1

 2

 3

 4

 5

 6

 7

 8

4

ἱστόρηται γὰρ, ὡς τῶν ἐν τῇ Ἀσίᾳ πόλεων ἐκκλη σιαζουσῶν καὶ ψήφους καταβαλλομένων μηδὲν τέως ἰσχύειν αὐτὰς, εἰ μὴ καὶ ἡ τοῦ Κολοφῶνος καταβληθεῖσα τὸ κῦρος τοῖς ἐψηφισμένοις ἐδίδου. 2.18 Ἐγγύα, πάρα δ' ἄτα: ἐπὶ τῶν ῥᾳδίως ἐγγυωμένων καὶ κακῶς ἀπαλλαττομένων. λέγουσι δὲ αὐτὴν ἐν ∆ελφοῖς ἀναγεγράφθαι· οἱ δὲ εἶπον οὐχ οὕτως ἔχειν, ἀλλὰ μόνον ἐγγύη ἄτη· καὶ παρέχουσι μάρτυρα τούτου Κρατῖνον τὸν νεώτερον λέγοντα· Εἰς ἐγγύας τρεῖς πεσὼν, ἀνῃρέθην. οὕτω ποτὲ ἐν ∆ελφοῖσιν ἦν τὰ γράμματα, τὴν ἐγγύην ἄτην. Ἀλλ' ἐγὼ φιλέταιρον εἶχον ἔθος. ὅτι δέ ἐστιν ἡ ἐν ∆ελφοῖς ἐγγύα πάρα δ' ἄτα δῆλον ποιεῖ Χαρμίδῃ ὁ Πλάτων, λέγων· ὃ δή μοι δοκοῦσι πα θεῖν καὶ οἱ τὰ ὕστερα γράμματα ἀναθέντες, τό τε μηδὲν ἄγαν καὶ τὸ ἐγγύα, πάρα δ' ἄτα. Ζ. 2.20t Ζεὺς κατεῖδε χρόνιος εἰς τὰς διφθέρας: ὅτι οὐκ ἀπρονόητος. τὸν γὰρ ∆ία φασὶν εἰς διφθέρας γράφειν τὰ πραττόμενα τοῖς ἀνθρώποις. 2. Ζωὴ πίθου: ἐπὶ τῶν μετρίως ζώντων. ἀπὸ ∆ιογένους τοῦ φιλοσόφου, ᾧ πίθος ἡδίστη διατριβὴ ἐγένετο. 2.21 Ζῇ χύτρα, ζῇ φιλία. Η. 2.22t Ἡ κύων ἐν τῇ φάτνῃ: πρὸς τοὺς μήτε ἑαυτοῖς χρω μένους μήτε ἄλλους ἐῶντας. παρόσον ἡ κύων κριθὴν οὐ φάγει μένουσα ἐν φάτνῃ καὶ τὸν ἵππον οὐκ ἐᾷ. Θ 2.23t. Θυμὸς ἔσχατον γηράσκει: λέγεται διὰ τοὺς πρεσβυτέρους. ὅσον γὰρ γηράσκουσι, τὸν θυμὸν ἐῤῥωμενέστερον ἔχουσι. 2.24 Θαλάττῃ ἐκ χαράδρας ὕδωρ: ἐπὶ τῶν τοῖς μεγά λοις τὰ μικρὰ προσφιλοτιμουμένων. 2.25 Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων. 2.26 Θυμόσοφος: ἐπὶ τῶν ὀξυμαθῶν καὶ εὐφυῶν. 2.27 Θάμυρις μαίνεται: ἐπὶ τῶν συνετῶς μὲν βιούν των, δοκούντων δέ τισι μαίνεσθαι. Θάμυρις γάρ τις ἰδὼν μαστιγούμενον οἰκέτην παρὰ τοῦ δεσπότου αὐτοῦ ἐν τῷ ἱερῷ καὶ μὴ τοῦ ἱεροῦ φροντίζοντος, τὴν οὐσίαν αὐτοῦ δοὺς ἀπεδήμησεν. ὃν οἱ ὁρῶντες ἔλεγον· Μαίνεται Θάμυρις. 2.28 Θεὸς ἡ Ἀναίδεια: ἐπὶ τῶν ἀναισχυντίᾳ ὠφρυωμένων. Ι. 2.29t Ἰλιὰς κακῶν ἐπῄει: ἐπὶ ταῖς μεγίσταις συμφοραῖς. 2.30 Ἴσως Ἐριννύς ἐστιν ἐκ τραγῳδίας: τὰ γὰρ ἀποτρόπαια τῶν φαντασμάτων τραγῳδοῖς μᾶλλον ἁρμόττει. 2.31 Ἰχθὺν νήχεσθαι διδάσκεις: ἐπὶ διδασκόντων, ἃ ἐπίστανται. 2.32 Ἰαλέμου ψυχρότερος: Ἰάλεμον τὸν θρῆνον φασί· λέγουσι δὲ αὐτὸν υἱὸν Καλλιόπης γενέσθαι κακοδαίμονα καὶ ὑστερούμενον καὶ ὀρφανόν. 2.33 Ἱππεῖς προκαλεῖσθαι εἰς πεδίον: ἐπὶ τῶν τοὺς ἔν τισι βελτίους καὶ ἐπιστημονεστέρους αὑτῶν εἰς ἔριν προ καλουμένων. Κ. 2.34t Κακοῦ κόρακος κακὸν ᾠόν: ὅτι ἄβρωτόν ἐστι αὐτὸ τὸ ζῷον, ἀλλὰ δὴ καὶ τὸ ᾠὸν αὐτοῦ. ἢ ἀπὸ Κόρακος ῥή \τορος πρώτου διδάξαντος τὴν ῥητορικήν· τὸν γὰρ μαθη τὴν αὐτοῦ μισθὸν ἀπαιτῶν, εἰς τὸ δικαστήριον, εἶπεν ὁ αὐτὸς μαθητὴς, ἴωμεν, καὶ εἰ μὲν νικήσειας, οὐ μεμά θηκα· εἰ δὲ ἡττηθήσῃ, οὐ λήψῃ μισθούς. 2.35 Καθώσπερ αἱ τίτθαι σιτίζεις κακῶς. 2.36 Κύων ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον. 2.37 Κἂν ἐπὶ νεκροῦ κερδαίνειν: ἐπὶ τῶν κερδαινόν των ἐκ πενήτων καὶ τεθνεώτων. 2.38 Κατὰ