λους ὑμῶν τῆς θεοσεβείας γεγενῆσθαί φατε, τῶν μὲν ὕδωρ ἀποφηναμένων ἀρχὴν ἁπάντων εἶναι, τῶν δὲ ἀέρα, τῶν δὲ πῦρ, τῶν δὲ ἄλλο τι τῶν προειρημένων, καὶ πάντων τούτων πιθανοῖς τισι λόγοις πρὸς κατασκευὴν τῶν μὴ καλῶς δοξάν των αὐτοῖς χρωμένων καὶ τὸ ἴδιον δόγμα προτιμότερον ἐπι χειρούντων δεικνύναι. Ταῦθ' ὑπ' αὐτῶν εἴρηται. Πῶς οὖν ἀσφαλές, ὦ ἄνδρες Ἕλληνες, τοῖς σώζεσθαι βουλομένοις παρὰ τούτων οἴεσθαι δύνασθαι τὴν ἀληθῆ θεοσέβειαν μαν θάνειν, τῶν μηδ' ἑαυτοὺς πεῖσαι δυνηθέντων τὸ μὴ πρὸς ἀλλήλους στασιάζειν μηδ' ἐναντίοι τῆς ἀλλήλων φαίνεσθαι δόξης; Ἀλλ' ἴσως οἱ τῆς ἀρχαίας καὶ παλαιᾶς ἐκείνης ἀπο στῆναι μὴ βουλόμενοι πλάνης οὔ φασι παρὰ τῶν προειρημέ νων, ἀλλὰ παρὰ τῶν ἐνδοξοτάτων καὶ τελειοτάτων ἐν ἀρετῇ νομισθέντων εἶναι παρ' αὐτοῖς φιλοσόφων, τὸν περὶ τῆς θεο σεβείας παρειληφέναι λόγον, Πλάτωνός τε καὶ Ἀριστοτέλους· τούτους γὰρ τὴν τελείαν καὶ ἀληθῆ φασι μεμαθηκέναι θεοσέ βειαν. Ἐγὼ δὲ πρῶτον μὲν ἡδέως ἂν πυθοίμην τῶν ταῦτα λεγόντων, παρὰ τίνων αὐτοὺς μεμαθηκότας εἰδέναι φασίν· ἀδύνατον γὰρ τοὺς τὰ οὕτω μεγάλα καὶ θεῖα μὴ παρά τινων εἰδότων μεμαθηκότας ἢ αὐτοὺς εἰδέναι ἢ ἑτέρους δύνασθαι διδάσκειν ὀρθῶς. ∆εύτερον δὲ οἶμαι δεῖν καὶ τὰς τούτων ἐξε τάσαι δόξας· εἰσόμεθα γάρ, εἰ μὴ καὶ τούτων ἑκάτερος τἀ ναντία θατέρῳ φανήσεται λέγων. Eἰ δὲ καὶ τούτους μὴ συμ φωνοῦντας ἀλλήλοις εὕροιμεν, ·ᾴδιον οἶμαι καὶ τὴν τούτων ἄγνοιαν γινώσκειν σαφῶς. Πλάτων μὲν γάρ, ὡς ἄνωθεν κατεληλυθὼς καὶ τὰ ἐν οὐρανοῖς ἅπαντα ἀκριβῶς ἑωρακώς, τὸν ἀνωτάτω θεὸν ἐν τῇ πυρώδει οὐσίᾳ εἶναι λέγει. Ἀριστο τέλης δέ, ἐν τῷ πρὸς Ἀλέξανδρον τὸν Μακεδόνα λόγῳ σύν τομόν τινα τῆς ἑαυτοῦ φιλοσοφίας ἐκτιθέμενος ὅρον, σαφῶς καὶ φανερῶς τὴν Πλάτωνος ἀναιρεῖ δόξαν, οὐκ ἐν τῇ πυρώδει οὐσίᾳ τὸν θεὸν εἶναι λέγων· ἀλλά, πέμπτον αἰθέριόν τι καὶ ἀμετάβλητον ἀναπλάττων σῶμα, ἐν τούτῳ αὐτὸν εἶναί φησιν. Γέγραφε γοῦν οὕτως· Oὐχ ὡς ἔνιοι τῶν περὶ τὸ θεῖον πλημμελούντων ἐν τῇ πυρώδει οὐσίᾳ τὸν θεὸν εἶναί φασιν. Eἶτα, ὥσπερ μὴ ἀρκούμενος ἐπὶ τῇ κατὰ Πλάτωνος βλα σφημίᾳ, καὶ τὸν ὑπ' αὐτοῦ τῆς πολιτείας ἐκβληθέντα ὡς ψεύ στην καὶ τρίτον τῶν ἀπὸ τῆς ἀληθείας εἰδώλων, ὡς αὐτὸς ἔφη, μιμητὴν ὄντα Ὅμηρον εἰς ἀπόδειξιν τῶν ὑπ' αὐτοῦ περὶ τοῦ αἰθερίου σώματος λεγομένων καλεῖ μάρτυρα. Γέγραφε γάρ· Oὕτως γοῦν καὶ Ὅμηρος ἔφη· Ζεὺς δ' ἔλαχ' οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν· βουλόμενος ἐκ τῆς Ὁμήρου μαρτυρίας ἀξιόπιστον τὴν ἑαυτοῦ δεικνύναι δόξαν, ἀγνοῶν ὅτι, εἰ Ὁμήρῳ πρὸς ἀπόδειξιν τοῦ ἀληθῆ ἑαυτὸν λέγειν μάρτυρι χρῷτο, πολλὰ τῶν αὐτῷ δο ξάντων οὐκ ἀληθῆ φανήσεται ὄντα. Θαλῆς γὰρ ὁ Μιλήσιος, ὁ πρῶτος παρ' αὐτοῖς τῆς φιλοσοφίας ἄρξας, τὴν πρόφασιν παρ' αὐτοῦ λαβὼν τὰς πρώτας αὐτοῦ περὶ ἀρχῶν ἀθετήσει δόξας. Aὐτοῦ γὰρ Ἀριστοτέλους θεὸν καὶ ὕλην ἀρχὰς εἶναι