶν ἀποδείξεις ὑπέρ τε τοῦ καθ' ἡμᾶς γραφείσας λόγου διαγνῶναι πάρεστιν ὑπομνήματά τε οὐκ ὀλίγα εἰς τὰς ἱερὰς καὶ ἐνθέους γραφὰς πεπονημένα, τὸ ἀψευδὲς καὶ ἀδιάπτωτον τῶν ἀρχῆθεν καταγγειλάντων ἡμῖν τὸν τῆς θεοσεβείας λόγον γραμμικαῖς 1.3.7 ἀποδείξεσι παριστῶντα. πλὴν ἀλλὰ περιττοὶ λόγοι πάντες, ὧν ἐναργῆ καὶ σαφέστερα τὰ ἔργα, ἅπερ ἡ θεία καὶ οὐράνιος τοῦ σωτῆρος ἡμῶν δύναμις, πάντας ἀνθρώπους τὴν ἔνθεον καὶ οὐράνιον ζωὴν εὐαγγελι1.3.8 ζομένη, διαρρήδην εἰσέτι καὶ νῦν ἐπιδείκνυται. αὐτίκα γοῦν τὴν διδασκαλίαν αὐτοῦ κηρυχθήσεσθαι καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν θεσπίσαντος τήν τε ὕστερόν ποτε τῇ αὐτοῦ δυνάμει συστᾶσαν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐκκλησίαν, οὔπω τότε καθ' οὓς ἐνηνθρώπει χρόνους ὁρωμένην οὐδὲ συνεστῶσάν πω, ἐνθέῳ προγνώσει ἀήττητον καὶ ἀκαταμάχητον ἔσεσθαι καὶ μηδεπώποτε ὑπὸ θανάτου νικηθήσεσθαι, ἑστάναι δὲ καὶ μένειν ἄσειστον, ὡς ἂν ἐπ' ἀσείστῳ καὶ ἀρραγεῖ πέτρᾳ τῇ αὐτοῦ δυνάμει βεβηκυῖάν τε καὶ ἐρριζωμένην, ἀποφηναμένου, ὑπὲρ πάντα λόγον τὸ τῆς προρρήσεως ἀποτέλεσμα εἰκότως πᾶν ἄθυρον ἀποφράξειεν ἂν στόμα τῶν ἀναισχυντεῖν 1.3.9 ἀναιδῶς παρεσκευασμένων. τίς γὰρ οὐκ ἀλήθειαν ὁμολογήσειεν τῇ προρρήσει, τῶν πραγμάτων ἐναργῶς οὕτως μονονουχὶ φωνὴν ἀφιέντων ὅτι δὴ θεοῦ δύναμις, ἀλλ' οὐκ ἀνθρωπεία φύσις ἦν ἡ ταῦτα τοῦτον ἐσόμενα τὸν τρόπον πρὸ τοῦ γενέσθαι θεασαμένη προφήσασά τε καὶ 1.3.10 ἔργοις ἐπιτελέσασα; πεπλήρωκε γοῦν τὴν σύμπασαν, ὅσην ἥλιος ἐφορᾷ, ἡ τοῦ κατ' αὐτὸν εὐαγγελίου φήμη, καὶ πάντα τὰ ἔθνη διέδραμεν εἰσέτι τε νῦν αὔξει καὶ ἐπιδίδωσι τὰ περὶ αὐτοῦ κηρύγματα ταῖς αὐτοῦ 1.3.11 φωναῖς ἀκολούθως. ἥ τε ὀνομαστὶ προθεσπισθεῖσα ἐκκλησία αὐτοῦ 1.3.11 ἕστηκεν κατὰ βάθους ἐρριζωμένη καὶ μέχρις οὐρανίων ἁψίδων εὐχαῖς ὁσίων καὶ θεοφιλῶν ψυχῶν μετεωριζομένη δοξαζομένη τε ὁσημέραι καὶ εἰς ἅπαντας τὸ