1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

4

κτίσεως κόσμου ἰνδικτίωνος αʹ. ἀρχὴν δὲ παντὸς ἔτους ἐν τῷδε τῷ χρονικῷ τὴν αʹ τοῦ πρώτου μηνὸς τοῦ παρ' Ἑβ ραίοις Νισὰν πᾶς τις ἐντυγχάνων αὐτῷ λογιζέσθω, καὶ οὐ τὴν κατὰ τοὺς Αἰγυπτίους πρώτην τοῦ Θώθ, ἢ τὴν κατὰ Ῥωμαίους πρώτην τοῦ Ἰανουαρίου μηνός, ἢ ἄλλου τινὸς ἔθνους ἄλλοθεν ἀρχομένου. διαφόρως γὰρ παρὰ διαφόροις ἔθνεσιν οἱ μῆνες καὶ αἱ τῶν μηνῶν καὶ ἐνιαυτῶν ἀρχαὶ συνεφω νήθησαν· ὧν ἡ ἄγνοια τοῖς βουλομένοις ἀκριβῶς περὶ ἡμερῶν ἢ μηνῶν ἢ ἐνιαυτῶν τι ζητεῖν οὐ μικρὰν ἐμποιεῖ τὴν πλάνην. διὸ καλὸν ἡγούμενος τὰς ἐπισημοτέρας αὐτῶν διαφορὰς τρεῖς οὔσας καὶ ταῖς πατρικαῖς δι δασκαλίαις εὐδιαγνώστους εἶναι τοῖς φιλομαθέσιν ἐκθήσομαι τὰς λοιπὰς παρείς, ὡς ἀτρίπτους οἷον εἰπεῖν, Ἰνδῶν ἢ Χαλδαίων ἢ ἄλλων τινῶν ἀσυνήθων. εἰσὶ δὲ αἱ τρεῖς διαφοραὶ ἥ τε παρ' Ἑβραίοις καὶ παρ' Αἰγυ πτίοις καὶ ἡ παρὰ Ῥωμαίοις. Μὴν πρῶτος κατὰ τὴν τοῦ θεοῦ νομοθεσίαν ὁ παρ' Ἑβραίοις Νισὰν νυχθημέρων λʹ· ἀπὸ κεʹ Μαρτίου ἕως κγʹ Ἀπριλλίου· ἀπὸ κθʹ τοῦ Φα μενὼθ ἕως τὰς κηʹ τοῦ Φαρμουθί. ∆εύτερος μὴν Ἰάρης ἡμερῶν τριάκοντα· ἀπὸ κδʹ Ἀπριλλίου ἕως κγʹ Μαΐου· ἀπὸ κθʹ τοῦ Φαρμουθὶ ἕως τὰς κηʹ τοῦ Παχὼν μηνός. Μὴν Σουϊὰν ἡμερῶν λαʹ· ἀπὸ κδʹ Μαΐου ἕως τὰς κγʹ Ἰουνίου· ὁμοῦ ζβʹ· ἀπὸ τὰς κθʹ τοῦ Παχὼν ἕως τὰς κθʹ τοῦ Παϋνί. Θερινὴ τροπή. Μὴν Θαμνεὶ νυχθημέρων λʹ· ἀπὸ κδʹ Ἰουνίου ἕως κγʹ Ἰουλίου· ἀπὸ λʹ τοῦ Παϋνὶ ἕως κθʹ τοῦ Ἐπιφεί. 7 Πέμπτος μὴν Ἀρεὶ ἡμερῶν λʹ· ἀπὸ κδʹ τοῦ Ἰουλίου ἕως τὰς κβʹ τοῦ Αὐγούστου· ἀπὸ λʹ τοῦ Ἐπιφεὶ ἕως τὰς κθʹ τοῦ Μεσορή. Ἕκτος μὴν Εἰλοῦ ἡμερῶν λαʹ· ἀπὸ τὰς κγʹ τοῦ Αὐγούστου ἕως τὰς κβʹ τοῦ Σεπτεμβρίου, ὁμοῦ ρπβʹ ἡμέραι· ἀπὸ τὰς λʹ τοῦ Μεσορή, καὶ αἱ ἐπαγόμεναι, ἕως τὰς κεʹ τοῦ Θώθ· ἀπὸ τὰς κδʹ τοῦ Αὐγούστου ἕως τὰς κηʹ. ἡ γὰρ ἀρχὴ τοῦ Θὼθ ἀπὸ τὰς κθʹ Αὐγούστου ἐστὶ ἐπιπενθήμερος λʹ Αὐγούστου, ἐπὶ δὲ ἑξημέρου λαʹ Αὐγούστου. Φθινόπωρον. Μὴν ἕβδομος Θεελεὶφ ἡμερῶν λʹ· ἀπὸ κγʹ Σεπτεμβρίου ἕως τὰς κβʹ Ὀκτωβρίου· ἀπὸ τὰς κ ςʹ τοῦ πρώτου μηνὸς Θὼθ κατὰ Αἰγυπτίους ἕως κεʹ τοῦ Φαωφί. Ὄγδοος μὴν Μερσουὰν νυχθημέρων λʹ· ἀπὸ τὰς κγʹ Ὀκτωβρίου ἕως καʹ Νοεμβρίου· ἀπὸ τὰς κ ςʹ τοῦ Φαωφὶ ἕως κεʹ τοῦ Ἀθύρ. Ἔνατος μὴν Χασσαλεὺ ἡμερῶν τριάκοντα μιᾶς. ὁμοῦ σογʹ· ἀπὸ κβʹ Νοεμβρίου ἕως κβʹ ∆εκεμβρίου· ἀπὸ κ ςʹ τοῦ Ἀθὺρ ἕως κ ςʹ τοῦ Χοιάκ. Χειμερινὴ τροπή. ∆έκατος μὴν Τυβὴθ ἡμέρας λʹ· ἀπὸ κγʹ ∆εκεμβρίου ἕως καʹ Ἰανουα ρίου· ἀπὸ κζʹ τοῦ Χοιὰκ ἕως κ ςʹ τοῦ Τυβῆτ. Ἑνδέκατος μὴν Σαββὰτ ἡμερῶν λʹ· ἀπὸ κβʹ τοῦ Ἰανουαρίου ἕως κʹ τοῦ Φευρουαρίου· ἀπὸ κζʹ τοῦ Τυβῆτ ἕως τὰς κ ςʹ τοῦ Μεχείρ. ∆ωδέκατος μὴν Ἀδὰρ ἡμερῶν τριάκοντα δύο· ἀπὸ καʹ Φευρουαρίου ἕως κδʹ Μαρτίου· ἀπὸ κζʹ τοῦ Μεχεὶρ ἕως κηʹ τοῦ Φαμενώθ. μετὰ δὲ τῆς πενθημέρου. Ταῦτα ὡς ἐν συνόψει ἐστοιχειώθη περὶ τῆς ὡς ἐπὶ τὸ πλεῖστον ἐν χρήσει τριττῆς διαφορᾶς τῶν μηνῶν. ἀρκτέον δὲ λοιπὸν καὶ ἀπὸ τοῦ πρώτου ἔτους Ἀδὰμ καὶ καθεξῆς. Γενέσεως κόσμου ἔτη. πρῶτον. Ἐκ τῶν λεπτῶν Γενέσεωσ Τῷ ζʹ ἔτει παρέβη καὶ τῷ ηʹ ἐξερρίφησαν τοῦ παραδείσου, ὥς φασι, μετὰ μεʹ ἡμέρας τῆς παραβάσεως, ἐν τῇ ἐπιτολῇ τῶν Πλειάδων. Ἐποίησε δὲ ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ ἑβδομάδα ἡμερῶν τξεʹ. καὶ ἐξε βλήθη σὺν τῇ γυναικὶ Εὔᾳ διὰ τὴν παράβασιν τῇ ιʹ τοῦ Μαΐου μηνός. 8 Τὰ θηρία καὶ τὰ τετράποδα καὶ τὰ ἑρπετὰ φησὶν ὁ Ἰώσηππος καὶ ἡ λεπτὴ Γένεσις ὁμόφωνα εἶναι πρὸ τῆς παραβάσεως τοῖς πρωτοπλάστοις· διότι, φησίν, ὁ ὄφις ἀνθρωπίνῃ φωνῇ ἐλάλησε τῇ Εὔᾳ, ὅπερ ἀδύνατον εἶναι δοκεῖ. πᾶσα γὰρ λογικὴ φύσις κατ' εἰκόνα θεοῦ ἐστι, ταῦτα δὲ οὐκ εἰσὶ κατ' εἰκόνα θεοῦ. τὸν γὰρ ὄφιν ὁμολογοῦμεν λελαληκέναι τῇ Εὔᾳ, στόμα γενόμενον τῷ νοῒ τῷ ὄφει. ἐν ᾧ ἐνεργήσας ἀσυνήθει ὄντι τῷ ἀν θρώπῳ παρὰ τὰ λοιπὰ θηρία, δι' αὐτοῦ ἠπάτησε τοὺς προπάτορας, ὁ μετὰ τοῦτο καὶ ἐν ἀψύχοις εἰδώλοις λαλήσας τοῖς ὑπ' αὐτοῦ δελεασθεῖσι πολυτρόπως εἰδωλολάτραις. τὸ δὲ εἶναι τὸν ὄφιν τετράπουν τὸ πρὶν καὶ μετὰ τὴν πονηρὰν εἰσήγησιν ἑρπηστικὸν οὐκ ἀπιστοῦμεν. Τῷ νεʹ ἔτει, φησίν, ἔγνω ὁ