4
τῷ λίθῳ δύο καθεζομένους ὁρᾶσθαι, ἦν ἀληθῶς διαφωνίαν αἰτιᾶσθαι. Καὶ ὁ Ματθαῖος ὡσαύτως εἰ ὁμοίως Ἰωάννῃ τὴν πρωϊνὴν ὥραν τηρήσας, εἴσω τοῦ μνήματος καὶ αὐτὸς οὐ δύο ἀγγέλους ἀλλ' ἕνα ἔφησε τεθεωρῆσθαι, τἀναντία ἔδοξεν ἂν εἰκότως συγγράφειν. Εἰ δ' ἀφώρισαν οἱ εὐαγγελισταὶ καὶ τοὺς χρόνους καὶ τοὺς τρόπους, καὶ τὰ πρόσωπα τῶν θεωμένων, καὶ τοὺς τῶν ἀγγέλων λόγους, οὐκ ἄν τις εὐλόγως μέμψαιτο διαφωνίαν τῆς Γραφῆς, ἀληθευούσης ἑκάστης κατὰ τὸν οἰκείας ἱστορίας λόγον, διαφόρων τε πραγμάτων ὑφήγησιν δηλούσης. Ἀλλ' οἱ μὲν παρὰ τοῖσδε τοῖς εὐαγγελισταῖς ἄγγελοι, καὶ τοῦ Σωτῆρος αἱ μετὰ τὴν ἀνάστασιν θεοφάνειαι, παρὰ μόνοις τούτοις ὡς ἂν παρὰ κρείττοσι καὶ αὐτοῦ τοῦ Σωτῆρος αὐτόπταις τε καὶ αὐτηκόοις φερόμεναι, ταύτην σώζοιεν ἂν τὴν ἀκολουθίαν. Οἱ δὲ παρὰ τῷ Λουκᾷ δύο ἄνδρες ἐν ἐσθῆτι ἀστραπτούσῃ ὀφθέντες, διὰ τὰ τῆς ἑορτῆς σύμβολα· καὶ ὁ παρὰ τῷ Μάρκῳ νεανίσκος λευκὴν περιβεβλημένος καὶ αὐτὸς στολὴν, δεξιός τε ἀλλ' οὐκ ἀριστερὸς ἑωραμένος, τῷ τε φαιδρὰ καὶ δεξιὰ ταῖς γυναιξὶν εὐαγγελίζεσθαι, πάλιν ἕτεροι ἂν εἶεν καὶ αὐτοὶ, ἀλλήλων τε καὶ τῶν παρὰ τοῖς πρώτοις. ∆ιὸ οὐδὲ ἀγγέλους αὐτοὺς οἵδε ὠνόμασαν, ἐπεὶ μηδὲ τῶν τοῦ Σωτῆρος ὀπτασιῶν ἐμνημόνευσαν τοῖς κρείττοσιν ἢ καθ' ἑαυτοὺς Ματθαίῳ καὶ Ἰωάννῃ τὰ κρείττονα γράφειν καὶ ἱστορεῖν παρακεχωρηκότες· αὐτοὶ δὲ τὰ δεύτερα διηγούμενοι, καὶ τῷ χρόνῳ τὰ μετὰ τὴν τῶν πρώτων μνήμην ὕστερον πεπραγμένα, παρῄεσαν μὲν τὰ παρὰ τοῖς αὐτόπταις εἰρημένα, ἀντανεπλήρουν δὲ τὰ παρ' ἐκείνοις σεσιγημένα· ἃ δὴ δεύτερα ἦν καὶ μακρῷ λειπόμενα τῆς τῶν προτέρων ἱστορίας· οὕτω τοῦ ἁγίου Πνεύματος διανείμαντος τὰς πρεπούσας ἑκάστῳ καὶ καταλλήλους διηγήσεις.
ςʹ. Αἱ γοῦν παρὰ τῷ Λουκᾷ ἄρθρου βαθέος ἐπὶ τὸ μνῆμα 22.993 ἐλθοῦσαι
γυναῖκες καὶ φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, ἕτεραι ἂν εἶεν τῶν παρὰ τῷ Ματθαίῳ καὶ Ἰωάννῃ. Οὐ γὰρ ἂν ἔχοι λόγον τὰς τοσαῦτα προτεθεαμένας Μαρίας ἄρτι πρῶτον ἀρώματα φέρειν, ὡς μήπω τὴν ἀνάστασιν προμεμαθηκυίας. Σαφῶς γὰρ δι' ὧν φησι δείκνυσι ὅτι καὶ οἱ ὀφθέντες, ἕτεροι παρὰ τοὺς ἔμπροσθεν δεδηλωμένους· καὶ ὁ τόπος ἔνθα ὤφθησαν ἕτερος· οὔτε γὰρ εἴσω τοῦ μνήματος ἦσαν, ὡς ὁ Ἰωάννης ἐδίδαξεν, οὔτε ἐπὶ τὸν λίθον καθεζόμενοι, ὡς ὁ παρὰ τῷ Ματθαίῳ ἄγγελος· ἀλλ' οὐδὲ ὅλως ὠνόμασεν ἀγγέλους ὁ Λουκᾶς, δύο δὲ ἄνδρας, πλὴν ἀλλὰ καὶ αὐτοὺς ἐν ἐσθῆτι ἀστραπτούσῃ, διὰ τὰ τῆς ἑορτῆς σύμβολα· καὶ οἱ λόγοι δὲ αὐτῶν οἱ πρὸς τὰς γυναῖκας ἰδιάζουσι· καὶ αἱ γυναῖκες δὲ πλείους ἦσαν, ἀλλ' οὐχ ἡ παρὰ τῷ Ματθαίῳ δύο Μαρίαι, ἀλλ' ἁπαξαπλῶς αἱ συνελθοῦσαι αὐτῷ ἐκ τῆς Γαλιλαίας· ὀλίγωροι δὲ καὶ αὗται, οὐδὲ τοσαύτην ἐνδειξάμεναι σπουδὴν ὅσην αἱ διὰ νυκτὸς καρτερήσασαι καὶ παραμείνασαι τῷ μνημείῳ. Μαρτυρεῖ γοῦν ὁ Ματθαῖος τῇ Μαγδαληνῇ καὶ τῇ ἄλλῃ Μαρίᾳ εὐτονίαν πολλὴν καὶ παραμονὴν, λέγων μετὰ τὸ πάθος αὐτοῦ ταῦτα· «Ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνὴ καὶ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου·» ἀλλ' αὗται μὲν τῇ ἡμέρᾳ τῆς Παρασκευῆς παρεκάθηντο ἀντικρὺ τοῦ μνήματος· διὸ καὶ θᾶττον ὁρῶσι πρῶτον μὲν τὸν τῶν ἀγαθῶν ἄγγελον, εἶτα καὶ αὐτὸν τὸν τῆς ζωῆς ἀρχηγόν. Ἡ δὲ παρὰ τῷ Ἰωάννῃ, καὶ αὕτη τὸ μὲν πρῶτον τοὺς ἀγγέλους, μετὰ δὲ τούτους καὶ αὐτὸν τὸν Σωτῆρα θεωρεῖ· οὐ μὴν ἀρώματα ἔφερον αὗται, οὐδὲ περὶ ταύτην κατεγίνοντο τὴν σπουδήν. Αἱ δὲ ἀπὸ τῆς Γαλιλαίας ἀκολουθήσασαι αὐτῷ γυναῖκες, πολλαὶ οὖσαι κατὰ τὸν Λουκᾶν, τῇ μὲν Παρασκευῇ ὑποστρέψασαι, ἡτοίμασαν τὰ ἀρώματα, ἅτε δὴ μηδὲν μηδέπω προμαθοῦσαι περὶ τῆς ἀναστάσεως. ∆ιὸ ταύταις μὲν δύο ἄνδρες ἐν ἐσθῆτι ἀστραπτούσῃ φαίνονται καὶ τὴν ἀνάστασιν εὐαγγελίζονται. Οὐκέτι δὲ αὐταῖς ὁ Σωτὴρ ὤφθη, ὥσπερ οὖν τῇ παρὰ τῷ Ἰωάννῃ καὶ ταῖς παρὰ τῷ Ματθαίῳ· ὥστε ἰδιάζουσαν ἡγεῖσθαι προσήκει τὴν ἱστορίαν. Κατὰ δὲ τὸν Μάρκον λίαν πρωῒ τῇ μιᾷ τῶν Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου ἄλλαι πάλιν αὗται, καὶ ἐν ἑτέρῳ καιρῷ πάλιν, αἳ καὶ ἔλεγον