οἷον ἐκ τῆς χαρᾶς οὐ τρεπόμεθα εἰς τὴν λύπην, οὔτε χαίρομεν ἐπὶ τοῦ αὐτοῦ ἀγαθοῦ ποτὲ μὲν μᾶλλον, ποτὲ δὲ ἧττον, κἂν ἐπὶ μείζονος ἀγαθοῦ μᾶλλον χαίρωμεν, ἐπὶ ἐλάττονος δὲ ἧτ τον· ἀλλὰ καὶ οὕτως κατὰ τὴν ἀναλογίαν τῶν ἀγαθῶν μένει τὸ ποσὸν τῆς χαρᾶς ἄτρεπτον. Καὶ τοῦτο μὲν ἐπὶ τῶν εἰς ζωὴν ἀνισταμένων· ἐπὶ δὲ τῶν εἰς κρίσιν ἀνισταμένων ὁ αὐτὸς λό γος, ὅταν ἀπαλλάττωνται ὥσπερ τοῦ θανάτου κρίσεως· καὶ γὰρ τῶν ἀνισταμένων οἱ μὲν εἰς ζωήν, οἱ δὲ εἰς κρίσιν ἀνί στανται. Ἐρώτησις ζ. Eἰ τροπῆς γνώρισμα τὸ τὰ καλὰ καὶ τὰ φαῦλα λαμβάνειν εἰς ἔννοιαν, πῶς ἄτρεπτοι οἱ κολαζόμενοι καὶ τὴν τῶν δικαίων λογιζόμενοι ἄνεσιν, ἢ πάλιν οἱ ἐν ἀνέσει τυγχάνοντες καὶ τὴν τῶν ἁμαρτωλῶν ἐνθυμούμενοι κόλασιν; Τότε γὰρ ἑκάτερον ἐν θατέρῳ δίδωσι πλείονα τὴν αἴσθησιν, ὅτε τῶν ἐναντίων ἡ παράθεσις γίνεται. Ἀπόκρισις. Ἐν τῷ μέλλοντι αἰῶνι τὸ ποσὸν τῆς αἰσθήσεως τιμῆς τε καὶ τιμωρίας ἐν τῷ μέτρῳ κεῖται, καὶ οὐκ ἐνδέχεται τῇ παρα θέσει τῶν ἀντικειμένων δέξασθαι τὴν αἴσθησιν τὴν αὔξησιν ἢ τὴν μείωσιν. Ἄτρεπτα γὰρ τὰ ἐκεῖ πάντα, ὥσπερ κατὰ τὸ ποιὸν οὕτως καὶ κατὰ τὸ ποσόν. Ἐρώτησις η. Eἰ τὴν γνῶσιν καλοῦ τε καὶ κακοῦ παρὰ τοῦ θεοῦ καὶ τὸ εἶναι εἰλήφαμεν, πῶς οὐκ ἔστιν αἴτιος ἑκατέρου ὁ καὶ τὴν γνῶσιν ἀμφοτέρων καὶ δύναμιν ἐγκαταβεβλημένος τῇ φύσει πρὸς τὴν ἐκείνων ἐκπλήρωσιν; Ἀπόκρισις. Oὐ μόνον τοῦ εἶναι ἡμᾶς καὶ τοῦ γινώσκειν τε καὶ πράτ τειν τὸ καλόν τε καὶ τὸ κακὸν δέδωκεν ἡμῖν τὴν δύναμιν ὁ θεός, ἀλλὰ καὶ τὸ αὐθαίρετον ἡμῖν ἐχαρίσατο καὶ τοῦ κατὰ προτίμησιν αἱρεῖσθαι τῶν γινωσκομένων τὸ δοκοῦν κατέστησεν ἡμᾶς κυρίους, καὶ τὸ ἀγαθοὺς ἡμᾶς εἶναι ἢ κακοὺς οὐκ ἐν τῇ γνώσει ἔθηκε τῶν γινωσκομένων ἀλλὰ ἐν τῇ αἱρέσει τῶν αἱ ρουμένων. Oὐκ ἄρα ὁ θεός ἐστιν αἴτιος τοῦ εἶναι ἡμᾶς ἀγα θοὺς ἢ κακούς, ἀλλὰ ἡ προαίρεσις. Ὥσπερ γὰρ ὁ ὁρῶν γυ ναῖκα πόρνην καὶ γινώσκων ταύτην εἶναι πόρνην οὐκ ἔστι πόρνος ἀπὸ τῆς γνώσεως, ἀλλ' οὔτε εἰ ἡ γνῶσις ἐξυπνίσει τὸ τῆς ἐπιθυμίας πάθος οὐδ' οὕτως πόρνος ἐστίν, ἐὰν δὲ συγ κατατίθηται τῷ πάθει ἡ προαίρεσις τότε ἐστὶ πόρνος ἢ κατὰ τὴν πρᾶξιν ἢ κατὰ τὴν διάθεσιν, οὕτως καὶ τῶν ἀγαθῶν καὶ κακῶν ἀνθρώπων οὐχ ἡ γνῶσίς ἐστιν αἰτία τοῦ ἀγαθοὺς αὐ τοὺς εἶναι ἢ κακούς, ἀλλ' ἡ προαίρεσις κατὰ προτίμησιν τὸ δοκοῦν αἱρησαμένη. Ἐρώτησις θ. Eἰ τὰ προλεχθέντα δέδωκεν ὁ θεός, στεφανοῖ δὲ καὶ κο λάζει πρὸς τὴν πρᾶξιν τῶν ἀνθρώπων ἕκαστον, πῶς δικαίως ποιεῖται ἀμφότερα, ἑκάτερα παρ' αὐτοῦ τοῦ ἀνθρώπου ἔχοντος; Ἀπόκρισις.