9Ἀργυρίδιον9: ∆ιὰ τοῦ ι τὸ ρι· ἐκ τοῦ ἀργυρὸς, ἀργύριον, ἀργυρίδιον, τροπῇ τοῦ ο εἰς ι, καὶ μακρὸν αὐτὸ ἔχει. 9Ἀμφιτρίτη9: ∆ιὰ τοῦ ι γράφεται κατὰ τὴν παράδοσιν· Ἀμφιτρίτη δέ ἐστιν ἡ θάλασσα· γράφεται δὲ διὰ τοῦ ι, ὅτι τὰ εἰς τη λήγοντα θηλυκὰ βαρύτονα ὑπὲρ δύο συλλαβὰς ἑνὶ φω νήεντι παραλήγονται· οἷον, Θεοδότη· μελέτη· Ἀφροδίτη· οὕτως οὖν καὶ Ἀμφιτρίτη. 9Ἀντηρείδησ9: ∆ιὰ τῆς ει διφθόγγου· εἰς ὃ ἐπερείδεταί τις· τοῦτο δὲ καὶ κατὰ τὴν παράδοσιν διὰ τῆς ει διφθόγγου γράφεται· ἀπὸ τοῦ Ἀτρεὺς γὰρ καὶ Αἰγεὺς ὄντα, διὰ τῆς ει θέ λουσι γράφεσθαι· τὸ δὲ Ἀλκείδης ἐκ τοῦ ἀλκαῖος τροπῇ τῆς αι διφθόγγου εἰς τὴν ει. 9Ἀργεῖοσ9: ∆ιὰ τῆς ει διφθόγγου· οἱ γὰρ Αἰολεῖς Ἀργεΐος λέγουσιν διϊστῶντες τὸ ι· καὶ κατὰ κρᾶσιν ἡμεῖς τοῦ ε καὶ ι λέγομεν Ἀργεῖος· καὶ ἄλλως· τὰ γὰρ τοιαῦτα πρὸ μιᾶς τὸν τόνον ἔχοντα, καὶ ἐν τῇ πρώτῃ συλλαβῇ τὸ α, μεθ' οὗ ἐστι δύο σύμφωνα ἢ καὶ πλείονα, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ἀστεῖος· Καδμεῖος· ἀνδρεῖος· Ἀργεῖος· Βακχεῖος· πλὴν τοῦ ναντίος· καὶ ἄλλως δὲ κατὰ ιω τὸν χαρακτῆρα λέγοντα, ὅτι τὸ Ἀργεῖος διὰ τῆς ει διφθόγγου γράφεται· ἐπειδὴ τὰ κτητικὰ τὰ ὑπὲρ δύο συλλαβὰς ἔχοντα μακρὰν τὴν παραλήγουσαν, οὐ 174 δέποτε διὰ τοῦ ι γράφεται, ἀλλὰ διὰ διφθόγγου· οἷον, Αἰαντεῖος· κυνεῖος· αἰγεῖος· ἀνθρωπεῖος· οὕτως οὖν καὶ Ἀργεῖος. 9Ἀργύρειοσ9: Τὸ μετουσιαστικὸν, διὰ τῆς ει διφθόγγου τὸ ρει· παρὰ γὰρ τὸ ἀργύρεος ἐστὶν προσθήκῃ τοῦ ι ἀργύρειος, ὁμοίως ἀχρεῖος· παρὰ γὰρ τὸ χρέα, χρεῖα· ἀνδρεῖος, καὶ ἀνδρεῖα, καὶ ἀνδρεῖον. 9Ἀνδρεῖα9: ∆ιὰ τῆς ει διφθόγγου· ὁ γὰρ Ὦρος εἶπεν, ὅτι εὕρηται κατὰ διάστασιν ἀνδρεΐα, καὶ κατὰ κρᾶσιν ἀνδρεῖα, ἀν δρεῖος, καὶ ἡ παράδοσις δὲ οὕτως αὐτὸ γράφει. 9Ἀστερόεισ9: Αἱματόεις· διὰ τῆς ει διφθόγγου· τὰ γὰρ εἰς εις, εἰς εν ἔχοντα τὸ οὐδέτερον, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, χαρίεις, χαρίεν· τιμήεις, τιμῆεν· καὶ τὰ ὅμοια· ἄλλως δὲ τὰ διὰ τοῦ εντος κλινόμενα διὰ τῆς ει διφθόγγου γράφεται· δαφνήεις, δαφνήεντος· οὕτως οὖν καὶ ἀστερόεις, ἀστερόεντος· καὶ αἱματόεις, αἱματόεντος· καὶ ἄλλως· ὅτι οἱ ∆ωριεῖς ἄνευ τοῦ ι προφέρονται αὐτό· οἷον, ἀστερόες· αἱματόες· καὶ ἡμεῖς λοιπὸν προσθέσει τοῦ ι γράφομεν. 9Ἀρνειόσ9: Ὀξύτονον διὰ τῆς ει διφθόγγου· διὰ τὸ ἀρνεός· καὶ ἄλλως, ὥσπερ ἀπὸ τοῦ ἀδελφὸς γίνεται ἀδελφειὸς, κατὰ πλεονασμὸν τῆς ει διφθόγγου· οὕτως καὶ ἀρνὸς, ἀρνειός· καὶ διὰ τοῦτο ὀξύνεται. 9Ἀρνεῖοσ9: Ὁ μὴν προπερισπώμενον· τὰ γὰρ διὰ τοῦ ειος τρισύλλαβα πρὸ μιᾶς ἔχοντα τὸν τόνον, ἔχοντα ἐν τῇ πρώτῃ συλλαβῇ τὸ α, μεθ' οὗ ἐστὶ δύο σύμφωνα ἢ καὶ πλείονα, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ἀνδρεῖος· ἀστεῖος, καὶ τὰ ὅμοια· πλὴν τοῦ ναντίος. 9Ἄρνειοσ9: Ὁ ποὺς προπαροξύτονον, καὶ διὰ τῆς ει διφθόγ-γου γράφεται· τὰ γὰρ διὰ τοῦ ειος σημαίνοντα μέρος σωματι κὸν διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ἀνθρώπειος χείρ· ἄρ νειος πούς. 9Ἀδελφειόσ9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ τὸ ἀδελφεὸς, ἀδελφὸς καὶ ἀδελφειὸς, κατὰ πλεονασμὸν τῆς ει, ὡς εἴρηται ἐν τῷ περὶ τοῦ ἀρνειός. 9Ἀφνειόσ9: Ὀξυτόνως σημαίνει τὸν πλούσιον, διὰ τῆς ει 175 διφθόγγου· διὰ τὸ καὶ χωρὶς αὐτὸ τοῦ ι εὑρεθῆναι, ἀφνεὸς, καὶ κατὰ πλεονασμὸν τοῦ ι ἀφνειός. 9Ἀΐδιοσ9: ∆ιὰ τοῦ ι· καὶ πάντα τὰ τοιαῦτα, ἀρσενικὰ, θη λυκὰ, οὐδέτερα, οὕτως γράφονται. 9Ἀγρεῖοσ9: Ὄ ἐστιν ἀγροῖκος, διὰ τῆς ει διφθόγγου τῶν κατὰ τοῦ ἀρνεῖος· Ἄγριος δὲ ὁ ἀνήμερος διὰ τοῦ ι, καὶ προπαρ οξύνεται κατὰ τὴν παράδοσιν τοῦ ποιητοῦ· ἠγριωμένος γάρ. 9Ἀλείφω9: Τὸ λει δίφθογγος· τὰ γὰρ ἔχοντα τὸ ο ἀντι παρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον· οἷον, λέγω, λόγος· δέρω, δορά· οὕτως καὶ ἀλείφω, ἀλοιφὴ, ὅ ἐστι τὸ ἄλειμμα, διὰ τῆς ει διφθόγγου τροπῇ τοῦ ο εἰς ε· τὰ δὲ ὀνόματα τὰ ἐκ τοῦ ἀλείφω γινόμενα, εἰ μὲν διὰ τοῦ πτ ἐκφέρονται, φυλάττει τὴν ει δί φθογγον· οἷον, ἀλειπτὸν, ἀνήλειπτον· εἰ δὲ διὰ τοῦ φ ἐκφέρον ται σύνθετα ὄντα, διὰ τοῦ ι γράφονται· οἷον, ἐπηλιφής· πισση λιφής. 9Ἄλειφα9 καὶ 9Ἄλειφαρ9: Σημαίνει δὲ τὸ ἄλειμμα· διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ ἀλείφω γέγονεν, φυλαχθείσης τῆς λει συλλαβῆς διφθόγγου. 9Ἀφιείμενοι9 καὶ 9Εἴμενοσ9: Ὀμοίως ει· ἀμφιεμμένοι γὰρ συναλειφή. 9Ἀγείρω9: ∆ιὰ τῆς ει