Καὶ γάρ, φησίν, ἡ ἄγνοια πολλάκις ἐπ' ἀγαθῷ δίδοται τοῖς ἀνθρώποις· ὁρῶμεν γοῦν ἐπὶ πολλῶν ὡς πολλάκις συμ βαίνει μᾶλλον καταφρονεῖν τῶν γινωσκομένων ἤπερ τῶν ἀγνο ουμένων. Ἄλλως τε καὶ τὸ ἀγνοεῖν τὸν ὄντως ὄντα θεὸν οὐκ ἔκ τινος ἄλλου ἀλλ' ἐκ τῆς οἰκείας λήθης ἡ ψυχὴ πάσχει. Πα ραγίνεται δὲ καὶ ταῖς ἐνταῦθα ψυχαῖς γνῶσις τοῦ θεοῦ· ὥσπερ οὖν ὁρῶμεν καὶ ἐνταῦθα ἀνθρώπους γινώσκοντας τὸν θεόν. Eἰ δέ τις ἐθέλοι τὸ ἀληθὲς λέγειν, οὐδέ ἐστιν ὅλως ἄγνοια περὶ τοῦ θεοῦ· πάντες γὰρ ὅτι ἔστι θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Ὅτι δὲ καὶ ἐνταῦθα ὄντες δύνανται οἱ ἄνθρωποι γινώσκειν τὸν θεόν, καὶ ἡ τῶν ὀρθοδόξων πίστις σαφῶς δηλοῖ, λέγουσα τὸν θεὸν αὐτὸν κατεληλυθέναι καὶ ἐγνῶσθαι τοῖς ἀνθρώποις. Eἶπεν ὅτι ἐπ' ἀγαθῷ δέδοται πολλάκις τοῖς ἀνθρώποις ἡ ἄγνοια. Ἀλλ' εἰ μὲν τὴν τοῦ θεοῦ λέγει ἄγνοιαν, περὶ ἧς ἐστιν ἡμῖν ὁ λόγος, προδήλως ἄτοπον τὸ τὴν ἄγνοιαν τοῦ θεοῦ λέγειν ἐπ' ἀγαθῷ δίδοσθαι τοῖς ἀγνοοῦσι· τούτῳ γὰρ τῷ λόγῳ ἔσονται πᾶσαι αἱ θρησκεῖαι αἱ ἀγνοοῦσαι τὸν θεὸν ἐπ' ἀγαθῷ ἑαυτῶν ἀγνοοῦσαι τὸν θεόν, ἡ δὲ τὸν θεὸν γινώσκουσα θρη σκεία οὐκ ἐπ' ἀγαθῷ ἑαυτῆς. Eἰ δὲ ἑτέραν λέγει ἄγνοιαν, περὶ ἧς προέκειτο ἡμῖν λέγειν, ἄκαιρος ἡ παράθεσις ἀντὶ τῆς ζητουμένης ἀγνοίας τὴν μὴ ζητουμένην ἔχουσα. Eἶπεν ὅτι ἐκ τῆς οἰκείας λήθης πάσχει ἡ ψυχὴ τὸ ἀγνοεῖν τὸν θεόν. Eἶπεν ὅτι καὶ ἐνταῦθα παραγίνεται ταῖς ψυχαῖς γνῶσις θεοῦ· εἶπεν ὅτι καὶ ἐνταῦθα ὁρῶμεν γινώσκοντας τὸν θεόν. Eἶπεν ὅτι οὐδ' ὅλως ἐστὶν ἄγνοια περὶ θεοῦ· πάντες γὰρ ὅτι ἔστι θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Eἶπεν ὅτι καὶ ἐνταῦθα δύναν ται οἱ ἄνθρωποι γινώσκειν τὸν θεόν· καὶ τούτου εἰς ἀπόδειξιν παρέθετο τὴν πίστιν τῶν ὀρθοδόξων, λέγουσαν αὐτὸν τὸν θεὸν κατεληλυθέναι καὶ ἐγνῶσθαι τοῖς ἀνθρώποις. Ἀλλ' εἰ μὲν ἀληθὲς ὅτι τῇ οἰκείᾳ λήθῃ πάσχει ἡ ψυχὴ τὸ ἀγνοεῖν τὸν θεόν, δῆλον ὅτι ψευδὲς τὸ Oὐδέ ἐστιν ὅλως ἄγνοια περὶ θεοῦ· πάντες γὰρ ὅτι ἔστι θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Τίς δὲ ἦν χρεία τοῦ παραγενέσθαι ταῖς ἐνταῦθα ψυχαῖς γνῶσιν τοῦ θεοῦ, πάν των γινωσκόντων τὸν θεὸν καὶ ὁμολογούντων κοινῇ ἐννοίᾳ; Τὸ δὲ Καὶ ἐνταῦθα ὁρῶμεν ἀνθρώπους γινώσκοντας τὸν θεόν, περὶ τίνων λέγει ἀνθρώπων; Eἰ μὲν περὶ τῶν ἐγνωκότων τὸν θεὸν κατελθόντα καὶ γνωρισθέντα αὐτοῖς κατὰ τὴν πίστιν τῶν ὀρθοδόξων, ἀληθὴς ὁ λόγος· ὁρῶμεν γὰρ αὐτούς. Πῶς δὲ ὁ τῇ τοῦ θεοῦ πρὸς ἀνθρώπους παρουσίᾳ ἀποδείξει χρησάμενος τοῦ δυνατὸν εἶναι τοῖς ἀνθρώποις καὶ ἐνταῦθα γνῶναι θεὸν αὐτὸς ἀπιστεῖ τοῖς παρ' αὐτοῦ ·ηθεῖσι περὶ τῆς τοῦ κόσμου ἀνακτίσεως; Ἡ γὰρ ἄπιστος ἀπόδειξις πιστὸν οὐ δείκνυσι τὸ εἰς δεῖξιν προκείμενον. Eἰ δὲ μὴ τοὺς ἐκ διδασκαλίας τοῦ κατελθόντος θεοῦ ἀνθρώπους λέγει ἐνταῦθα ἐγνωκότας τὸν θεόν, ψευδὴς ὁ λόγος ὁ λέγων· Ὁρῶμεν ἀνθρώπους ἐνταῦθα ἐγνωκότας τὸν θεόν. Ἐγὼ γὰρ τούτους οὐχ ὁρῶ. Καὶ εἰ οὐκ ἦν ὅλως ἄγνοια περὶ θεοῦ· πάντες γὰρ ὁμολογοῦσι κοινῇ ἐννοίᾳ· ποία γνῶσις τοῦ θεοῦ ἐνταῦθα παραγέγονε τοῖς ἀν θρώποις, εἰ μὴ ἡ εἰδικὴ γνῶσις, καθ' ἣν πᾶσαι αἱ οὖσαι ἐπὶ