4
καταρτίζων τὸ μικρὸν ποίμνιον, ᾧ χαίροντι συν ευθυμεῖν, καὶ σκυθρωπάζοντι συστενάζειν, τῆς ἐμῆς ποιμαντικῆς ὁ νόμος. 35.976
Ηʹ. Τί δὲ ὑμεῖς, οἱ δυνάσται καὶ ἄρχοντες; Ἤδη γὰρ πρὸς ὑμᾶς ὁ λόγος μέτεισιν, ἵνα μὴ δόξωμεν πάντη τυγχάνειν ἄνισοι, καὶ τοῖς μὲν τὰ εἰκότα παραινεῖν, ὑμῶν δὲ τῇ δυναστείᾳ παραχωρεῖν, ὥσπερ αἰδοῖ τὴν κατὰ Χριστὸν ἡμῶν ἐλευθερίαν, ἢ δέει ἐκ κλίνοντες· ἢ τῶν μὲν κήδεσθαι μᾶλλον, ὑμῶν δ' ἀμελεῖν, ὧν καὶ μᾶλλον φροντίζειν ἄξιον, ὅσῳ καὶ εἰς μείζω φέρουσα ἡ ῥοπὴ ὁποτέρως ἂν ἔχῃ, καὶ πλεῖον τὸ κατορθούμενον· τὸ γὰρ ἐναντίον ἀπείη, καὶ ἡμῶν, καὶ τοῦ λόγου. Τί οὖν φατε; καὶ τί διομολο γούμεθα πρὸς ἀλλήλους; Ἆρα δέξεσθε σὺν παῤῥη σίᾳ τὸν λόγον; Καὶ ὁ τοῦ Χριστοῦ νόμος ὑποτίθησιν ὑμᾶς τῇ ἐμῇ δυναστείᾳ καὶ τῷ ἐμῷ βήματι. Ἄρχο μεν γὰρ καὶ αὐτοί· προσθήσω δὲ, ὅτι καὶ τὴν μείζονα καὶ τελεωτέραν ἀρχήν· ἢ δεῖ τὸ πνεῦμα ὑποχω ρῆσαι τῇ σαρκὶ, καὶ τοῖς γηίνοις τὰ ἐπουράνια. ∆έ ξῃ τὴν παῤῥησίαν, οἶδ', ὅτι πρόβατον εἶ τῆς ἐμῆς ποίμνης, τῆς ἱερᾶς ἱερὸν, καὶ θρέμμα τοῦ με γάλου Ποιμένος, καὶ καλῶς ἄνωθεν ἠγμένον ὑπὸ τοῦ Πνεύματος, καὶ τῷ φωτὶ τῆς ἁγίας καὶ μακα ρίας Τριάδος ὁμοίως ἡμῖν ἐλλαμπόμενον. ∆ιὰ τοῦτό μοι καὶ βραχὺς ὁ πρὸς σὲ λόγος καὶ σύντομος.
Θʹ. Χριστῷ συνάρχεις, Χριστῷ καὶ συνδιοικεῖς· παρ' ἐκείνου σοι τὸ ξίφος, οὐκ εἰς ἔργον, ἀλλ' εἰς ἀπειλήν· ὃ καθαρὸν ἀνάθημα τῷ δεδωκότι φυλάσσοι το. Εἰκὼν εἶ τοῦ Θεοῦ· καὶ εἰκόνα διὰ χειρὸς ἄγεις, ἐνταῦθα οἰκονομουμένην, καὶ πρὸς βίον ἄλλον μεθισταμένην, εἰς ὃν πάντες μεταβησόμεθα, μικρὰ παίξαντες ἐν τῷ τῆς ζωῆς τούτῳ, εἴτε δεσμω τηρίῳ, εἴτε σταδίῳ, εἴτε προχαράγματι, εἴτε σκιά σματι. Τίμησον τὴν συμφυΐαν· αἰδέσθητι τὸ ἀρχέτυ πον· γενοῦ μετὰ τοῦ Θεοῦ, μὴ τοῦ κοσμοκράτορος· μετὰ τοῦ χρηστοῦ ∆εσπότου, μὴ τοῦ πικροῦ τυράννου. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς· ἐκεῖνος καὶ τὸν πρῶτον ἄνθρωπον διὰ τῆς παρακοῆς ἔπληξε, καὶ τὴν ἐπίμοχθον ζωὴν ἐπεισήγαγε, καὶ τὸ κολάζειν, καὶ τὸ κολάζεσθαι διὰ τὴν ἁμαρτίαν ἐνομοθέτησε. Σὺ δὲ, ἄνθρωπε τοῦ Θεοῦ, μνήσθητι τίνος εἶ ποίημα, καὶ ποῦ καλῇ, καὶ πόσα ἔχεις, καὶ πόσον ὀφείλεις, παρὰ τίνος σοι λόγος, νόμος, προφῆται, αὐτὸ τὸ εἰδέναι Θεὸν, τὸ μὴ ἀπελπίζειν τὰ προσδοκώμενα. Μίμησαι διὰ ταῦτα Θεοῦ φιλαν θρωπίαν. Τοῦτο ἔχει μάλιστα θεῖον ἄνθρωπος, τὸ εὖ ποιεῖν. Ἔξεστί σοι Θεὸν γενέσθαι μηδὲν πο νήσαντι· μὴ πρόῃ τὸν καιρὸν τῆς θεώσεως. 35.977
Ιʹ. Ἄλλοι χρήματα κενοῦσιν, ἄλλοι σάρκας τῷ πνεύματι, καὶ νεκροῦνται Χριστῷ, καὶ κόσμου παντελῶς ἀπανίστανται· ἄλλοι καθιεροῦσι Θεῷ τὰ φίλτατα. Καὶ τὴν Ἀβραὰμ θυσίαν πάντως ἀκήκοας· ὃς προθυμότερον ἔδωκε τῷ Θεῷ τὸν μονογενῆ, τὸν ἐκ τῆς ἐπαγγελίας, καὶ εἰς ὃν ἡ ἐπαγγελία, ἢ παρὰ Θεοῦ τὸ ἀπ' ἀρχῆς ἐκομίσατο. Σὲ δὲ τούτων οὐδὲν αἰτοῦμεν· ἓν ἀντὶ πάντων εἰσένεγκε, τὴν φιλ ανθρωπίαν̣ ᾗ χαίρει Θεὸς μᾶλλον, ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις· δῶρον ἴδιον, δῶρον ἄμωμον, δῶρον φι λοτιμίαν Θεοῦ προκαλούμενον. Μῖξον τῷ φόβῳ τὴν ἐπιείκειαν· κέρασον τῇ ἀπειλῇ τὴν ἐλπίδα. Πολλὰ καὶ χρηστότητα κατορθοῦσαν οἶδα, δυσωποῦσαν εἰς ὀφειλομένην ἀντίδοσιν, ὅταν βιάζεσθαι παρὸν συγχωρήσαντες, δυσωπήσωμεν εὐνοίᾳ τὸν ἐλεούμε νον. Μηδὲν εἶναί σε πειθέτω τῆς ἀρχῆς ἀνάξιον· μηδὲν ἀποκλειέτω τὸν οἶκτον καὶ τὴν ἡμερότητα, μὴ καιρὸς, μὴ δυνάστης, μὴ φόβος, μὴ μειζόνων ἀρχῶν ἐλπὶς, μὴ θρασύτης τὸ πλέον ἔχουσα. Κτῆσαι τὴν εὔνοιαν ἐν τοῖς ἀναγκαίοις καιροῖς, τὴν ἄνω· χρῆσον Θεῷ τὸν ἔλεον. Οὐδεὶς μετέγνω τῶν Θεῷ τι προεισενεγκάντων. Πολύς ἐστιν εἰς ἀντίδοσιν, μάλιστα μὲν τοῖς ἐκεῖθεν ἀγαθοῖς ἀμειβόμενος τοὺς προκαταβαλόντας τι, καὶ προχρήσαντας· ἔστι δὲ ὅτε καὶ τοῖς ἐνταῦθα πρὸς πίστιν τῶν ὕστερον.