ἐστιν ἕτερον παρὰ τὴν ἀναίρεσιν παντὸς τοῦ ὄντος, ἔχουσα δὲ ταύτην ἡ ὕλη, πῶς οὐκ ἀνῄρηται αὐτῆς καὶ τὸ εἶναι αὐτὴν ὕλην; Ἔτι εἰ ἀπόντος τοῦ εἴδους τῆς ὕλης ἄπεστιν αὐτῆς καὶ τὸ εἶναι αὐτὴν οὐσίαν καὶ τὸ τόδε τι καὶ τὸ ὄν, οὐδαμοῦ ἄρα ἡ ὕλη ἀπόντος αὐτῆς τοῦ εἴδους. Ἔτι εἰ ἀριθμητὴ ἡ ὕλη, τὰ δὲ ἐναντία τὰ ταύτῃ συμβεβηκότα οὐκ ἀριθμητά, πῶς τρεῖς ἀρχαί, ἥ τε ὕλη καὶ τὰ ταύτῃ συμβεβηκότα; Eἰ οὐδὲν ὧν ἐν τῇ συστάσει τῶν φύσεων γιγνομένων θεωροῦμεν ἔστιν ἐκ τῆς ὕλης, οὐδὲ τὸ ποιὸν οὐδὲ τὸ ποσόν, πῶς ἐξ αὐτῆς τὰ γιγνόμενα γίγνεται καθ' αὑτά; Eἰ ἀδύνατόν τι εἶναι καὶ μὴ εἶναι τόδε τι, πῶς διὰ τὴν στέρησιν τόδε τι μὴ οὖσα ἡ ὕλη τὸ εἶναι ἔχει; Eἰ ἡ στέρησις καὶ τὸ εἶδος τῇ ὕλῃ συμβέβηκεν, οὐ σία δὲ οὐκ ἔστιν ἡ ὕλη, πῶς ταύτῃ συμβέβηκε τὰ ἐναντία; Τῇ γὰρ οὐσίᾳ συμβαίνει τὰ συμβεβηκότα. Eἰ ὥσπερ ἡ τάξις ἐν τοῖς τεταγμένοις, οὕτως καὶ τὸ εἶδος ἐν τῇ ὕλῃ, πῶς τὰ μὲν ἄτακτα πρὸ τῆς τάξεως τὸ εἶναι τόδε τι ἔχει, ἡ δὲ ὕλη πρὸ τοῦ εἴδους τὸ εἶναι τόδε μὴ ἔχουσα, σώζεται ἐν τῇ ὕλῃ ἡ ἀνα λογία τῆς τάξεως ὡς πρὸς τὸ εἶδος; Eἰ ἐν τῇ συνθέσει μὲν τῶν γιγνομένων δύο θεωροῦνται μόναι ἀρχαί, ἥ τε ὕλη καὶ τὸ εἶδος, χωρὶς δὲ συνθέσεως τρεῖς εἰσιν ἀρχαί, ἥ τε ὕλη καὶ ἡ στέρησις καὶ τὸ εἶδος, δῆλον ἄρα ὅτι μὴ ὄντος μὲν τοῦ γιγνο μένου κείμεναι τρεῖς ἦσαν ἀρχαί· ὄντος δὲ τοῦ γιγνομένου οὐ τρεῖς, ἀλλὰ δύο. Πῶς οὖν οὐκ ἔστι τὸ γιγνόμενον ἀρχὴ τῆς ἀπωλείας τῆς μιᾶς ἀρχῆς, ἣ εἰ μὴ ἀπώλετο, οὐκ ἂν ἐγίνετο τὸ γιγνόμενον; Eἰ ὥσπερ πάσχει ὁ ἄνθρωπος ὑπὸ τοῦ μουσι κοῦ καὶ τοῦ ἀμούσου καὶ τὸ σῶμα ὑπὸ ψυχροῦ καὶ θερμοῦ καὶ ἡ φωνὴ ὑπὸ τῆς ἁρμονίας τε καὶ ἀναρμοστίας, οὕτως πάσχει ἡ ὕλη ὑπὸ τοῦ εἴδους καὶ τῆς στερήσεως, ἔστω ἡ ὕλη οὐσία, ὡς ἄνθρωπος καὶ τὸ σῶμα, ἢ συμβεβηκός, ὡς ἡ φωνή, ἵνα σωθῇ τὸ τῆς ἀναλογίας ἀκόλουθον. Eἰ δὲ οὔτε οὐσία ἐστὶν ἡ ὕλη οὔτε συμβεβηκός, οὐδ' ἄρα πάσχει ὑπὸ τῶν ἐναντίων. γ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Πόσαι μὲν οὖν αἱ ἀρχαὶ τῶν περὶ γένεσιν φυσικῶν, καὶ πῶς, εἴρηται· καὶ δῆλόν ἐστιν ὅτι δεῖ ὑποκεῖσθαί τι τοῖς ἐναντίοις καὶ τὰ ἐναντία δύο εἶναι. Τρόπον δέ τινα ἄλλον οὐκ ἀναγκαῖον· ἱκανὸν γὰρ τὸ ἕτερον τῶν ἐναντίων ποιεῖν τῇ παρουσίᾳ καὶ ἀπουσίᾳ τὴν μεταβολήν. Ἡ δὲ ὑποκειμένη φύσις ἐπιστητὴ κατὰ ἀναλογίαν. Ὡς γὰρ πρὸς ἀνδριάντα χαλκὸς ἢ πρὸς κλίνην ξύλον ἢ πρὸς τῶν ἄλλων τι τῶν ἐχόντων μορφὴν ἡ ὕλη καὶ τὸ ἄμορφον ἔχει πρὶν λαβεῖν τὴν μορφήν, οὕτως αὕτη πρὸς οὐσίαν ἔχει καὶ τὸ τόδε τι καὶ τὸ ὄν. Μία μὲν οὖν ἀρχὴ αὕτη, οὐχ οὕτω μία οὖσα οὐδὲ ἓν ὡς τὸ τόδε τι, μία δὲ ᾗ ὁ λόγος, ἔτι δὲ τὸ ἐναντίον τούτῳ ἡ στέ ρησις. Πότερον δὲ οὐσία τὸ εἶδος ἢ τὸ ὑποκείμενον, οὔπω δῆλον. Eἰ τὸ εἶδος τῇ παρουσίᾳ αὑτοῦ εἰδοποιεῖ τὴν ὕλην καὶ τῇ ἀπουσίᾳ αὑτοῦ ποιεῖ ἀνείδεον, εἰσὶ δὲ ἀρχαὶ δύο, τό τε εἶ δος καὶ τὸ ἀνείδεον, ποιεῖ δὲ αὐτὰ ταῦτα καὶ ἡ στέρησις τῇ