1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

4

Ἡλίου καὶ Σελήνης δρόμων. καὶ ἐπὶ μὲν Ῥωμύλου ὁ νῦν καλούμενος Μάρτιος μὴν πρῶτος ἦν, ἐπὶ δὲ Νουμᾶ προσετέθησαν Ἰανουάριος καὶ Φεβρουάριος. ἀρχὴν δὲ ἐνιαυτοῦ ὁ Νουμᾶς ἄγειν ἐθέσπισε Ῥωμαίοις, ὅταν Ἥλιος τὸν Αἰγόκερων μεσάζων αὔξει τὴν ἡμέραν, ἀποστρέφων πρὸς ἡμᾶς ἀπὸ τοῦ νοτίου καμπτῆρος, προστιθεὶς τῇ ἡμέρᾳ ἡμιώριον. καὶ οὐ μόνον οὕτως τὸν ἐνιαυτὸν διετύπωσεν, ἀλλὰ καὶ νόμισμα πρῶτος ἐχάραξεν, ὡς ἐξ αὐτοῦ ἔτι καὶ νῦν νουμόν-οἱονεὶ Νουμανόν-τὸν ὀβολὸν καλεῖσθαι. ἀλλὰ μὴν καὶ τὴν βασιλέων οἰκίαν, ἣ καλεῖται Παλάτιον, κατὰ τὸν ἱερατικὸν διετάξατο θεσμόν. 1.18 Ἀδριανὸς ἐκ τῆς Αἰλίων ἐτύγχανε φαμιλίας, οἱονεὶ γενεᾶς· ὅθεν ἔδοξεν αὐτῷ τὸ Αἰλίων ὄνομα τοὺς ὑπηκόους προγράφειν· ὅθεν καὶ Αἰλία ἡ Ἱερουσαλήμ· καὶ γὰρ αὐτὸς αὐτὴν ἁλοῦσαν ἐπόλισεν. 1.19 Ὅτι Ὑπάτη ὠνομάζετο πρότερον ἡ Θεονίκη. 1.20 Ὅτι ἴδιον ἀεὶ γέγονε τῶν ἀρχιερέων τὴν κεφαλὴν σκέπειν ἢ διαδεσμεῖν ταινίᾳ· καὶ τοῦτο δῆλον ἐκ τοῦ μέχρι τήμερον τὴν τοῦ καθ' ἡμᾶς ἀρχιερέως ταινίαν τοῖς ὤμοις αὐτοῦ περιθέσθαι, τὴν ὡς ἔφην ἐπὶ τῆς κεφαλῆς τιθεμένην πάλαι· ὡς †καικαφόριον ἔτι καὶ νῦν καλεῖσθαι. 1.21 Ὅτι ὁ Νουμᾶς τὴν βασιλικὴν ἐσθῆτα εἰς τιμὴν Ἡλίου καὶ Ἀφροδίτης ἐκ πορφύρας καὶ κόκκου κατασκευάζεσθαι διετύπωσεν-καὶ Βλάττα δέ, ἐξ ἧς τὰ βλάττια λέγομεν, ὄνομα Ἀφροδίτης ἐστὶ κατὰ τοὺς Φοίνικας, ὡς ὁ Φλέγων ἐν τῷ περὶ ἑορτῶν φησι. ὅτι τριακοσίοις ἐγγὺς ὀνόμασιν εὑρίσκομεν καλουμένην τὴν Ἀφροδίτην, κεῖται δὲ παρὰ Λαβεῶνι τὰ ὀνόματα- καλέσας αὐτὴν τὴν στολὴν πατρίως τραβαίαν, ἣν λέγεται πρῶτος ὁ Ἀγαθοκλῆς ὁ Σικελιώτης εὑρεῖν. τραβαία δὲ εἴρηται ὡσανεὶ τρίβαφος· ἐκ τριῶν γὰρ ἀποτελεῖται χρωμάτων, πορφύρας, κόκκου καὶ ἰσατίδος βο τάνης ἣ παρὰ τοῖς πολλοῖς λουλάκιον λέγεται, ἥτις ἐστὶν Ἄρεος. εἶτα προεστήσατο τὸν τῆς πόλεως φύλακα, ὕπαρχον δὲ αὐτὸν νῦν προσαγορεύομεν ἢ ὥς τινες πολίαρχον ἢ ἀστυδίκην, ὃν πάλαι πραίτωρα οὐρβανὸν ἔλεγον, ὃς καὶ πρωτεύειν τῆς Ῥωμαίων γερουσίας φαίνεται· καὶ τοῦτο δῆλον ἐκ τῶν ὑποδημάτων αὐτοῦ, ἐν οἷς σεληνίσκος τις ἐκτετύπωται εἰς τύπον τοῦ σίγμα στοιχείου, δι' οὗ τὸν ἑκατὸν ἀριθμὸν οἱ Ῥωμαῖοι σημειοῦνται-ἐστὶ γὰρ παρ' αὐτοῖς τὸ λεγόμενον κάππα μικρόν-ὡς δῆλον εἶναι πρῶτον αὐτὴν .... ἑκατὸν εὐπατριδῶν· τοσούτους γὰρ ὁ Ῥωμύλος ἐξελέξατο. 1.22 Ὅτι ἔφερον οἱ στρατηγοὶ ἐπὶ τῶν πολέμων ∆ιὸς καὶ Ἡλίου καὶ Σελήνης, Ἑρμοῦ τε καὶ Ἄρεος σύμβολα· καὶ ∆ιὸς μὲν ἀετόν, Ἡλίου δὲ λέοντα, Σελήνης δὲ βοῦν, Ἄρεος δὲ λύκον, Ἑρμοῦ δὲ δράκοντα· καὶ γὰρ κηρύκιον ἄν τις καλέσοι τὴν ἐκ δράκοντος σημαίαν. 1.23 Πριβιλέγια νόμοι τινὲς ἰδιωτικοὶ ἀλλ' οὐ γενικοί. 1.24 ∆εκανοὶ οἱ ῥαβδοῦχοι κατὰ Ῥωμαίους. 1.25 Ἀκῆδε τὸ πρόσελθε σημαίνει. 1.26 Ὅτι πρῶτος ὁ ∆ιοκλητιανὸς μετὰ ∆ομετιανὸν δεσπότης καὶ βασιλεὺς Ῥωμαίων ὠνομάσθη, λίθοις ἀντὶ δάφνης τὴν κεφαλὴν καὶ τοὺς πόδας ψηφώσας, ὥς φησιν Εὐτρόπιος. 1.27 Ὅτι ἐπὶ τοῦ ∆ιοκλητιανοῦ ἡ πᾶσα τῶν Ῥωμαίων στρατιὰ μυριάδες ἦν ὀκτὼ καὶ τριάκοντα καὶ ἐννακισχίλιοι καὶ ἑπτακόσιοι καὶ τέσσαρες, ναυτικὴ δὲ δύναμις ἡ ἐπὶ τῶν ἐπικαίρων χωρίων ναυλοχοῦσα ἐπί τε τοῖς ποταμοῖς ἐπί τε τῇ θαλάσσῃ τετρακισμύριοι καὶ πεντακισχίλιοι καὶ πεντακόσιοι ἑξήκοντα καὶ δύο. ὅτι πρὸς τοῦτον τὸν ἀριθμὸν ὁ μέγας Κωνσταντῖνος ἐπὶ τῆς ἀνατολικῆς βασιλείας τὸν στρατὸν διέθηκεν, ὡς ἑτέρας τοσαύτας μυριάδας στρατοῦ προστεθῆναι τῇ Ῥωμαϊκῇ πολιτείᾳ. 1.28 Ἡ παρ' Ἕλλησιν ὀπτὴ πλίνθος λατέρκουλον παρὰ Ῥωμαίοις λέγεται. ἦν δὲ πλίνθος δημοσία, ἐφ' οὗ τά τε τῶν βουλευτῶν καὶ τὰ τῶν στρατευμάτων ὀνόματα ἀπεγράφετο, καὶ ἐγράφετο ἐπὶ τείχους εἰς τετράγωνον σχῆμα τύπος τις καὶ γραμμὴ πλίνθος. τίτλον καὶ αὐτήν τινες ὀνομάζουσιν οὐκ εἰδότες, ὡς τίτλος κυρίως ἡ