1

 2

 3

 4

 5

 6

 7

4

Ἐκκλησίαις τῆς Μακεδονίας, ὅτι ἡ κατὰ βάθος πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ὑπὲρ δύναμιν, αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν, τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους ἐπλήρωσαν. Ὁρᾷς πῶς αὐτοὺς ἐπὶ τούτῳ μᾶλλον θαυμάζει, ὅτι χάριν εἰδότες, καὶ δεόμενοι, καὶ παρακαλοῦντες, οὕτω τὴν ἐπὶ τῶν χρημάτων δαψίλειαν ἐπεδείκνυντο;

γʹ. ∆ιὰ τοῦτο καὶ τὸν Ἀβραὰμ θαυμάζομεν, οὐχ ὅτι μόσχον ἔθυσε μόνον, οὐδὲ

ὅτι ἄλευρα ἐφύρασεν, ἀλλ' ὅτι μετὰ πολλῆς ἡδονῆς καὶ ταπεινοφροσύνης τοὺς ξένους ὑπεδέχετο, προστρέχων, θεραπεύων, κυρίους. καλῶν, θησαυρὸν μυρίων ἀγαθῶν εὑρηκέναι νομίζων, εἴ ποτε ἴδοι παριόντα ξένον. Οὕτω γὰρ διπλῆ ἐλεημοσύνη γίνεται, ὅταν καὶ διδῶμεν, καὶ διδόντες μετὰ προθυμίας παρέχωμεν. Ἱλαρὸν γὰρ δότην, φησὶν, ἀγαπᾷ ὁ Θεός. Ἐπεὶ κἂν μυρία καταβάλῃς τάλαντα μετὰ ἀπονοίας καὶ τύφου καὶ κενοδοξίας, τὰ πάντα ἀπώλεσας· καθάπερ ἐκεῖνος ὁ Φαρισαῖος, ὃς ἀποδεκατῶν αὐτοῦ τὰ ὑπάρχοντα, ἐπειδὴ καὶ μέγα ἐφρόνει καὶ ἐφυσᾶτο, πάντα ἀπολέσας, οὕτω κατῆλθεν ἀπὸ τοῦ ἱεροῦ. Οὐκ ἐπὶ τῶν ἀποστόλων δὲ οὕτως· ἀλλὰ χαίροντες, ἀγαλλόμενοι, κερδαίνειν τὰ μέγιστα νομίζοντες, οὕτως ἔφερον τὰ χρήματα, καὶ ἀγαπητὸν εἶναι ἐνόμιζον, εἰ καταξιώσειεν οἱ ἀπόστολοι δέξασθαι. Καὶ καθάπερ πρὸς τὰς μεγάλας τινὲς ἀρχὰς καλούμενοι, καὶ τὰς βασιλικωτέρας τῶν πόλεων μέλλοντες οἰκεῖν, διαπαντὸς τὴν οὐσίαν αὐτῶν πᾶσαν ἐξαργυρίσαντες, οὕτω μεθίστανται· οὕτω δὴ καὶ οἱ ἄνθρωποι τότε ἐποίουν ἐκεῖνοι, πρὸς τὸν οὐρανὸν κληθέντες, εἰς τὴν ἄνω μητρόπολιν καὶ τὴν ἐκεῖ βασιλείαν.

Ἐπειδὴ γὰρ ᾔδεσαν, ὅτι ἐκείνη ὄντως αὐτῶν ἐστιν ἡ πατρὶς, ἐξαργυρίσαντες τὴν ἑαυτῶν οὐσίαν, διὰ τῶν ἀποστολικῶν αὐτὴν χειρῶν ἐκεῖ προέπεμπον. Καὶ γὰρ ἐσχάτης ἀνοίας ἐστὶν ἀφεῖναί τι τῶν ἡμετέρων ἐναπομεῖναι ἐνταῦθα, ἡμῶν μικρὸν ὕστερον μελλόντων ἐντεῦθεν ἀποδημεῖν· καὶ γὰρ ὅπερ ἀπολειφθῇ, ζημία 51.257 γίνεται. Πάντα τοίνυν ἐκεῖ προπεμπέσθω, ἔνθα καὶ ἡμεῖς διαπαντὸς διατρίβειν μέλλομεν λοιπόν. Ταῦτα γὰρ καὶ αὐτοὶ λογισάμενοι, πᾶσαν ἀπεδύσαντο τὴν οὐσίαν, καὶ διπλοῦν ἐγίνετο τὸ κατόρθωμα· καὶ γὰρ τοῖς δεομένοις τὴν πενίαν διώρθουν, καὶ πλείω καὶ ἀσφαλεστέραν τὴν αὐτῶν οὐσίαν ἐποίουν, εἰς τὸν οὐρανὸν τοὺς ἑαυτῶν μετατιθέντες θησαυρούς. Ἐκ τούτου τοίνυν τοῦ νόμου καὶ τοῦ ἔθους ἐγένετό τις συνήθεια θαυμαστὴ τότε ἐν ταῖς ἐκκλησίαις· συνιόντες γὰρ οἱ πιστοὶ πάντες μετὰ τὴν τῆς διδασκαλίας ἀκρόασιν, μετὰ τὰς εὐχὰς, μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν, τῆς συνάξεως λυθείσης, οὐκ ἀνεχώρουν εὐθέως οἴκαδε, ἀλλ' οἱ πλούσιοι καὶ εὐπορώτεροι φέροντες οἴκοθεν τροφὰς καὶ ἐδέσματα, τοὺς πένητας ἐκάλουν, καὶ κοινὰς ἐποιοῦντο τραπέζας, κοινὰς ἑστιάσεις, κοινὰ συμπόσια ἐν αὐτῇ τῇ ἐκκλησίᾳ· ὥστε καὶ ἀπὸ τῆς κοινωνίας τῆς κατὰ τὴν τράπεζαν, καὶ ἀπὸ τῆς εὐλαβείας τῆς ἀπὸ τοῦ τόπου, καὶ πανταχόθεν τὴν ἀγάπην αὐτοῖς ἐπισφίγγεσθαι, καὶ πολλὴν μὲν τὴν ἡδονὴν, πολλὴν δὲ αὐτοῖς γίνεσθαι τὴν ὠφέλειαν. Οἵ τε γὰρ πένητες παραμυθίας ἀπέλαυον οὐ τῆς τυχούσης, καὶ οἱ πλουτοῦντες πολλὴν εὔνοιαν καὶ παρὰ τῶν τρεφομένων, καὶ παρὰ τοῦ Θεοῦ, δι' ὃν ταῦτα ἐποίουν, καρπωσάμενοι πολλὴν τὴν χάριν, οὕτως ἀπῄεσαν οἴκαδε. Καὶ μυρία ἐκ τοῦ πράγματος τούτου ἐγίνετο τὰ ἀγαθὰ, καὶ τὸ πάντων κεφάλαιον, ἡ φιλία θερμοτέρα ἦν καθ' ἑκάστην σύναξιν, μετὰ τοσαύτης φιλοφροσύνης ἀλλήλοις συνηνωμένων αὐτῶν εὐεργετούντων τε αὐτῶν καὶ εὐεργετουμένων. Τοῦτο τοίνυν τὸ ἔθος Κορίνθιοι, τοῦ χρόνου προϊόντος, διέφθειρον, καὶ καθ' ἑαυτοὺς ἑστιώμενοι οἱ εὐπορώτεροι τοὺς πένητας παρεώρων, καὶ οὐκ ἀνέμενον ὑστερίζοντας πολλάκις, καὶ ὑπὸ βιωτικῶν χρειῶν, οἷα τὰ τῶν πενήτων, κατεχομένους καὶ βραδύνοντας. Ἐκ δὲ τούτου συνέβαινε παραγενομένους αὐτοὺς ὕστερον μετὰ αἰσχύνης ἀναχωρεῖν, τῆς τραπέζης ἀναιρεθείσης, φθανόντων