ἐκλακτίσαι τὸ κτηνόμορφον τῆς ἀταξίας τέρας, μή πως παρατραπεῖσα τῆς τετριμμένης ἡ φατνιῶσα τῶν φρενῶν ἀταξία τὸν νοῦν ἑαυτῇ συμπλανώμενον λάβῃ. οὕτως ἄριστα τοὺς διεστῶτας τρόπους τῶν δημαγωγῶν συμβιβάζεις ταγμάτων καὶ σύνθετόν τι ζῶον ἐξ ἐναντίων συνθεὶς λογισμῶν εἰς ἕνωσιν ἥρμοσας καὶ τοὺς ἀποσκιρτῶντας ἀλλήλων τρόπους εἰς ἓν συνῆψας καὶ κατώρθωσας μόνος ὃ μὴ κατορθοῦν εὐπόρησεν ἡ φύσις. τούτῳ θέλοντες τῷ μεγίστῳ πράγματι μνήμην συνάψαι συμφερόντως ἡ Πόλις γράφουσιν ὑμῖν τὴν κάτωθεν εἰκόνα, εἰ τὴν ἄνω γὰρ ἄλλον εἶχες ζωγράφον. ἐπεὶ δὲ πάντας, οἰκοδεσπότου δίκην, τοὺς ἔνδον ἡμῶν ἐξεχέρσωσας τόπους καὶ τὰς ἐνοίκους τῶν παθημάτων φλέβας τῷ σῷ κενώσας εὐσεβεῖ καθαρσίῳ τῆς ἔνδον ὠμότητος εἶρξας τὴν βλάβην, ἐκτὸς δὲ λοιπὸν καὶ τὰ τῆς Θρᾴκης νέφη χειμῶνας ἡμῖν ἐξανέστησεν μάχης, καὶ πῇ μὲν ἡ Χάρυβδις ἡ Σκυθοτρόφος σιγᾶν δοκοῦσα λῃστρικῶς ὡδοστάτει, πῇ δ' αὖ συνεκθέοντες οἱ Σκλάβοι λύκοι τῇ γῇ συνῆπτον τῆς θαλάττης τὸν σάλον, καὶ τοῖς παρ' αὐτῶν αἵμασιν πεφυρμένος ὁ ῥοῦς ἐρυθρὸς ἐκ βίας ἐγίνετο, κἀκεῖθεν ὥσπερ ἀντερίζουσα πλέον ἀντιπρόσωπος ἡ δυσάντητος θέα τῆς Γοργόνος προσῆκτο τῆς τοῦ Περσέως· καὶ πᾶς ὁ κόσμος ἦν ὁμοῦ πεφυρμένος. σὲ δὲ στρατηγεῖν ἦν ἀνάγκη τῆς μάχης· τυχὸν μὲν ἄλλος ἐν τοσαύτῃ συγχύσει οὐκ ἂν κυβερνᾶν ῥᾳδίως ἠνέσχετο, ὑμῖν δὲ δόξαν ὥστε πᾶν τὸ φορτίον, εἴπερ δυνηθῇς, ἀντὶ πάντων βαστάσαι, ἀπηγόρευσας τῶν σεαυτοῦ φροντίδων καὶ σὰς ἐποίου τὰς ἁπάντων φροντίδας. καὶ πολλάκις τὸ τόξον ἐντεῖναι θέλων βαλεῖν τε τὴν Χάρυβδιν εἰς τὴν Γοργόνα τὴν πετροποιὸν τῶν θεατῶν εἰκόνα, στραφεὶς ἐπέσχες τὴν βολὴν ἠπειγμένην· καὶ δὴ κατ' αὐτῆς ἀντιβάλλοντας βέλος ἀνθεῖλκον ὑμᾶς οἱ φιλάρπαγες λύκοι· χρόνῳ δὲ μικρῷ συγκροτῶν ἐκαρτέρεις μίαν κατ' αὐτῶν τριπλοκίνδυνον μάχην. ἐπεὶ δὲ ταῦτα τῆς ἀνάγκης τὰ ξίφη κοιναῖς καθ' ἡμῶν προσβολαῖς τεθηγμένα ταῖς σαῖς μερίμναις ἐν βραχεῖ διῃρέθη, χειμὼν δὲ λοιπὸν οὐ μόνον τῶν πραγμάτων, καὶ τῆς φορᾶς δὲ τοῦ χρόνου κατεκράτει· ἐν ᾧ μάλιστα ταῖς μερίμναις εἰσόδους τῆς νυκτὸς ὠδίνουσιν αἱ παρεκτάσεις, γνώμης ἐγίνου τὰς ἀπ' ἄκρων ἡλίου, ὡς ἦν ἐφικτόν, ἐκτεμεῖν περιστάσεις· πηγὴν γὰρ ᾔδεις τῶν κακῶν τὴν Περσίδα. καὶ δὴ τὸ πρᾶγμα σχηματίζων ἐπλάσω σαυτὸν παρασχεῖν τοῖς πρὸ ἄστεος τόποις οὐχ ὥς τι τερπνόνκαὶ μάλιστα τοῦ χρόνου χειμῶνος ὄντος εὐπορεῖν εἰθισμένοις, ἀλλ' ὥστε τοῖς σοῖς μηδαμῶς βουλεύμασι τὰ τῶν πολιτῶν συμπλέκεσθαι πράγματα, μηδ' αὖ γενέσθαι βλαπτικοῖς κατασκόποις ἔκδηλα τῶν σῶν σκεμμάτων τὰ δόγματα· καλύπτεται γὰρ ὡς νέφει κατάσκοπος ὄχλῳ παρεισδὺς καὶ δυσεύρετος μένει. ἐκεῖσε γοῦν, κράτιστε, συλλέγων ὅλον τὸν νοῦν σεαυτοῦ καὶ σχολῇ σοφῇ τρέφων πάσας ἀνέγνως <τὰς> διατάξεις τῶν νόμων τὰς ἐξ ὅπλων καὶ πραγμάτων ὡρισμένας. ἀλλ' ἦν τὰ κρυπτὰ τοῦ σκοποῦ σου δόγματα λόγων ἀφορμαὶ τοῖς λαλεῖν εἰθισμένοις, παρ' οἷς ὀλισθήσασα τῆς ἔσω θύρας ἡ γλῶττα φεύγει καὶ βοᾷ πλανωμένως· ὅμως συνεῖδες ταῦτα συγγνώμην ἔχειν. ἔδοξε γάρ πως ἐξ ἀνάγκης εὐλόγου τοῦ πρὸς σὲ φίλτρου δυσφορεῖν ἡ κοινότης, οὐκ ἐκ φθόνου τὴν γλῶτταν ἠρεθισμένοι τοῖς βασκάνοις γὰρ οὐ φθονοῦνται φροντίδες, ἀλλ' οὐ στέγοντες τὴν ἀπουσίαν βλέπειν, κἂν πολλάκις τύχωσιν ὠφελημένοι. ἐνταῦθα τὸν πρὶν Ἠλίαν μιμούμενος καὶ ταῖς ἐρήμοις ἐμβατεύων ἐτρέφου οὐ βρῶσιν, ὡς ἔδειξας, ἀλλὰ φροντίδας· οὐκ ἦν γὰρ ἔργον πολεμικῶν συνταγμάτων ὃ μὴ μετῆλθες τῇ σχολῇ τῶν σκεμμάτων, τυπῶν, προτάττων, εὐτρεπίζων, προγράφων καὶ σχηματουργῶν τῆς μάχης τὰς εἰκόνας ἄλλοις, σεαυτῷ, τῷ στρατῷ, τοῖς ἔθνεσιν, ὡς ἄν τις εἴπῃ περιλαβὼν ἐν συντόμῳ πρὸ τῶν ἀγώνων τοὺς ἀγῶνας συλλέγων καὶ τὴν μάχην δρῶν ἐντελῶς πρὸ τῆς μάχης. ἄλλοι μὲν οὖν γράψουσιν, οἷς δοκεῖ φίλον, ὄρη, φάραγγας καὶ στενὰς διεξόδους καὶ τὰς πετρώδεις ἐξοχὰς καὶ δυσβάτους δι' ὧν παρῆλθες ὡς πνοὴ ταχυδρόμος, ὡς οὔτε πέτραις ἐκ βελῶν ἀφιγμέναις ἔνεστι βάλλειν, οὔτε μὴν ὀρύγμασι τὴν γῆν