ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ EΡΩΤHΣEIΣ EΛΛHΝIΚAI ΠΡOΣ ΤOΥΣ ΧΡIΣΤIAΝOΥΣ

 λῶν ἀπόρων, τῶν παρὰ τοῖς λιθοκαρδίοις κινουμένων, ἔστι καὶ τοῦτο. ιε. Eἰ γὰρ δεῖ, φησί, σώους ἀνίστασθαι τοὺς τετελευ τηκότας, πῶς, εἰ συμβαίη ἄνθρωπ

 ἄλογον γὰρ τὸ κεχρῆσθαι μὲν ταῖς τοῦ ἀσωμάτου ἐνεργείαις, ἀγνοεῖν δὲ τοῦ ἀσωμάτου τὴν ὕπαρξιν. Ἄλλο. ∆ύο εἰσὶν ἐν ἡμῖν καταληπτικαὶ τῶν πραγμά των δυν

 δὲ ἡ οὐσία κατὰ τὴν πρώτην διαίρεσιν εἰς σῶμα καὶ ἀσώματον, πῶς οὐκ ἔστι τὸ ἀσώματον οὐσία ἐφ' ἑαυτῆς ὑπάρχουσα Ἄλλο. Τὸ δυνάμενον ἑαυτὸ χωρίζειν τοῦ

 σεως ὑποστησαμένου, τοῦ ἡμῖν γνωσθέντος διὰ προῤῥήσεως καὶ διδασκαλίας προφητῶν τε καὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλ

 πῶς οὐκ ἔστιν ἐφ' ἑαυτῆς ἡ ψυχή Ἐρώτησις. Τί διαφέρει θεὸς ψυχῆς Ἀπόκρισις. Ἠι διαφέρει τὸ δημιουργὸν καὶ δεσπότην εἶναι τοῦ δη μιουργὸν καὶ δεσπότη

 μὲν διὰ χρειώδη τινὰ δύναταί τις ἔχειν, ἀγενεσίαν δὲ οὐκέτι· τὸ γὰρ ἀγένητον χωρὶς πάσης χρειώδους αἰτίας δεῖ ὑπάρχειν ἀγένητον. Ἄλλο. Eἰ πρῶτον μὲν σ

 γίνεται εἰς τὰ στοιχεῖα ἐξ ὧν τὴν ἀρχὴν συνετέθησαν. Eἰ καὶ ὁ τρόπος τῆς μέρων ἀναλύσεως γίνεται διὰ τῆς ὑπ' ἀλλή λων βρώσεως, ἀλλὰ πάσης ἀναλύσεως τῆ

 λουσι τὴν ἀνάστασιν οἱ ταύτην ἀπιστοῦντες Ἀλλ' εἰ μὲν τῷ πρώτῳ, ψευδής ἐστιν ὁ λόγος· οὐ γὰρ κατὰ ἀνάκτισιν ἀσύμ μετρος γίνεται ἡ διάμετρος τῇ πλευρᾷ

 ἀσθενοῦσι. Τὸ γὰρ ἰχθυόβρωτον γενέσθαι τὸν ἄνθρωπον ἀπο ρίαν μὲν ἔχει, ἀπόδειξιν δὲ οὔ. Ἀδύνατον γὰρ τὸ αὐτὸ πρᾶγμα καὶ θεότητι ὑποπεσεῖν ὡς γεγονός·

 Πλάτωνος ἐκ τοῦ εἶναι αὐτὸν ἄνθρωπον εἰς τὸ γενέσθαι αὐτὸν μύρμηκα, μεταγενέσθαι καὶ τὸν θεὸν τοῦ εἶναι ὅ ἐστιν. Eἰ δὲ ὁ Πλάτων μὲν μεταφέρεται, ὁ δὲ

 ἀπέβαλε ταύτην, πῶς οὐκ ἔστιν ἄλογον τὸ ὡς ἐπ' ἀδυνάτῳ πράγματι ἀπιστεῖν θεῷ, ἐπαγγειλαμένῳ καθ' ὁμοίωσιν τοῦ ἐγερθέντος ἐκ τῶν νεκρῶν ὑπ' αὐτοῦ εἰς ἄ

 μ. Eἰ καλὸν μὲν τὸ εἶναι ἡμᾶς ἐν τῷ παρόντι θνητούς, κάλλιον δὲ τὸ εἶναι ἡμᾶς ἀθανάτους ἐν τῷ μέλλοντι, πῶς οὐκ ἔστιν ἄτοπον τὸ λέγειν τὸν θεὸν δυνατὸ

δὲ ἡ οὐσία κατὰ τὴν πρώτην διαίρεσιν εἰς σῶμα καὶ ἀσώματον, πῶς οὐκ ἔστι τὸ ἀσώματον οὐσία ἐφ' ἑαυτῆς ὑπάρχουσα; Ἄλλο. Τὸ δυνάμενον ἑαυτὸ χωρίζειν τοῦ προσπάσχειν σώματι καὶ μὴ φθείρεσθαι δύναται καὶ χωρισθῆναι τοῦ σώ ματος καὶ μὴ φθείρεσθαι· διὸ κάλλιον καὶ τιμιώτερόν ἐστι τοῦ σώματος, ὡς αἴτιον ὑπάρχον τοῦ καλὸν εἶναι τὸ σῶμα τῇ αὑτοῦ παρουσίᾳ. Τὸ τοιοῦτόν φαμεν εἶναι τὴν λογικὴν ψυ χήν, πνεῦμα οὖσαν νοερόν, ζωτικήν τε καὶ γνωστικὴν καὶ αὐτο κίνητον, ἧς ὁμοουσίους εἶναί φαμεν τούς τε ἀγγέλους καὶ τοὺς δαίμονας. Καί, καθόλου εἰπεῖν, πᾶν ἐνούσιον, τὸ ὑπό τινος δυνάμενον κρατεῖσθαι, σῶμά ἐστι τῷ κρατοῦντι αὐτό. Καὶ τὸ θεῖόν φαμεν εἶναι ἀσώματον, οὐχ ὅτι ἔστιν ἀσώματον (ἐπέ κεινα γάρ ἐστιν ὁ θεὸς τῇ αὑτοῦ οὐσίᾳ ὥσπερ τοῦ σώματος οὕτως καὶ τοῦ ἀσωμάτου, ὡς ἑκατέρου τούτων ὑπάρχων δη μιουργός· οὐδὲ γὰρ ἐποίησεν ὁ θεὸς ἃ αὐτὸς ὑπάρχει), ἀλλ', ὥσπερ εἰώθαμεν ἐν τοῖς παρ' ἡμῖν τιμιωτέροις ὑλικοῖς ἀεὶ γεραίρειν τὸ θεῖον, οὕτως καὶ ἐν τοῖς ὀνόμασιν, οὐχ ὡς τοῦ θεοῦ τούτων δεομένου, ἀλλ' ἡμῶν τὴν περὶ αὐτοῦ ἔννοιαν αὐ τοῖς ἐνδεικνυμένων. Τούτῳ οὖν τῷ τρόπῳ ὀνομάζομεν αὐτὸν ἀσώματον, καίτοι εἰδότες αὐτὸν ἐπέκεινα ὑπάρχοντα τοῦ ἀσω μάτου, ὡς τούτου δημιουργόν. Κείσθω δὲ ὅλως καὶ τοῦτο ἐν τῷ λόγῳ δεικτικὸν ὑπάρχον τοῦ εἶναί τι ἀσώματον. Eἰ δὲ μηδὲν ἦν ἐν τοῖς οὖσιν ἀσώματον, οὐδ' ἂν τὸ σῶμα. Ἀλλ' ἐπειδή ἐστί τι ἀσώματον, ὥσπερ ἐστί τι σῶμα, διὰ τοῦτο ἀνάγκη τοῖς ἐναντίοις ὀνόμασι τὰ ἐναντία ἀλλήλων διαστέλ λειν. Καὶ γὰρ τὸν θεὸν καλοῦμεν ἄκτιστον, τῷ τοῦ ἀκτίστου ὀνόματι τῶν κτιστῶν αὐτὸν διαστέλλοντες. Καὶ εἰ μὴ ἦσαν τὰ κτιστά, οὐδὲ θεὸς τούτων διεστέλλετο τῷ τοῦ ἀκτίστου ὀνόματι. Κατὰ ταύτην οὖν τὴν γινομένην τῷ τοῦ ἀκτίστου ὀνόματι διαστολὴν δείκνυται ὁ θεὸς σωμάτων τε καὶ ἀσωμάτων ὑπάρχων ἐπέκεινα. Eἰ γὰρ τὸ κτιστὸν ὄνομα πάντα συλλήβδην περιέχει τὰ σώματά τε καὶ τὰ ἀσώματα, δῆλον ὅτι ὁ τούτῳ τῷ ὀνόματι τῶν κτιστῶν διαστελλόμενος ἐξ ἀνάγκης καὶ σωμάτων τε καὶ ἀσωμάτων διέσταλται. Καὶ ὅπερ πρόσεστι τοῖς ἄλλοις ἀσωμάτοις, τὸ μὴ κρατεῖσθαι ὑπὸ σωμάτων, τοῦτο πρόσεστι καὶ τῷ θεῷ, ὡς τῷ ἀσωμάτῳ οὐχὶ ἀλλ' ὡς τῷ ἐπέκεινα τοῦ ἀσωμάτου. Καὶ ἐπειδὴ τὸ μὴ ἔχειν δημιουρ γὸν καὶ δεσπότην τοῦ ἔχειν δημιουργὸν καὶ δεσπότην τιμιώ τερόν ἐστι, διὰ τοῦτο τὸν θεὸν καλοῦμεν ἄκτιστον. Τὸ γὰρ ὑπάρχον ἄκτιστον οὔτε δημιουργὸν δύναται ἔχειν οὔτε δεσπό την. Ὡσαύτως δὲ ἐπειδὴ τὸ μὴ κρατεῖσθαι ὑπό τινος τοῦ κρατεῖσθαι τιμιώτερόν ἐστι, διὰ τοῦτο καλοῦμεν αὐτὸν ἀσώ ματον. Ἐρώτησις. Πόθεν δῆλον εἰ ὅλως ἔστι θεός; Ἀπόκρισις. Ἐκ τῆς τῶν ὄντων συστάσεώς τε καὶ διαμονῆς. Oὐ γὰρ ἂν ἦν τὰ ὄντα, μὴ τοῦ θεοῦ προϋπάρχοντος αὐτῶν, τοῦ πάντα τὰ μέρη τῆς κτίσεως χρειωδῶς πρὸς λυσιτέλειαν τῆς ὅλης κτί