4
περινοίας τινὸς ἢ κα 1.16 κούργου σκέψεως ἔλεγε τὰ κατὰ τὸν Μιχαὴλ γεγενῆσθαι, ἀλλ' ἀπεριέργως οὕτω καὶ ἁπλῶς ἐκ τοῦ συντυχόντος. καὶ ἦν ἂν τοῖς τοιούτοις λόγοις ἰσχυρὰ πίστις τό τε τοῦ βασιλέως ἀξίωμα καὶ τὸ διὰ βίου παντὸς αὐτὸν τῇ ἀληθείᾳ προσέχειν, εἰ μὴ τὰ τῶν πραγμάτων τέλη τὰς ἀρχὰς ἀπέδειξαν ἑαυτῶν οὐχ ὡς ἔτυχεν, οὐδ' ἐκ τοῦ συμβεβηκότος, ἀλλ' ἐκ περινοίας καὶ σκέψεως οὐ δικαίας γεγενημένας· σκεπτέον δὲ ἐκ τῶν πραγμάτων. βʹ. Ἔθους γὰρ ἐπικρατοῦντος παρὰ Ῥωμαίοις, ἐπειδὰν ἀπολίπῃ τὸν βίον ὁ βασιλεὺς, τοὺς μὲν ἐπιτρόπους τῶν ἐπαρχιῶν ἅπαντας παραλύεσθαι τῆς ἀρχῆς, εἰς ἓν δὲ συνιόντας, ὅρκοις βεβαιοῦν τὴν πίστιν τῷ ὑπολειπομένῳ βασιλεῖ, εἴ γε εἷς ἐστιν ἢ καὶ δύο, εἶτ' αὖθις, οἷς ἂν αὐτῷ δόξειε, τὰς ἀρχὰς ἐγχειρίζειν· ὥριστο καὶ τότε παρὰ τοῦ βασιλέως, μετὰ τὴν τοῦ υἱοῦ καὶ βασιλέως τελευτὴν Μιχαὴλ, τούς τε ἐν τέλει καὶ τοὺς ἐν ἀξιώμασι πάντας, μέλλοντας καθίστασθαι πρὸς ἀρχὰς, ὅρκοις ἐμπεδοῦν τὴν πίστιν τοῖς βασιλεῦσιν. ἐτελοῦντο τοίνυν οἱ ὅρκοι οὐ κατὰ τὸν πρότερον συνήθη τύπον. ἔτι γὰρ καὶ Μιχαὴλ ἐν ζῶσιν ὄντος τοῦ βασιλέως, εἴπερ ἐδέησέ τινα ὅρκῳ δοῦναι πίστιν τοῖς βασιλεῦσι, προαπαριθμησάμενος τὰ ἅγια ἐν οἷς ὤμνυεν, εἶτα στέργειν ἔλεγε καὶ βασιλέας, πρῶτον μὲν Ἀνδρόνικον τὸν καὶ πρεσβύτερον τῷ χρόνῳ καὶ πατέρα τῶν βασιλέων, καὶ τὴν αὐτοῦ γαμετὴν, εἶτα μετ' ἐκεῖνον τὸν υἱὸν 1.17 αὐτοῦ Μιχαὴλ ὁμοῦ τῇ συζύγῳ, καὶ τρίτον τὸν νέον Ἀνδρόνικον, υἱὸν μὲν ὄντα τοῦ Μιχαὴλ, υἱωνὸν δὲ Ἀνδρονίκου· τοῦ τοιούτου ἔθους ἀπὸ τῶν χρόνων ἀρξαμένου τοῦ πρώτου βεβασιλευκότος Παλαιολόγου τοῦ Μιχαήλ· πρότερον γὰρ οὐκ ἐξῆν τῷ παιδὶ τοῦ βασιλέως ὅρκους ἀποδιδόναι, ἀλλ' οὐδὲ παρασήμοις κεκοσμῆσθαι βασιλικοῖς, εἰ μὴ, τοῦ πατρὸς αὐτῷ μεταστάντος τοῦ βίου, τὸ κράτος τῆς βασιλείας ἤδη καθαρῶς πρὸς αὐτὸν μεταβαίη. ὥσπερ ἔφημεν τοίνυν, ἔτι τοῦ Μιχαὴλ ζῶντος τελουμένων τῶν ὅρκων, μετὰ τὴν ἐκείνου τελευτὴν ὥριστο τοὺς ὀμνύοντας πρὸς μόνον τὸν πρεσβύτερον Ἀνδρόνικον ποιεῖσθαι τοὺς ὅρκους καὶ ὃν ἂν αὐτὸς βασιλέα Ῥωμαίων καταστήσῃ, τὸ τοῦ νέου βασιλέως ὄνομα Ἀνδρονίκου παντάπασιν ἐκβαλόντας. τοῦτο πάντας μὲν ἠνίασε τοὺς συνετωτέρους Ῥωμαίων, καταστοχαζομένους ἤδη τὴν μέλλουσαν ἔσεσθαι τῶν Ῥωμαϊκῶν πραγμάτων φθορὰν ἐκ τῆς ἀναφυομένης μεταξὺ τῶν βασιλέων στάσεως καὶ διαφορᾶς· τῷ δέει μέντοι τοῦ κρατοῦντος ἄκοντες πάντες ὤμνυον ὡς ἐκελεύοντο, πλὴν ἑνὸς μόνου τοῦ Καντακουζηνοῦ Ἀνδρονίκου, τῇ τοῦ παρακοιμωμένου τετιμημένου ἀξίᾳ· οὗτος γὰρ χρησάμενος παῤῥησίᾳ κατὰ καιρὸν, ἀθέτησιν ἔλεγεν εἶναι τοῦ θεοῦ φανερὰν, εἰ μὴ καὶ τὸν νέον βασιλέα Ἀνδρόνικον συμπαραλάβοι τοῖς ὅρκοις· τοῦτον γὰρ τὸν τρόπον καὶ πρότερον ὀμωμοκέναι. διὸ καὶ οἱ ἐπὶ τῆς ὁρκωμοσίας τεταγμένοι, συνιδόντες τὴν ἔνστασιν τοῦ ἀνδρὸς ὡς δικαίαν, ἄκοντες μὲν, ὅμως δ' οὖν συνεχώρησαν αὐτῷ τὸν 1.18 πρότερον τύπον ἐκθέσθαι τοῦ ὅρκου· τοῦτο δὴ παρ' αὐτῶν γνωρίσας ὁ πάππος καὶ βασιλεὺς, βαρέως μὲν ἤνεγκε τὴν τοῦ ἀνδρὸς παῤῥησίαν, τοῦ δὲ μή τινα ταραχὴν ποιῆσαι τὴν πρὸς ἐκεῖνον ἔνστασιν, συνεχώρησε καὶ αὐτός. Ὁ μέντοι νέος Ἀνδρόνικος ταῦτα μαθὼν, ἐπλήγη μὲν σφοδρῶς τὴν ψυχὴν, τὴν ἀρχὴν τῶν τοιούτων πραγμάτων εἰς αὐτοῦ καταστροφὴν ἀποβλέπουσαν ἐννοῶν, ἔφερε δὲ τὸ ἄλγος σιγῇ, θυμὸν ἔδων, καθ' Ὅμηρον, καὶ οὐδὲ λόγῳ γοῦν ἐθέλων δοκεῖν ἀπαυθαδιάζειν πρὸς τὸν πάππον καὶ βασιλέα. ἐκεῖνος μὲν οὖν οὕτω καθῆστο σιγῇ· εἷς δέ τις τῶν ἐπ' εὐγενείᾳ λαμπρυνομένων, καὶ τὰς σειρὰς ἑλκόντων τοῦ γένους μητρόθεν μὲν ἐξ αἱμάτων βασιλικῶν, πατρὸς δὲ ὢν παῖς τοῦ παρὰ τοῖς Κομάνοις εὐγενεστάτου, οἳ προσεχώρησαν Βατάτζῃ τῷ βασιλεῖ τῆς Ῥωμαίων βασιλείας ἐπειλημμένῳ, Συτζιγὰν βαρβαρικῶς καλουμένου, ἐκ δὲ τοῦ ἀπὸ τοῦ ἁγίου φωτίσματος αὐτὸν ἀναδεξαμένου Συργιάννη ἐπικληθέντος· τούτου δὴ τοῦ Συργιάννη παῖς Συργιάννης νυκτὸς τῷ νέῳ βασιλεῖ προσελθὼν, «πάντως ἤκουσταί σοι, βασιλεῦ» ἔφη «τὰ καινουργήματα ταυτὶ τὰ νέα, καὶ στοχάζεσθαι τὸ τέλος τῶν πραγμάτων ἐκ τῆς ἀρχῆς ὄντι συνετῷ σοι