1

 2

 3

 4

 5

4

ἐκ τῶν εὐαγγελίων παρατεθεῖσα τρά πεζα· ἐγὼ δὲ αὐτῆς τὰ ὄψα ὡς οἰκέτης μόνον παρέθηκα, διόπερ ἐφ' ἑτέραν, εἴπερ ὑμῖν δοκεῖ, μεταβήσομαι τράπεζαν. Ἀνδρέαν ἡ κλῆσις στεφανοῖ· δείκνυσι τῷ στρατιώτῃ τὴν ἐκλογήν. Παρέ στησεν τοῦ ἀμπελουργοῦ τὴν ἀξίαν ἡ μίσθωσις ἣν οὕτως ἡμῖν ὁ Μαθθαῖος παρέθετο· «Ἀπὸ τότε ὁ Ἰησοῦς ἤρξατο κηρύττειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» «Ἀπὸ τότε.» Πότε; -Ἀφ' οὗ τὸν Ἰορδάνην ἡγίασεν καὶ τοῦβαπτίσματος τὴν δωρεὰν ἐφύτευσεν καὶ τὴν κεφαλὴν τῶν δρακόν των συνέτριψεν ἐν τοῖς ὕδασιν καὶ τοῦ πνεύματος τὴν δωρεὰν ἐξ οὐρανοῦ κατήγαγεν, ἤνοιξεν ὁδὸν ζωῆς, τῆς σωτηρίας τὴν πύ λην ἀνεπέτασεν· «Ἀπὸ τότε κηρύττειν ἤρξατο καὶ λέγειν· Μετα νοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Ἦλθεν γὰρ ὁ δανειστὴς ὁ πᾶσιν ἀπαλείφων τὰ ἐγκλήματα· ὁ ἄφθονος βα σιλεὺς ἐπεδήμησεν· πάρεστιν ὁ δικαστὴς τῆς φυλακῆς τοὺς ὑπευ θύνους ἐλευθερῶν, ὁ λύων τοὺς κλοιούς, ὁ ἀπαλείφων πᾶσιν ἐγ κλήματα, «ὁ καμμύων τοὺς ὀφθαλμοὺς αὐτοῦ ἵνα μὴ ἴδῃ ἀδικίαν, ὁ βαρύνων τὰ ὦτα αὐτοῦ ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος.» «Με τανοεῖτε»· πλύνατε τῷ λόγῳ τὰς πράξεις, γλώσσῃ τὸ στόμα ἀποσμήξατε, εὐχῇ τὸν βίον καθάρατε, προσενέγκατε θυσίαν ἥτις πολλῶν ἄρχει. «Μετανοεῖτε»· οὐκοῦν ὁ μετανοῶν οὐ μόνον τῶν δεινῶν ἀπαλλάττεται ἀλλὰ καὶ τῶν ἀγαθῶν κληρονομίαν δέχεται, οὐ μόνον κακίας ἐλεύθερος ἀλλὰ καὶ γεωργὸς δικαιοσύ νης γίνεται. «Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρα νῶν.» Οἱ δυνατοὶ βιάσασθε, οἱ ἀσθενεῖς δυναμώθητε, οἱ χωλοὶ τρέχετε καὶ οἱ τρέχοντες σπεύσατε καὶ οἱ σπεύδοντες ἑαυτοῖς μὴ θαρρήσητε, ἀλλὰ τῷ θεῷ τῷ τὸν δρόμον ἰθύνοντι· «Οὐ γὰρ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ.» «Μετανοεῖτε»· οὐκ ἔστι γὰρ κακία νικῶσα τὴν μετάνοιαν, οὐκ ἔστιν ἰὸς ὅστις δύναται τούτου τοῦ μέλιτος ἀποσβέσαι τὴν δύνα μιν· πᾶσιν ὁ διάβολος παλαίει καὶ πᾶσιν ἀνθίσταται καὶ πᾶσιν μάχεται· πρὸς μόνην οὐ τολμᾷ παλαῖσαι τὴν μετάνοιαν· αὐτὴ γὰρ αὐτοῦ ἐκ τῶν φαρύγγων ἐκβάλλει τὸ πρόβατον, ἐξ αὐτῆς ἀπο σπᾷ τῆς χειρὸς τοῦ τυράννου τὸν αἰχμάλωτον.

7 «Καὶ περιπατῶν ὁ Ἰησοῦς εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν καλούμενον Πέτρον καὶ Ἀν δρέαν τὸν ἀδελφὸν αὐτοῦ.» Πολλοὺς ἰδὼν παρεῖδεν, ἐπειδὴ τῶν δεσποτικῶν ὀφθαλμῶν ἦσαν ἀνάξιοι. «Εἶδεν δύο ἀδελφούς», οὐ σώματι μόνον ἀλλὰ καὶ τὴν ψυχήν, τὴν φύσιν καὶ τὴν χάριν, τὴν πολιτείαν καὶ τὴν συγγένειαν. «Εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν καλούμενον Πέτρον», οὐ τὸν κληθησόμενον· περὶ γὰρ τῆς κλήσεως ἠξιωμένος ἐτύγχανεν. Ἤδει γὰρ ὅτι ὁ Χριστὸς πρὸς αὐτὸν εἰρηκὼς ἦν· «Σὺ εἶ Σίμων, σὺ κληθήσῃ Κηφᾶς ὁ λεγόμε νος Πέτρος.» Ἰδοὺ πρὸ τῆς ὁμολογίας τὸν μισθὸν ἔχεις καὶ πρὶν ἐργάσῃ τὸν ἀμπελῶνα τὸ δηνάριον ἔλαβες, πρὶν ἀνάψῃς τὸν βωμὸν τὴν θυσίαν προσδέδεξαι, πρὶν κηρύξῃς ἐστεφανώθης, πρὶν εὐαγγελίσῃ τὸ τῆς θεολογίας σοι βραβεῖον ὑπήντησεν. Αἴτιος δὲ αὐτοῦ τούτου ὁ Ἀνδρέας ἐγένετο καὶ τούτου χάριν ὁ Μαθθαῖος προσέθηκεν· «Καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ», καίτοι ἦν ἅπαξ εἰρηκώς· «Εἶδεν δύο ἀδελφούς», ἀλλ' ὅμως ἰδοὺ νῦν ἀνα λαμβάνει καὶ δεύτερον, εὐεργέτην κηρύξαι τὸν Ἀνδρέαν τοῦ Πέτρου βουλόμενος. ∆ιὰ τοῦτό φησιν· «Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ», τὸν πληρώσαντα τὴν ἐντολὴν ἣν ἐν Παροιμίαις ὁ Σολομὼν προϋπέγραψεν· «Ἀδελφοὶ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι», ἐν τοῖς ἄγαν συμφέρουσιν, ἐν τοῖς λίαν σπουδαίοις, ἐν τοῖς σφόδρα κατεπείγουσιν· τοῦτο γὰρ ὡς ἀναγκαίας καὶ ἀπαραιτήτους αἰτίας ἡ σοφία ἐκάλεσεν· «Ἀδελ φοὶ δὲ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι.» Οὐ τοίνυν παρεῖδεν ὁ Ἀνδρέας τὸν Πέτρον κατεπειγούσης τῆς κλήσεως· ἀκήκοας γὰρ ὅπως πρὸς αὐτὸν ἔλεγεν· «Εὑρήκαμεν τὸν Μεσσίαν τὸν λεγό μενον Χριστόν.» ∆ράμε, Πέτρε, φησίν, πρὶν προλάβωσι Πέ τροι, πρὶν ἄλλοι τῶν πρωτείων ἐπιλάβωνται· οὗτος γὰρ ὅθεν θέλει στρατολογεῖ, οὗτός ἐστιν ὁ ἀπὸ «τῶν