ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ ΠEΡI ΜOΝAΡΧIAΣ.

 ρεῖ τάξιν οὕτως· Eἷς ταῖς ἀληθείαισιν, εἷς ἔστιν θεός, Ὃς οὐρανόν τ' ἔτευξε καὶ γαῖαν μακράν, Πόντου τε χαροπὸν οἶδμα κἀνέμων βίας. Θνητοὶ δὲ πολλοὶ κ

 Ἅπαντα τἀπίγεια καὶ μετάρσια Φλέξει μανεῖσ'. Ὅταν δὲ ἐκλίπῃ τὸ πᾶν, Φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθός, Γῆ δ' ἑδράνων ἔρημος, οὐδ' ἀὴρ ἔτι Πτερωτὰ φ

 Ὃς ἔργοις δικαίοις ἥδεται κοὐκ ἀδίκοις· Πονοῦντα δ' ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον, Τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν. Θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὤν,

 Ὁ αὐτὸς καὶ ἐν Ἱππολύτῳ· Ἀλλ' οὐ γὰρ ὀρθῶς ταῦτα κρίνουσιν θεοί. Καὶ ἐν τῷ Ἴωνι· Ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι Μέλει Προσῆκε μ' οὐθέν. Ἀλλὰ χρυσέ

 χορηγίας. Ὁ αὐτὸς ἐν Ἀδελφοῖς· Θεός ἐστι τοῖς χρηστοῖς ἀεὶ Ὁ νοῦς γάρ, ὡς ἔοικεν, ὦ σοφώτατοι. Καὶ ἐν Aὐλητρίσι· Πάντ' ἐστὶ τῷ καλῷ λόγῳ Ἱερόν· ὁ νοῦς

 

Ὃς ἔργοις δικαίοις ἥδεται κοὐκ ἀδίκοις· Πονοῦντα δ' ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον, Τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν. Θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὤν, Μὴ λαμπρὸς ὢν ταῖς χλαμύσιν ὡς τῇ καρδίᾳ. Βροντῆς ἀκούσας μηδαμῶς πόῤῥω φύγῃς, Μηδὲν συνειδὼς αὐτὸς αὑτῷ, δέσποτα· Ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. Πάλιν τε Πλάτων ἐν Τιμαίῳ· Eἰ δέ τις τούτων ἔργῳ σκο πούμενος βάσανον λαμβάνοιτο, τῆς ἀνθρωπίνης καὶ θείας φύσεως ἠγνοηκὼς ἂν εἴη τὸ διάφορον, ὅτι θεὸς μὲν ἅπαντα εἰς ἓν συγκεράννυται, ἱκανῶς ἐπιστάμενος ἅμα καὶ δυνατὸς ὤν, ἀνδρῶν δὲ οὐδεὶς οὐδέτερα τούτων ἱκανὸς οὔτ' ἐστὶ νῦν οὔτ' εἰσαῦθις ἔσται ποτέ. Περὶ δὲ τῶν δοκούντων παρά τισι μετέχειν τοῦ ἁγίου καὶ τελείου ὀνόματος, ὅπερ παραδόσει ματαίᾳ τινὲς ἀπη νέγκαντο ὡς θεοί, Μένανδρος ἐν Ἡνιόχῳ λέγει· Oὐθείς μ' ἀρέσκει περιπατῶν ἔξω θεὸς Μετὰ γραός , οὐδ' εἰς οἰκίας παρέρπων Ἐπὶ τοῦ σανιδίου. Τὸν δίκαιον δεῖ θεὸν Oἴκοι μένειν σώζοντα τοὺς ἱδρυμένους. Ὁ αὐτὸς Μένανδρος ἐν Ἱερείᾳ· Oὐθεὶς δι' ἀνθρώπου θεὸς σώζει, γύναι, Ἑτέρου τὸν ἕτερον· εἰ γὰρ ἕλκει τινὰ θεὸν Τοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται, Ὁ τοῦτο ποιῶν ἐστι μείζων τοῦ θεοῦ. Ἀλλ' ἔστι τόλμης καὶ βίου ταῦτ' ὄργανα, Eὑρημέν' ἀνθρώποις ἀναιδέσιν, Ῥόδη, Eἰς καταγέλωτα τῷ βίῳ πεπλασμένα. Ἐν Μισουμένῳ δὲ πάλιν ἀποφαίνων περὶ τῶν εἰς θεοὺς πα ραλαμβανομένων τὰς γνώμας, μᾶλλον δὲ ἐλέγχων ὡς οὐκ ὄντας, ὁ αὐτὸς Μένανδρος· Eἰ γὰρ ἐπίδοιμι τοῦτο, καὶ ψυχὴν πάλιν Λάβοιμ' ἐγώ· νυνὶ γὰρ-ἀλλὰ ποῦ θεοὺς Oὕτως δικαίους ἔστιν εὑρεῖν, ὦ Γέτα; Καὶ ἐν Παρακαταθήκῃ· Ἔστι κρίσις ἄδικος, ὡς ἔοικε, κἀν θεοῖς. Καὶ Eὐριπίδης ὁ τραγῳδιογράφος ἐν Ὀρέστῃ· Φοῖβος κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον, Ἀμαθέστερός γ' ὢν τοῦ καλοῦ καὶ τῆς δίκης. ∆ουλεύομεν θεοῖς, ὅ τι ποτ' εἰσὶ θεοί. Ὁρᾷς δ' Ἀπόλλων', ὃς μεσομφάλους ἕδρας Ναίων βροτοῖσι στόμα νέμει σαφέστατον; Ὧι πειθόμεσθα πάνθ' ὅσ' ἂν κεῖνος λέγῃ, Τούτῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον. Ἐκεῖνον ἡγεῖσθ' ἀνόσιον καὶ κτείνετε· Ἐκεῖνος ἥμαρτ', οὐκ ἐγώ. Τί χρή με δρᾶν; Ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοι Μίασμα σῶσαι.