4
κύριον. κλητικὸν καὶ θηλυκὸν ̓Αγαμήδη. ̓Αγάννιφον. Ομηρος τὸ ορος τὸ λίαν χιονιζόμενον. ̓Αγαπήνοροσ. τὴν ἀνδρείαν ἀγαπῶντος. ̓Αγαπητόσ. ὁ ἠγαπημένος η καὶ ὁ μονογενής. ̓Αγαστόσ. θαυμαστός. Αγαυρος η ̓Αγαυρόσ. εστι δὲ ὁ κομψός· οἱ δὲ κακός. ὑπὸ ̓Ιώνων δὲ ὁ απορος. ὑπὸ δὲ ̓Αττικῶν ὁ τρυφερός. ̓Αγάστου. θανάτου. ̓Αγαῖοσ. ὁ ἐπίφθονος. ̓Αγέλαιοσ. ὁ ἀμαθὴς, προπαροξυτόνως. alpha.15 ̓Αγελαῖοσ δὲ, ὁ ἐκ τῆς ἀγέλης, ἰδιώτης, η ὁ ἐν τῇ ἀγέλῃ διάγων, προπερισπωμένως· καὶ ἀγελαίων, ἰδιωτῶν. ̓Αγελαιών. ὁ τόπος τῆς ἀγέλης. ̓Αγελαῖοι ἰχθύεσ. οἱ εὐτελεῖς καὶ μικροί. ̓Αγελάρχησ. ὁ τῆς ἀγέλης τῶν βοῶν αρχων. ̓Αγελήτης βοῦσ. ὁ ἐξ ἀγέλης. ̓Αγελίαιοσ. ουτος ἐπὶ Οὐάλεντος ην Κωνσταντινουπόλεως ἐπίσκοπος, βίον ἀποστολικὸν βιούς· ἀνυπόδετος γὰρ διόλου διῆγεν, ἑνί τε χιτῶνι ἐκέχρητο τὸ τοῦ εὐαγγελίου φυλάσσων ῥητόν. ̓Αγέροποσ. ὁ σπανίως ἐρχόμενος. ̓Αγηλατοί. οἱ κεραυνοί. ̓Αγητόσ. ὁ θαυμαστός. ̓Αγηρηναῖοι. ονομα ἐθνικόν. ̓Αγήραον. αφθαρτον. † Αγγελοσ. ζῶον λογικὸν, ὑμνολογικὸν, πύρινον, αϋπνον, ἀθάνατον κατὰ χάριν. οὐσία νοερὰ αὐθεξούσιος ἀεικίνητος θεῷ λειτουργοῦσα· η δύναμις ἁγία ἀποστελλομένη παρὰ κυρίου εἰς διακονίας.† † Αγιοσ. ὁ φύσει ἁγιάζων καὶ οὐχ ἁγιαζόμενος. κατὰ μέθεξιν καὶ ὁ ἁγιαζόμενος αγιος λέγεται.† alpha.16 Αγιος, αγιος, αγιος κύριοσ. οτι τοὺς λέγοντας alpha.16 μυριάκις εστιν αγιος ὁ θεὸς καὶ τοὺς παρερμηνεῦσαι τοῦτο τολμῶντας λαμπρῶς ἐλέγχει τό· ἐξεζήτησα τὸ πρόσωπόν σου· τὸ πρόσωπόν σου, κύριε, ζητήσω. μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. τὴν ἁγίαν ἀνακηρύττει τριάδα. οἱ δὲ λέγοντες τὸ αγιος ὁ σταυρωθεὶς ἐπιστομιζέσθωσαν ἀπὸ τοῦ· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα. ̓Αγκυλομήτεω. σκολιὰ βουλευομένου. ̓Αγκών. παρὰ τὸ ὑποκεῖσθαι ἑτέρῳ ὀστέῳ, ἐγκὼν καὶ ἀγκών. ̓Αγλευκήσ. παρὰ τὸ γλυκὺς καὶ πλεονασμῷ τοῦ ˉε ἀγλευκής. ̔Αγνόσ. ὁ καθαρός. παρὰ τὸ αζω, τὸ σέβομαι. αζος, αγος, ἁγανὸς καὶ ἁγνός. τὸν γὰρ ἁγνὸν καὶ αγιον πάντες σεβόμεθα. ̓Αγνὼσ δὲ, ὁ ἀγνωστὸς, μέγα, καὶ κλίνεται ἀγνῶτος. Αγνοσ. φυτὸν, ον καὶ λύγονα καλοῦσι· παρὰ τὸ τοὺς ἐσθίοντας ἀγόνους τηρεῖν. τινὲς δὲ τὸν κολύανδρον λέγουσιν. alpha.17 ̓Αγοστόσ. ὁ αγαν ὀστώδης τόπος παρὰ τὸ τὴν συναγωγὴν καὶ ἐπίκαμψιν τῆς χειρὸς η παρὰ τὸ δύνασθαι τοῦτο τινὰ εχειν η διὰ τὸ ἐπάγεσθαι τὴν χεῖρα, οιον ἀγνυστία. ωσπερ παρὰ τὸ πολλὸς γίνεται πολλοστὸς, ουτω παρὰ τὸ αγω ἀγοστός· οιμαι δὲ τὸν τοῦ ἀγκῶνος τόπον λέγειν. ̓Αγοστῷ. τῷ ἀγκῶνι. ἐν ἀγοστῷ σὴν εὐεργεσίην τῷ προσιόντι λέγω. Αγριοσ. προπαροξυτόνως, ὁ ἀνήμερος. ἀγρεῖος δὲ διὰ τῆς ˉεˉι διφθόγγου πρὸς ἀντιδιαστολήν. ̓Αγριᾶνεσ. τάξις στρατιωτική. ̓Αγριόθυμοσ. ὁ αγριος τῇ ψυχῇ. ̓Αγρότασ. ἀγροίκους. Αγροφον. ὀρεινόν. Αγγαροι. οἱ ἐκ διαδοχῆς γραμματοφόροι. οἱ δὲ αὐτοὶ καὶ ἀστάναι. ̓Αγκών. ἐν τῇ βασιλικῇ αὐλῇ τοῦ Γελίμερος οικημα ην, σκότους ἀνάπλεον, ο δὴ ἀγκῶνα ἐκάλουν οἱ Καρχηδόνιοι· ενθα ἀνεβάλλοντο απαντες, οις αν χαλεπαίνοι ὁ τύραννος. ̓Αγμούσ. τοὺς ὀρείους καὶ κρημνώδεις τόπους. alpha.18 Αγρωστισ. ειδος βοτάνης. ̓Αγρώσται. οἱ κυνηγέται. ἀπὸ τοῦ ἀγρώσσειν. ̓Αγύρτασ. συρφετώδεις· ὀχλαγωγούς· χυδαίους· ψεύστας· λωποδύτας· ἐπαίτας· φιλοκερδεῖς. καὶ ἀγύρτης, ειδος βόλου, καὶ ὁ ἀλαζὼν καὶ ὁ ἀπατεών. παρὰ τὸ ἀγείρειν τὸ περιϊέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ η ἑτέρῳ τινὶ τοιούτῳ. ̓Αγών. παρὰ τὸ αγω γίνεται ἀγών. ὁ φέρων πολλὴν οχλησιν καὶ ἀδημονίαν. σημαίνει δὲ τὸ ἀγὼν ˉδ. ἀγὼν ὁ τόπος· λείηναν δὲ χῶρον καλὸν δ' ευρυναν ἀγῶνα. ἀγὼν καὶ τὸ πλῆθος· λῦτο δ' ἀγών- ἀγὼν καὶ τὸ αθροισμα· Ηρη μὲν μετ' ἀγῶνα νεῶν- ἀγὼν καὶ τὸ αθλον καὶ ὁ ναός· -θεῖον δύσονται ἀγῶνα. ἀγὼν καὶ ἡ πρὸς τοὺς ἀγῶνας ασκησις. ἀγῶνα καὶ Ομηρος λέγει τὸν τόπον αὐτὸν, ἐν ῳ ἀγωνίζονται. ̓Αγλαότιμοσ. λαμπρός. τετιμημένος. ̓Αγνώμονεσ. οἱ ἀχάριστοι. καὶ ἀγνώμονες οἱ ἀμαθεῖς παρὰ Πλάτωνι. alpha.19 Αγροικος ὀργήν. φιλόδικος· ἀκρόχολος· εἰς ὀργὴν ευκολος. ̓Αριστοφάνης· νῶϊν γάρ ἐστι δεσπότης αγροικος ὀργήν. καὶ ἀγροίτης ὁ ἀγρός. ̓Αγροίκου μὴ καταφρόνει ῥήτοροσ. οτι μηδὲ τῶν