1

 2

 3

 4

4

κἂν ἐκπεσεῖν συμβῇ καὶ τοῦτον κἀκεῖνον, τὸν μὲν τῆς ἀρετῆς, τὸν δὲ τῆς βασιλείας στερηθέντα, ὁ μὲν ῥᾳδίως ἂν ἑαυτοῦ γένοιτο, καὶ ταχέως διὰ προσευχῆς καὶ δακρύων καὶ πένθους καὶ θεραπείας πτωχῶν τὰς ἁμαρτίας ἀποτριψάμενος, πάλιν ῥᾳδίως ἐπὶ τὴν προτέραν ἀρχὴν ἀνατρέχει· βασιλεὺς δὲ ἐκπεσὼν πολλῶν μὲν ἂν δεηθείη συμμάχων, πολλῶν δὲ ὁπλιτῶν καὶ ἱππέων καὶ ἵππων καὶ χρημάτων καὶ κινδύνων· καὶ ὁ μὲν ὅλως ἐν ἑτέροις ἔχει τὴν ἐλπίδα τῆς σωτηρίας· ὁ δὲ τῇ βουλήσει καὶ τῇ σπουδῇ καὶ τῇ μεταβολῇ τῆς γνώμης ἑπομένην ἕξει τὴν σωτηρίαν εὐθέως· Ἡ βασιλεία γὰρ, φησὶ, τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι. Καὶ μὴν ὁ θάνατος τῷ μὲν βασιλεῖ φοβερὸς, τῷ φιλοσοφοῦντι δὲ ἄλυπος· τὸν γὰρ ὑπερορῶντα πλούτου καὶ 47.392 ἡδονῆς καὶ τρυφῆς, ὧν ἕνεκα ζῇν ἐπιθυμοῦσιν οἱ πολλοὶ, καὶ τὴν ἐνθένδε μετάστασιν ἀνάγκη ῥᾳδίως φέρειν. Εἰ δὲ καὶ σφαγῆναι τοῦτον συμβαίη κἀκεῖνον, ὁ μὲν ὑπὲρ εὐσεβείας ἐπισπάσεται κινδύνους, ἀθάνατον ζωὴν καὶ οὐράνιον διὰ θανάτου πραγματευόμενος· βασιλεὺς δὲ τύραννον ἕξει σφαγέα καὶ τῆς ἀρχῆς ἐραστὴν, ἐλεεινὸν θέαμα καὶ δεινὸν μετὰ τὴν σφαγὴν γινόμενος· μοναχὸν δὲ ἰδεῖν ὑπὲρ εὐσεβείας ἐσφαγμένον ἡδὺ καὶ σωτήριον θέαμα. Καὶ ὁ μὲν τοὺς ἐραστὰς τῶν οἰκείων ἀγαθῶν καὶ μιμητὰς ἕξει καὶ μαθητὰς πολλοὺς εὐχομένους αὐτῷ φανῆναι παραπλησίους· ὁ δὲ πολλοὺς ἂν ἐν προσευχαῖς ἀναλώσειεν λόγους δεόμενος τοῦ Θεοῦ μηδένα φανῆναι τῆς βασιλείας ἐραστήν. Καὶ τὸν μὲν οὐδεὶς ἂν ἀποκτεῖναι τολμήσειεν, εἰς τὸν Θεὸν ἀσεβεῖν ἡγούμενος, εἰ τὸν τοιοῦτον ἀνέλοι· τῷ δὲ πολλοὶ σφαγεῖς ἐφεστήκασιν ἐρασταὶ τυραννίδος. ∆ιόπερ ὁ μὲν φρουρεῖται στρατιώταις, ὁ δὲ πόλεις τειχίζει ταῖς εὐχαῖς, οὐδένα δεδοικώς· ὁ δὲ βασιλεὺς ἀεὶ φόβῳ συζῇ καὶ προσδοκίᾳ σφαγῆς· ὁ μὲν γὰρ ἐπικίνδυνον ἔχει πλεονεξίαν, ὁ δὲ ἀσφαλῆ σωτηρίαν. Περὶ μὲν οὖν τῶν ἐν τῷ παρόντι βίῳ πραγμάτων ἱκανῶς εἰρῆσθαί μοι δοκεῖ. Εἰ δὲ καὶ τὸν ἀγῶνα τὸν μέλλοντα βουληθείημεν ἐξετάζειν, τὸν μὲν ὀψόμεθα λαμπρὸν καὶ περίβλεπτον ἁρπαζόμενον ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, κατὰ τὸν ἡγεμόνα καὶ παιδευτὴν τοῦ σωτηρίου τούτου βίου καὶ πάσης ἀρετῆς· ὁ δὲ βασιλεὺς, ἐὰν μὲν δικαίως φανείη καὶ φιλανθρώπως διοικήσας τὴν ἀρχὴν πολὺ δὲ τοῦτο σπάνιον, ἐλάττονος ἔσται σωτηρίας τε καὶ τιμῆς· οὐ γὰρ ἴσον, οὐκ ἴσον βασιλεύς τε χρηστὸς καὶ μοναχὸς ἄκρως τῇ τοῦ Θεοῦ λατρείᾳ συζῶν. Εἰ δὲ φανείη πονηρὸς καὶ σκαιὸς, πολλῶν κακῶν ἐμπεπληκὼς τὴν γῆν, τίς ἂν εἰπεῖν δυνηθείη τὰς συμφορὰς αἷς ὀφθήσεται συνεχόμενος, πυρὶ καιόμενος, μαστιγούμενος, στρεβλούμενος, τοιαῦτα πάσχων ἅπερ οὔτε λόγῳ ῥητὰ, οὐδὲ ἔργῳ φορητά; Ταῦτα πάντα δεῖ λογιζομένους καὶ μανθάνοντας, μὴ τοὺς πλουτοῦντας θαυμάζειν· ὁ γὰρ τούτων δεσπότης πεφηνὼς, οὐδὲ κατὰ μικρὸν ἐγγὺς ἐλθεῖν δύναται τῆς τοῦ μοναχοῦ ἀρετῆς. Ὅταν οὖν ἴδῃς πλούσιον ἐσθῆτι κεκοσμημένον, χρυσῷ καλλωπιζόμενον, ἐπ' ὀχημάτων φερόμενον, ἐξόδους ἐξιόντα λαμπρὰς, μὴ μακαρίσῃς τὸν ἄνθρωπον· πρόσκαιρος γὰρ ὁ πλοῦτος, καὶ τὸ δοκοῦν εἶναι καλὸν τῷ βίῳ τούτῳ συνδιαφθείρεται· μοναχὸν δὲ ἰδὼν βαδίζοντα μόνον, ταπεινὸν καὶ πρᾶον καὶ ἡσύχιον καὶ ἥμερον, ζήλωσον τὸν ἄνδρα, φάνηθι μιμητὴς τῆς ἐκείνου φιλοσοφίας, εὖξαι γενέσθαι τῷ δικαίῳ παραπλήσιος· Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν. Ταῦτα γὰρ ὡς ἀληθῶς καλὰ καὶ σωτήρια καὶ μόνιμα, διὰ τὴν τοῦ Χριστοῦ φιλανθρωπίαν καὶ πρόνοιαν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.