κατασχεθῆναι δεινῇ καὶ ἀγονίᾳ, αὐτὸς ἀρκοῦσί μοι ἔφη ὁ Μανουὴλ καὶ ἡ Μαρία, οἳ ἤδη μοι χάριτι Θεοῦ παῖδες γενόμενοι. Τούτων μὲν γὰρ ἄνευ ἔνεστι τυχεῖν τῆς βασιλείας τοῦ Θεοῦ, σωφροσύνης δὲ χωρὶς οὐδεὶς τὸν Κύριον ὄψεται. Ἀλλὰ καὶ ἡ βασιλὶς Αἰκατερῖνα καὶ ἡ ταύτης θυγάτηρ Μαρία τὴν τρίχα κειράμεναι διῆγον ἐν τοῖς παλατίοις τοῦ Μυρελαίου, πᾶσαν ἄσκησιν μοναδικὴν μετερχόμεναι. Τελευτήσαντος δὲ τοῦ βασιλέως, ὑγρότητος μεστὴ θεαθεῖσα ἡ τοῦτον κατέχουσα σορὸς ὑπόνοιαν παρέσχε πολλοῖς τιμωρίαν εἶναι τὸ γεγονὸς καὶ κολάσεως ἔνδειγμα τοῦ ἐμφυλίου πολέμου καὶ τῆς σφαγῆς καὶ τῶν μετὰ τὸ βασιλεῦσαι πεπραγμένων αὐτῷ εἴς τε τὰς τῆς συγκλήτου στερήσεις τῶν ἔκπαλαι διδομένων αὐτῇ, καὶ τὴν τῶν θείων ναῶν καὶ τῶν ἱερῶν σεμνείων ἀποστέρησιν ἥν, ὡς ἔφημεν, ἐποιήσατο, τὸ ἀπέριττον μὲν καὶ τὴν αὐτάρκειαν αὐτοῖς προνοούμενος, τῷ δημοσίῳ δὲ εἰσφέρων 110 μετρίαν παράκλησιν. Ἄλλοι δὲ τὸ ῥεῦσαν ἁγιωσύνης ἔργον ἐτίθεντο ὡς καθαρῶς καὶ ἀδιστάκτως μεταγνόντος αὐτοῦ ἐφ' οἷς ἔπραξε· μὴ γὰρ εἶναι ἁμαρτίαν νικῶσαν τὴν φιλανθρωπίαν τοῦ Θεοῦ. Ἀμφοτέρων δὲ τὴν γνώμην ἐπαινῶ καὶ ἀποδέχομαι, τῷ τὴν μὲν κωλυτικὴν εἶναι τῶν μελλόντων κακῶν, τὴν δὲ προτρεπτικὴν ἀπὸ τοῦ χείρονος πρὸς τὸ βέλτιον. Τῆς δὲ βασιλίσσης Αἰκατερίνης, ἐν τῷ μοναχικῷ Ξένης μετονομασθείσης, ἐπετείως τελούσης τὰ τοῦ βασιλέως μνημόσυνα συγκαλούσης τε ἄλλους τέ τινας μοναχοὺς καὶ δὴ καὶ τοὺς ἐν τῇ τοῦ Στουδίου μονῇ ἀσκουμένους σύμπαντας, ἐπειδὴ ἔμελλε τελευτᾶν, ἐτέλει μὲν συνήθως καὶ κατὰ τὸ ἔθος τὰ τοῦ βασιλέως ἐτήσια, διπλᾶ δὲ πάντα τούτοις τὰ ἐκ τύπου διδόμενα παραθέσθαι προσέταξε. Τοῦ δὲ καθηγουμένου διαπορήσαντος καὶ τὸν λόγον τοῦ διπλασιασμοῦ ἡσυχῇ προσελθόντος καὶ ἀπαιτήσαντος, ὅτι τοι ἔφη ὦ τιμιώτατε, οὐκ οἶδα εἰ καὶ κατὰ τὸ ἐπιὸν ἔτος ὑμῖν συνέσομαι, τοῦ Θεοῦ τὰ καθ' ἡμᾶς ἴσως ἄλλως καὶ ὡς αὐτῷ βουλητὸν οἰκονομήσαντος. Ὃ δὴ καὶ γέγονε· τετελευτήκει γὰρ ἐν τῷ μέσῳ ἀξιώσασα ταφῆναι σὺν τοῖς ἀδελφοῖς ἐν τῷ κοιμητηρίῳ τῆς τοῦ Στουδίου μονῆς. Κατεκόσμησαν δὲ καὶ ἀμφότεροι, αὐτή τε καὶ ὁ βασιλεύς, τὸν πάνσεπτον τοῦ Προδρόμου ναόν, ἃ καταλέγειν καὶ κατὰ λεπτὸν διεξιέναι ἆθλος Ἡράκλειος. Ἦν δὲ ὁ βασιλεὺς τὸ ἦθος στάσιμος, τὴν ψυχὴν ἐπιεικής, τὴν γνώμην ὀξύς, τὴν χεῖρα δραστήριος, τὴν σύνεσιν ἕτοιμος, στρατηγικώτατος τὰ πολέμια, τοῖς ἐχθροῖς φοβερός, τοῖς περὶ αὐτὸν εὐμενής, λόγοις προσκάμενος, καὶ ταῦτα μὴ τούτων ἐξ ἀρχῆς ἐθὰς ὤν. Ἔλεγε δὲ δεῖν τὸν βασιλέα 111 φοβερὸν μὲν εἶναι τοῖς ἔξω, εὐπρόσιτον δὲ τοῖς ἰδίοις. Πάλιν ἔλεγε τοὺς 111 τυραννιῶντας τῶν βασιλέων ἀπελευθέρους εἶναι σπεύδειν. Αἰτιώμενος δὲ ὅτι τετυράννηκε κατὰ τοῦ Μιχαήλ, ὤκνουν ἔλεγε τῷ συνδούλῳ δουλεύειν καὶ τῶν εἰκότων μὴ τυγχάνειν. Ἐπισκώπτων δὲ τῇ γυναικὶ ἔλεγε δούλην μὲν εἶναι πρότερον, νῦν δὲ ἠλευθερῶσθαι ὑπ' αὐτοῦ. Πάλιν ἔλεγε τοῖς μὲν ἄλλοις τοὺς συγγενεῖς τυγχάνειν σκόλοπα, τῷ δὲ τυραννοῦντι ὠφέλειαν. Ἔλεγε δὲ καὶ ἡ βασιλὶς Αἰκατερῖνα μηδὲν ξένον ἐπ' αὐτῇ γεγενῆσθαι βασιλείαν βασιλείας ἀλλαξαμένη. Μετὰ δὲ τὸν Κομνηνὸν Κωνσταντῖνος πρόεδρος ὁ ∆ούκας τῶν σκήπτρων ἐπιλαβόμενος ἀναιμωτὶ καὶ δίχα πραγμάτων καὶ ταραχῆς, λόγους ἐπιεικείας γέμοντας ἐδημηγόρησε πρὸς τὴν σύγκλητον καὶ πρὸς ἅπαν τὸ δημοτικόν τε τῆς πόλεως καὶ κοινόν. Καὶ τὸ ἀπ' ἐκείνου τῆς τῶν πραγμάτων ἐνήρξατο ἀντιλήψεως τοῦ ἐπιεικοῦς καὶ μετρίου κατ' οὐδὲν ἀφιστάμενος, ἀλλὰ πᾶσι τρόποις αὐτοῦ ἐξεχόμενος. Ἐτίμησε δὲ τῶν τε τῆς συγκλήτου καὶ τοῦ δήμου πολλούς. Ἀνώρθωσε δὲ καὶ τοὺς ἤδη ἐπὶ τοῦ Κομνηνοῦ ἐκπεπτωκότας τῶν οἰκείων τιμῶν· πολλοὺς γὰρ ἐκεῖνος παγανώσας ἀδόξους ἐξ ἐνδόξων καὶ ἀτίμους ἐξ ἐντίμων ἀπέδειξεν. Ἐπιστάσης δὲ τῆς τοῦ ἁγίου μεγαλομάρτυρος Γεωργίου μνήμης κατὰ τὸ ἔθος ἄπεισιν ὁ βασιλεὺς εἰς τὰ Μάγγανα αἰδοῖ τοῦ μάρτυρος. Μετὰ δὲ τὸ τελεσθῆναι τὴν ἑορτὴν τινὲς τῶν κακοήθων καὶ δολερῶν βουλὴν πονηρὰν ἐξαρτύσαντες τῷ βασιλεῖ ἐπεβούλευσαν μέν, ἤνυσαν δὲ οὐδέν, Θεοῦ τὸν σύλλογον καὶ τὸ πονηρὸν καὶ