μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος. καὶ Ἔεργεν, ἀντὶ τοῦ ἐκώλυσεν. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἑέρσα, ἡ δρόσος. καὶ Ἕετο, ἀντὶ τοῦ ἐνεδύετο. καὶ Ἑὲ,ἀντὶ τοῦ ἑαυτὸν, ὡς καὶ Ὅμηρος, Σκύζεσθαί σοι φησὶ θεοὺς, ἑὲ δ' ἔξοχα πάντων. καὶ Ἑέλδωρ, τὸ ἐπιθύμημα. τοῦτο δὲ ψιλούμενον εὗρον ἐν τοῖς Ἰωάννου. Τὸ Ε πρὸ τοῦ Ζ ψιλοῦται. οἷον ἐζεκίας. καὶ ὅσα κλιτικὸν ἔχει τὸ Ε, οἷον ἔζη. ἐζηλοτύπει. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἕζω, τὸ καθέζομαι. Τὸ Ε πρὸ τοῦ Η δασύνεται. οἷον Ἑὴ, ἡ ἰδία. Ἑῆος, τοῦ ἀγαθοῦ καὶ προσηνοῦς. ἑήνδανε. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἔην, τοῦ ὑπῆρχε. καὶ Ἐηνὸς, ὄνομα ποταμοῦ. 195 Τὸ Ε πρὸ τοῦ Θ ψιλοῦται, οἷον ἔθνος. ἔθος. Ἐθὰς, ὁ συνήθης. Ἔθειρα, ἡ θρίξ. ἐθέλω. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἕθεν, ἀντωνυμίας, ἀντὶ τοῦ αὐτοῦ. ὡς Ὅμηρος, Πρόσθεν ἕθεν φεύγοντα. καὶ πάλιν, οὐ ἕθεν ἐστὶ χερείων. καὶ Ἑθεὶς, ὁ ἐμβληθεὶς, καὶ ὁ ἀφεθείς. ἐκ τοῦ Ἕω, τὸ ἐμβάλλω, καὶ τὸ ἀπολύω. Τὸ Ε πρὸ τοῦ Κ δασύνεται. οἷον ἑκατόν. ἕκαστος. ἑκάτερος. Ἕκηλος, ὁ ἥσυχος. ἑκών. ἑκοῦσα. Ἑκατομβαιὼν, ὄνομα μηνός. Ἕκατι, ἀντὶ τοῦ χάριν. Ἑκὰς, τὸ πόῤῥω. καὶ τὰ ἐξ αὐτοῦ, ἑκηβόλος. ἑκάεργος. ἑκατηβελέτης. σὺν τούτοις, ἑκάβη. ἕκτωρ. ἑκάτη. ἕκτη. ἑκταῖον. ἕκτον. καὶ ὅσα ἀπὸ τοῦ ἓξ ἀριθμοῦ. πλὴν τοῦ Ἐκ, προθέσεως, καὶ τῶν ἐξ αὐτῆς συγκειμένων. οἷον ἔκπτωτος. ἔκβλητος. καὶ τῶν ἀπὸ κλίσεως ἐχόντων τὸ Ε, οἷον ἐκάλουν. ἔκρινον. ἐκεκτή μην. καὶ τῶν ἀποβολὴν πασχόντων τοῦ Ε. οἷον ἐκεῖνος. ἐκεῖθεν. ἐκεῖθι. ἐκεῖσε. καὶ γὰρ λέγεται καὶ κεῖνος, καὶ κεῖθεν, καὶ κεῖθι, καὶ κεῖσε, κατὰ ἀποβολὴν τοῦ Ε. τὸ δὲ Ἐκυρὸς, ὁ πενθερὸς, καὶ Ἐκεχειρία, ἡ ἄδεια, κατὰ τὰ λελεγμένα κανόνας οὐκ ἔχοντα, ὅμως ψιλοῦνται. Τὸ Ε πρὸ τοῦ Λ, ἢ ἑνὸς ἢ δισσοῦ, ψιλοῦται, οἷον ἔλαφος. ἔλεος. Ἐλάτη, εἶδος δένδρου. ἐλεύθω. ἐλεγεῖον. Ἐλλεδανὸς, ὁ δεσμός. ἐλάχιστος. Ἐλλόβιον, τὸ ἐνώτιον. Ἐλῶ, τὸ ἐλαύνω. Ἔλλοπες, οἱ ἰχθύες. ἐλισσαῖος. καὶ τὰ λοιπά. πλὴν τοῦ ἕλλην. ἑλλάς. Ἑλλανοδίκαι, οἱ κριταὶ, οἱ εἰς τοὺς ἀγῶνας καθήμενοι. καὶ Ἕλλη, κύριον. ἀφ' ἧς καὶ ἑλλήσποντος. ἑλληνοταμίας. ἑλένη. ἕλενος. Ἑλλὸς, ὁ ἔλαφος. Ἕλω, τὸ λαμβάνω, καὶ τὸ φονεύω. καὶ τὸ ἑλκύω, (ἀφ' οὗ καὶ Ἑλώρια, τὰ σπαράγματα, καὶ ἑλκύσματα τῶν κυνῶν.) καὶ τὸ προκρίνω, ἀφ' οὗ καὶ ἑλόμενος, ὁ προκρί νας. Ἕλος, ὁ σύμφυτος τόπος. ἑλίκη. ἑλίσσω. ἕλιξ, ἕλικος. ὅθεν καὶ Ἑλίκωπες ἀχαιοὶ, καὶ Ἑλικῶπις κούρη. ἑλιγμα-τώδης. Ἑλικὼν, ὄρος. ἕλκω. ἑλκύω καὶ ἑλισάβετ. Τὸ Ε πρὸ τοῦ Λ, ἐπαγομένου τοῦ Κ ἢ τοῦ Μ, δασύνεται. οἷον ἕλκος. ἕλκω. ἑλκύω. Ἕλμινς, ὁ ἐν τῇ γαστρὶ ἐκ σήψεος τικτόμενος σκώληξ. καὶ κλίνεται ἕλμιν θος. ὡς τίρυνς, τίρυνθος. εἰ δὲ ἐπάγεται ἕτερον σύμφωνον, 196 ψιλοῦται. οἷον ἐλπίς. ἐλθεῖν. Ἔλδεται, ἀντὶ τοῦ ἐπιθυ μεῖ. καὶ Ὅμηρος, Καδδὲ κτήματα πολλὰ, τά τ' ἔλδεται ὅς κ' ἐπιδευής. Τὸ Ε πρὸ τοῦ Μ, φωνήεντος ἢ συμφώνου ἐπαγομέ νου, ψιλοῦται. ἐμέ. ἐμός. Ἐμῶ, τὸ χέω. ἔμετος. ἔμπης. ἐμπόρευμα. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἑμὺς, ἡ χελώνη, παρὰ τὸ ἓ ἤγουν ἑαυτὴν μύειν, τουτέστι κρύπτειν ἐντὸς τοῦ ὀστράκου. καὶ Ἕμα, τὸ ἄφεμα, καὶ ἡ πέμψις. Τὸ Ε πρὸ τοῦ Ν ἢ ἑνὸς ἢ δισσοῦ ψιλοῦται. Ἐνὸς, ἐνιαυτός. Ἐνυὼ, ὄνομα πολεμικῆς θεᾶς. ἐξ ἧς καὶ Ἐνυά-λιος, Ἄρης, καὶ σάλπιγξ ὁ τῆς Ἐνυοῦς παῖς. καὶ Ἐνῶ,ἐνόσω, τὸ κινῶ, ἐξ οὗ καὶ Ἔνοσις, ἡ κίνησις. καὶ Ἐνο-σίχθων καὶ Ἐνοσίγαιος Ποσειδῶν, ὁ τὴν γῆν κινῶν. καὶ ἔναιτος. καὶ ἐναίτη. ἐννέα. καὶ ἐννενήκοντα. Ἔννη, ἡ νεομη νία. καὶ ἔννηφι. Ἐνηὴς, ὁ πρᾶος. καὶ τὰ λοιπά. πλὴν τοῦ ἕνεκα, ὃ καὶ ἕνεκεν γράφεται. ἓν, ἑνός. καὶ τῶν ἐξ αὐτοῦ. Ἑνὰς, ἡ μονάς. καὶ ἑνίζω. Ἑνῶ, τὸ μιγνύω, καὶ Ἕνωσις,ἡ μίξις. καὶ Ἕντο, ἀντὶ τοῦ ἐνεδύοντο. ἐν τοῖς Θεοδωρίτου τὸ Ἕνος καὶ Ἕνη δασυνόμενα εὗρον, ὡς ἀπὸ τοῦ ἑνὸς, καὶ δι' ἑνὸς ν, τὸ ἕνη. σὺ δὲ ψίλου αὐτὸ κατὰ τὴν κρα τοῦσαν συνήθειαν. Τὸ Ε πρὸ τοῦ Ξ δασύνεται. ἓξ, ἐπὶ ἀριθμοῦ. ἑξή κοντα. ἑξακόσια. ἑξῆς. ἑξείης, τὸ αὐτό. Ἕξω, ἀντὶ τοῦ λάβω, ἐπὶ μέλλοντος, καὶ Ἕξις, θετικόν. πλὴν μόνης τῆς ἐξ προθέσεως, καὶ τῶν ἐξ αὐτῆς γινομένων. Ἔξωρος, ὁ παλαιός. ἐξορία. Ἔξαιτος, ὁ ἐξαίρετος, κατὰ συγκοπήν. καὶ τῶν ἀπὸ κλίσεως ἐχόντων τὸ ε. οἷον ἔξεον, ἔξαινον. Τὸ Ε πρὸ τοῦ Ο δασύνεται. οἷον Ἑὸν, τὸ ἴδιον, καὶ