1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

4

προσέκυρσεν οὐκ ὀλίγαις καὶ χαλεπαῖς. οἵ τε γὰρ Ἰταλοὶ κατὰ τὴν ἑῴαν τὸν πόρον πεποιηκότες, τὰ πλείω ταύτης ὑφ' ἑαυτοὺς ἐποι ήσαντο. τό τε γὰρ ἅπαν θέμα Ὀψικίου καὶ Αἰγαίου καὶ αὐτὸ δὴ τὸ Ἀτραμύτιον τῶν Ἰταλῶν ἐγεγόνει, Βάρις τε καὶ Αὐλωνία, Ποιμανηνόν τε καὶ Λεντιανὰ μέχρι τοῦ Λοπαδίου αὐτοῦ δεσπότας ἐγίνωσκον Ἰταλούς, ἀλλά γε δὴ καὶ τὰ τῆς Θυνίας πάντα μέχρι καὶ Νικομηδείας αὐτῆς. ἐντεῦθεν ἐστενοῦτο πολὺ ὁ βασιλεὺς Θεόδωρος. οὐδὲν δὲ ἧττον καὶ πρὸς Ῥωμαίων κατεβιάζετο. ἐν γὰρ τῇ συγχύσει τῆς Κων σταντίνου ἁλώσεως ἄλλοθεν ἄλλος ἡγεμόνες εἶναι τυχόντες ἢ καὶ οἱ τῶν ἄλλων προύχοντες ὡς οἰκείαν ἀρχὴν τὴν ὑφ' αὑτοὺς ἐποιοῦντο χώραν, ἢ ἐξ αὐτῶν εἰς τοῦτο ὁρμήσαντες ἢ καὶ παρὰ τῶν οἰκητόρων μετακληθέντες εἰς τὴν τῆς χώρας δεφένδευσιν. αὐτίκα Θεόδωρος, ὃν καὶ Μωροθεόδωρον ἀπεκάλουν, ἄρχων ἦν τῆς Φιλαδέλφου πόλεως. ἕτερος δὲ Σάββας τοὐπίκλην τοῦ ἄστεος ἐδέσποζε τοῦ Σαμψὼν μετὰ καὶ τῶν πλησίον τυγχανόντων αὐτῷ. Παφλαγονίας δὲ πάσης ἐγκρατὴς ἦν ∆αυίδ, ἀδελφὸς ὢν Ἀλεξίου τοῦ τῆς Τραπε ζοῦντος κρατήσαντος, ὃς καὶ μέγας ὠνομάζετο Κομνηνός, οἳ τοῦ βασιλέως Ἀνδρονίκου ὑπῆρχον ἔγγονοι, Μανουὴλ τῷ τούτου τεχθέντες υἱῷ. ἀλλὰ τὸν μὲν Μωροθεόδωρον καὶ τὸν Σάββαν εὐχερῶς μετῆλθε, κἀντεῦθεν ἐδέσποζεν ἀδεῶς Κελβιανοῦ τε παντός, Μαιάνδρου, Φιλαδελφείας καὶ Νεοκάστρων.

8 Ἀλλ' ἐνταῦθά μοι ὁ λόγος ἀναμεινάτω· ἱστορῆσαι γὰρ βούλεται τὰ τῷ βασιλεῖ Ἀλεξίῳ συμβάντα. ἀφίκετο μὲν οὖν, ὡς εἰρήκειν, εἰς Θεσσαλονίκην, καὶ ὑπεδέχθη παρὰ τῆς αὐτοῦ νύμφης, ἣ ἐξ Οὔγγρων μὲν ὥρμητο, ἐπεγαμβρεύθη δὲ τῷ βασιλεῖ Ἰσαακίῳ μετὰ τὴν τῆς γυναικὸς αὐ τοῦ τελευτήν, ἣν καὶ ὡραίαν πάνυ τῷ εἴδει οἱ κατιδόντες ἔφασκον εἶναι. τῶν γοῦν Ἰταλῶν εἰς πολυμέρειαν τὰ τῆς Ῥωμαΐδος κληρωσαμένων καὶ τοῦ μὲν ἐκ Φλάντρας ὡρμη μένου Βαλδουΐνου βασιλέως ἀναγορευθέντος, τοῦ δὲ δουκὸς Βενετίας, ὃς καὶ αὐτοπροσώπως συνῆν, μερίδα οὐ μικρὰν ἐσχηκότος καὶ δεσποτικῷ ἀξιώματι τιμηθέντος, ἔχειν τε ἐξ ὅλου πρὸς τὸ ὅλον, ὃ τὸ τῶν Φράγγων ἐκτήσατο μέρος, τὸ τέταρτον καὶ τοῦ τετάρτου τὸ ἥμισυ, ἐπειδὴ καὶ ὁ μαρκέσιος ἀξιόλογον μοῖραν τῆς συμμαχίας ἦν ἐνεγκάμενος, ῥὴξ Θεσσαλονίκης παρὰ τοῦ Φλάντρα τετίμηται, προσλαβόμενος καὶ γυναῖκα τὴν δηλωθεῖσαν Μαρίαν. ὑπὸ ταύτης ὑπεδέχθη Ἀλέξιος. μετὰ μικρὸν δὲ φωραθεὶς τοῖς ἐκεῖσε νεωτερί ζεσθαι, ἀπεδιώχθη συνάμα τῇ γυναικὶ καὶ τῇ θυγατρὶ Εὐδοκίᾳ, ἣν καὶ εἰς Κόρινθον ἀφικόμενος τῷ Σγουρῷ συνεζεύξατο. μικρὸν δὲ τοῖς ἐκεῖσε προσδιατρίψας, γνοὺς παρά τινων ὡς ἁλίσκεσθαι μέλλει, ἀπέδρα· ἐκ Λογγιβαρδίας δέ τισι ξυντυχὼν ἁλίσκεται, πρὸς τὸν πρωτεξάδελφον αὐτοῦ Μιχαὴλ τὰς κινήσεις ποιούμενος· ἦν γὰρ κἀκεῖνος τῷ τότε μέρους τινὸς παλαιᾶς Ἠπείρου κρατήσας καὶ πολλὰ τοῖς πρὸς τὰ ἐκεῖσε μέρη ἀφιγμένοις Ἰταλοῖς παρέχων πράγματα. καὶ ἦν οὗτος δυναστεύων τῆς τοιαύτης χώρας, Ἰωαννίνων γὰρ ἦρχε καὶ Ἄρτης καὶ μέχρι Ναυπάκτου. ὡς γοῦν ἑάλω παρὰ Λογγιβάρδων ὁ βασιλεὺς Ἀλέξιος, καὶ ἀπεμπολεῖται παρ' αὐτῶν συνάμα τῇ γυναικί. μικρὸν δὲ μετὰ τοῦ Μιχαὴλ προσκαρτερήσας βουλεύεται πρὸς τὸν Ἰκονίου σουλτὰν ἀπελθεῖν, ὃν Ἰαθατίνην ὠνόμαζον· ἦν γὰρ τούτῳ συνήθης. ὁ γὰρ εἰρημένος Ἰαθατίνης τὰς τοῦ ἀδελ φοῦ αὐτοῦ χεῖρας ἀποδρὰς Ἀζατίνου, κατάρχοντος τότε τῶν Μουσουλμάνων, ἐς Ἀλέξιον ἧκε τοῦτον καὶ παρ' αὐτοῦ υἱοθετεῖται, ὃς καὶ τῷ βασιλεῖ τούτῳ συναπέδρα. ἀλλ' οὐ συχναὶ παρῆλθον ἡμέραι, καὶ ἀφικνεῖται πρὸς αὐτὸν ἀνὴρ τὸν ἀδελφοῦ αὐτοῦ μόρον μηνύων αὐτῷ κρύφα· ὃς καὶ ῥάκεσι πενιχροῖς ἐσταλμένος μετ' αὐτοῦ ἀφικνεῖται καὶ τοῖς αὐτοῦ καταστὰς γνώριμος περσάρχης ἐπιφημίζεται. οὗτος καὶ τῷ βασιλεῖ Θεοδώρῳ χρήσιμος ἀνεφάνη συμμαχίαν δούς· ὡς ἀδελφὴν γὰρ τὴν βασιλίδα Ἄνναν ὠνόμαζεν.