1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

4

ὡρίζετο, πάντα καιρὸν οἰόμενος ἐπιτήδειον τοῦ οἰκείου λάχους προκινδυνεύειν καὶ ὑπεραγωνίζεσθαι τοῦ τούτῳ πεπιστευμένου συμφερόντως παρὰ τοῦ κρείττονος, ἀλλ' ἦν αὐτοῦ τὸ ὅπερ ἂν ἄλλος ᾠήθη τέλος ἀρχή, καὶ ὅπερ ἕτερος ἐξειργασμένος ἀρκεῖν ἂν ἐλογίσατο, αὐτὸς ὡς εἰ μηδὲν γέγονεν ὑπελάμβανεν. οὐκ ἔφθασε γὰρ ἐν τῇδε τῇ μάχῃ στῆσαι τὸ τρόπαιον, καὶ μάχης ἑτέρας καὶ ἀγώνων ἄλλων εἰσήγετο πρόφασις· καὶ ἤχει παραυτίκα τὸ ἐνυάλιον καὶ οἱ θώρακες ἔστιλβον καὶ τὰ δόρατα ἔφρισσον καὶ αἱ ἀσπίδες προυβέβληντο καὶ ἡ τῆς μάχης σύρρηξις παρευθύς, προ μαχοῦντος ἐκείνου καὶ προκινδυνεύοντος τῶν πολλῶν. καὶ γὰρ τὰ τῶν ἄλλων τὸ δόρυ τούτου προυλάμβανε, καὶ ὁ ἵππος τοὺς τῶν ἑτέρων ὑπερήλλετό τε καὶ ὑπερίπτατο, καὶ ὁ πολέμιος ταῖς αὐτοῦ χερσὶν ἐτιτρώσκετο, καὶ πάλιν νίκη καὶ πάλιν μέγα τὸ τρόπαιον.

9 Οὕτως αὐτοῦ τὰ τῆς μάχης ἀλληλουχούμενα καὶ οὕτως αὐτοῦ τὰ τῆς νίκης περικροτούμενα. τί γοῦν θαυμαστόν, εἰ τοσοῦτος ὢν τὴν ἀνδρείαν, τοιοῦτος δέ γε τὴν φρόνησιν, κατ' ἄμφω δὲ τοῖς ξύμπασιν ἀπαράμιλλος, οὕτω δὲ καρτε ρικὸς πρὸς τὰ μάχιμα, ἐς τοσοῦτον πλάτος τὰ τῶν Ῥωμαίων ἐμεγέθυνεν ὅρια, ὧν ὁπόσον τὸ μέγεθος καὶ ἡλίκος ὁ δρόμος ἆρον κύκλῳ τοὺς ὀφθαλμοὺς καὶ ἴδε σύμπας τε Ῥωμαῖος καὶ ὁ ἐπιχωριάζων ἀλλογενής. ἑῴα μὲν λῆξις ὑπετέθη πᾶσα τῷ βασιλεῖ τῆς Ἰταλικῆς ἐλευθερωθεῖσα χειρός, πάντα δὲ τὰ κύκλῳ ταύτης ὡς οὐδεπώποτε καθημέρωνται. ὁ γὰρ Πέρσης τὴν ἡσυχίαν φιλεῖ ὁ τὰς μάχας ἔχων ἐντρύφημα, ὁ ταχὺς ἐφαλέσθαι καὶ σκυλεῦσαι καὶ ἐκφυγεῖν· τούτου καὶ τὸ τόξον κεχάνωται καὶ τὸ βέλος οἱ κατέθραυσται καὶ τὸ δόρυ συγκατέτριπται, πολλὰ παθόντος ἐν διαφόροις ἐναντιώσεσι καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλόντος καὶ τῶν περιφανεστέρων ὀλέσαντος. περαιωθήτω μοι καὶ πρὸς τὰ ἀντίπεραν ὁ λόγος, λέγω δὴ τὰ ἑσπέρια. τίνι ἂν κατὰ νοῦν ἐπῄει ποτὲ ὁ τοσοῦτος εὐδαιμονισμὸς Ῥωμαίων καὶ τὸ περίδοξον; ποῖος νοῦς τοιαῦτα δὴ τἀγαθὰ γενήσεσθαι ἡμῖν ὑπετόπασεν; πᾶσα δυσμὴ τοῖς τοῦ βασιλέως πίπτει ποσὶ καὶ γόνυ κλίνει καὶ δεσπότην πεφήμικε. Τριβαλλὸς ἡμῖν ὁρίζει τὰ τῆς ἑσπέρας, μᾶλλον δὲ οὐκ αὐτός, εἴ γε καὶ δοῦλος λογογραφεῖται καὶ ὡς θεράπων ὑποκύπτει τῷ βασιλεῖ καὶ δύναμιν στρατιωτικὴν ὡς ὑπόφορος διδόναι καταναγκάζεται. Μυσὸς ἑτέρωθεν τάχα περιγράφει τὰ ὅρια, ἀλλ' οὐδ' αὐτὸς περιγράφει· τὸ γὰρ ἀληθὲς καὶ οὗτος τοῖς ὑπὸ τοῦ βασιλέως συντάττεται. μικρὸν περὶ τὴν ἑσπέραν τὸ σπαῖρον ὅπερ οὐκ ἐπεφθάκει χειρώσασθαι, τὰ περὶ Πελοπόννησόν φημι καὶ τὸν Εὔριπον καὶ ὅσαπερ ἔτι τοῖς Ἰταλοῖς τυραννεῖται καὶ ὑποτέταται.

10 Τοιαῦτα ἐκείνου τὰ ἀγωνίσματα, τοιαῦτα ἐκείνου τὰ κατορθώματα. ταῦτα Ῥωμαίους πείθει θρηνεῖν, ταῦτα στέ νειν βιάζει καὶ κρουνηδὸν τῶν ὀφθαλμῶν ἐκπέμπειν τὰ δάκρυα, τῶν προτέρων μὲν μεμνημένων δυσπραγημάτων καὶ ὧν τὴν πεῖραν οὐκ ἄν τις οὕτως ἤλπισεν ἐκφυγεῖν, ἐν ὑστέροις δὲ τῶν λαμπρῶν καὶ περιβοήτων ἀριστευμάτων, ἐξ ὧν ἡμῖν τὰ τῆς εὐπραγίας καὶ ὁ μέγας οὗτος εὐδαιμονισ μὸς ἐπεισήρρηκε καὶ τὸ ἐν γλώσσῃ ἁπάντων κεῖσθαι ὡς τῶν ἄλλων ὑπερκειμένους ἐν πλουτισμοῖς, ἐν εὐετηρίαις, ἐν εὐτυ χήμασι, πάντας δὲ ἐχθραίνοντας πεφοβῆσθαι καὶ συνεστάλ θαι συμβέβηκεν, ἀνδρειοτέρους ἁπάντων ἀνθρώπων ἡγημένους εἶναι Ῥωμαίους, ὑπ' ἐκείνῳ τῷ γενναιοτάτῳ καὶ στρατιώτῃ καὶ στρατηγῷ καλῶς ἐκπαιδευθέντας τὰ ἐνυάλια καὶ τὸ μὴ τετρεμαίνειν ἐξησκηκότας ἀντίπαλον, κατὰ ξιφῶν δὲ κυβιστᾶν εἰ δεήσειεν, οὐχ ὑπὲρ τῆς ἑαυτῶν μόνον μαχομένους εἰ τύχοι, ἀλλὰ καὶ τῶν ἀλλοτρίων ἐφιεμένους τὸ τολμηρότερον.

11 Οὕτω χρέος Ῥωμαίοις τὸν βασιλέα πενθεῖν, οὕτως ὀφειλὴ ἀπαραίτητος τὸν σφῶν δεσπότην ἀπολοφύρεσθαι. ἔδει δὲ κἀμέ, ὦ παρόντες, πάλαι ῥητορεύειν δεδυνημένον καὶ τὴν γλῶτταν ἐν τῷ λέγειν γε τεθηγμένον μὴ τοιούτοις λόγοις