4
̓Ιουδαίων βασιλείας ἐκράτησε, καὶ τίς ην ουτος καὶ οθεν κατήγετο καὶ οσα κατ' οικον ἐκείνῳ συμβέβηκε καὶ μέχρι τίνος οἱ ἐξ ἐκείνου τῆς βασιλείας ἐκράτησαν· κἀκ τίνος τρόπου καὶ ἐξότου ἡγεμόνες ἐκ ̔Ρώμης εἰς ̓Ιουδαίαν ἐστέλλοντο· καὶ οσα περὶ τοῦ σωτῆρος ἡμῶν ̓Ιησοῦ Χριστοῦ ὁ ̓Ιώσηπος συνεγράψατο, ἀλλὰ μέντοι καὶ περὶ τοῦ βαπτιστοῦ ̓Ιωάννου· καὶ διὰ τίνας αἰτίας τοῦ τοῖς ̔Ρωμαίοις ὑπείκειν ̓Ιουδαῖοι ἀπέστησαν, καὶ οπως τὸ εθνος αὐτῶν ἐπολεμήθη παρὰ ̔Ρωμαίων, καὶ παρὰ τίνος ἡ ̔Ιερουσαλὴμ καὶ οπως ἐξεπορθήθη τὴν τελευταίαν καὶ μὴ σχοῦσαν ἀνάκλησιν πόρθησιν. ̔Ρωμαίων δὲ καὶ τῆς ̔Ρώμης μνησθείσης τῆς ἱστορίας ἀναγκαῖόν μοι ἐνομίσθη καὶ περὶ τούτων συγγράψασθαι καὶ παραδοῦναι πόθεν τὸ τῶν ̔Ρωμαίων εθνος κἀκ τίνος εσχηκε τὴν ἀρχήν, καὶ παρὰ τίνων ἡ τῆς ̓Ιταλίας χώρα πρῴην κατῴκιστο· οθεν τε προήχθη ̔Ρωμύλος εἰς φῶς ὁ τῆς ̔Ρώμης γενόμενος οἰκιστής, καὶ οπως ἀνῃρέθη ̔Ρῶμος ὁ ἀδελφὸς αὐτοῦ, ειτα κἀκεῖνος ἐγένετο ἀφανής· καὶ οπως πρῶτον ἡ πόλις αυτη ἐβασιλεύθη, καὶ εθεσιν οιοις καὶ νομίμοις ἐχρήσατο· καὶ ὡς εἰς τυραννίδα τὴν βασιλείαν 1.9 ὁ Σούπερβος Ταρκύνιος μεταγαγὼν καθῃρέθη, καὶ οσους πολέμους καὶ οιους ἡ ̔Ρώμη διὰ τὴν ἐκείνου καθαίρεσιν ηνεγκε· καὶ ὡς εἰς ἀριστοκρατίαν, ειτα καὶ δημοκρατίαν μετηνέχθη ̔Ρωμαίοις τὰ πράγματα, ὑπάτων καὶ δικτατώρων, ειτα καὶ δημάρχων τὴν τῶν κοινῶν ποιουμένων διοίκησιν· καὶ τίς μὲν ἡ ὑπατεία τὸ παλαιὸν ην, τίς δὲ ἡ δικτατωρεία, τί δ' ην τὸ εργον τῶν τιμητῶν, καὶ πόσος ωριστο χρόνος ἑκάστῃ τῶν ἀρχῶν τουτωνί· καὶ οιος ἐγένετο παρ' ἐκείνοις ὁ θρίαμβος, καὶ οθεν παρήχθη τοῦτο τὸ ονομα· καὶ οσα ἐν τοῖς καιροῖς ἐγένοντο τῶν ὑπατειῶν, εἰ καὶ μὴ πάντα, ἐνδείᾳ βίβλων τῶν ταῦτα διηγουμένων· καὶ οπως υστερον ἐκ τούτων εἰς μοναρχίαν ἡ ἀρχὴ τοῖς ̔Ρωμαίοις μετέπεσε· καὶ ὡς πρῶτος ταύτης, εἰ καὶ μὴ καθαρῶς, ὁ Γάιος ̓Ιούλιος Καῖσαρ μετεποιήσατο, ειτα ἐπὶ βήματος ἀναιρεθέντος αὐτοῦ παρὰ τῶν τῆς ἐλευθερίας ἐξεχομένων ὁ Αυγουστος ̓Οκτάβιος Καῖσαρ, ἀδελφιδοῦς ων τοῦ ἀνῃρημένου Καίσαρος καὶ εἰσποιηθεὶς ἐκείνῳ, τοὺς φονεῖς τοῦ θετοῦ μετῆλθε πατρός, εχων καὶ τὸν ̓Αντώνιον τοῦ εργου αὐτῷ συναιρόμενον, μετέπειτα δὲ κἀκείνῳ διενεχθείς, καὶ νικήσας ναυμαχίᾳ περὶ τὸ Ακτιον, ειτα καὶ εἰς ̓Αλεξάνδρειαν σὺν τῇ Κλεοπάτρᾳ φυγόντα ἐπικαταλαβών, εἰς τοῦτο περιέστησεν ἀνάγκης τὸν ανδρα ὡς διαχειρίσασθαι ἑαυτόν· οση τε φθορὰ τῶν ̔Ρωμαίων ἐν τοῖς ἐμφυλίοις τούτοις πολέμοις ἐγένετο, πρότερον μὲν πρὸς Βροῦτον καὶ Κάσσιον καὶ τοὺς αλλους ἀναιρέτας τοῦ Καίσαρος τοῦ ̓Οκταβίου καὶ τοῦ ̓Αντωνίου ἀντικαθισταμένων, ειτα καὶ πρὸς ἀλλήλους μαχεσαμένων αὐτῶν· καὶ ὡς ἐζωγρήθη μὲν ἡ Κλεοπάτρα ἡ τῆς Αἰγύπτου βασίλισσα, ουσα τῶν Πτολεμαίων ἀπόγονος, ἀνεῖλε δὲ ἑαυτὴν κἀκείνη, ὡς εἰ1.10 κάσθη, ἀσπίδος δήγματι· καὶ οτι ουτω μετ' ἐπινικίων λαμπρῶν εἰς τὴν ̔Ρώμην ἐπανελθὼν ὁ ̓Οκτάβιος τῆς αὐταρχίας ἀντεποιήσατο καὶ εἰς ἀκριβῆ μοναρχίαν τὴν τῶν ̔Ρωμαίων ἡγεμονίαν μετήνεγκε· καὶ τίνες μετ' αὐτὸν ἐμονάρχησαν, καὶ οπως εκαστος τῆς ἀρχῆς ἐπέβη, καὶ οπως καὶ οσον ηρξε, καὶ οιῳ τέλει τῆς ζωῆς συνεκύρησε· καὶ τίνες ἐπὶ τούτων μετὰ τοὺς σεπτοὺς ἀποστόλους τοὺς θρόνους ἐκόσμησαν τῶν τεσσάρων μεγάλων ἐκκλησιῶν, τῆς ̔Ρώμης λέγω καὶ τῆς ̓Αλεξανδρείας ̓Αντιοχείας τε καὶ τῆς ̔Ιερουσαλήμ, καὶ οσοι τούτων μαρτυρικοῦ τέλους κατηξιώθησαν· οπως τε μᾶλλον τῶν αλλων κατὰ Χριστιανῶν ἐξελύττησαν ∆ιοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ ̔Ερκούλιος, καὶ ὡς τὴν ἀρχὴν ἀποθέμενοι ἑτέρους ἀνθ' ἑαυτῶν ἐχειροτόνησαν Καίσαρας, ων εις ην Κωνστάντιος ὁ Χλωρὸς ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ, τῆς ἀρχῆς τῶν Γαλλιῶν καὶ τῆς Βρεττανίας ἀπονεμηθείσης αὐτῷ· καὶ ὡς θνήσκων ἐκεῖνος τὸν πρωτότοκον υἱὸν ἑαυτοῦ, τοῦτον δὴ τὸν ἰσαπόστολον Κωνσταντῖνον, τῆς οἰκείας ἀρχῆς διάδοχον ἐποιήσατο· καὶ ὡς μόναρχος ουτος κατέστη, τοὺς λοιποὺς καταγωνισάμενος, ὀφθέντος αὐτῷ τοῦ σταυρικοῦ σημείου δι' ἀστέρων ἐν τῷ οὐρανῷ· καὶ ὡς προσεληλύθει Χριστῷ καὶ τὴν πίστιν ἐπλάτυνε, παρρησίαν δοὺς τῷ