4
Ἰουδαῖος, παρέστω ὁ Ἕλλην. Εἰ κόμπος τὰ ῥήματα, ἐλεγχέτω· εἰ δὲ ἀλήθεια τὰ εἰρημένα, προσκυνείτω τὴν δύναμιν. Εἶπεν ὁ Χριστός· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Τί δέ ἐστιν, οἱ λόγοι αὐτοῦ; Προχειρίσωμεν ἐν μέσῳ, ἴδωμεν μὴ διέπεσαν. Οὐκ ἀμφιβάλλων λέγω, ἀλλὰ τὸν αἱρετικὸν ἐπιστομίζων. ∆ιὰ τοῦτο, Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Ποῖοι λόγοι; Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἐπὶ ταύτῃ τῇ πέτρᾳ. Οὐκ εἶπεν, Ἐπὶ τῷ Πέτρῳ· οὔτε γὰρ ἐπὶ τῷ ἀνθρώπῳ, ἀλλ' ἐπὶ τὴν πίστιν τὴν ἑαυτοῦ Ἐκκλησίαν ᾠκοδόμησε. Τί δὲ ἦν ἡ πίστις; Σὺ εἶ ὁ Χρι 52.807 στὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Πέτραν τὴν Ἐκκλησίαν ἐκάλεσε, δεχομένην κύματα, καὶ μὴ σαλευομένην. Καὶ γὰρ ἡ Ἐκκλησία δέχεται πειρασμοὺς, ἀλλ' οὐ νικᾶται. Τί οὖν ἐστιν, Ἐπὶ τῇ πέτρᾳ; Ὁμολογία ἐπὶ τοῖς ῥήμασιν. Οὐ λίθους βάλλεις; οὐ ξύλα; οὐ σίδηρον; Οὐχὶ, φησίν· οὐ γάρ ἐστιν οἰκοδομὴ τοιαύτη, ἣ, οἵα ἂν ᾖ, τῷ χρόνῳ λύεται· ὁμολογίαν δὲ οὔτε δαίμονες νικῆσαι δύνανται. Καὶ μαρτυροῦσιν οἱ μάρτυρες, οἱ τὰς πλευρὰς ξεόμενοι, καὶ τὴν πίστιν οὐκ ἀπολλύντες. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων. Ὁ τοῖχος διορύττεται, καὶ ὁ θησαυρὸς οὐ συλᾶται· ἡ σὰρξ δαπανᾶται, καὶ ἡ πίστις οὐκ ἀναλίσκεται· τοιαύτη τῶν μαρτύρων ἡ δύναμις. Ἐπὶ γὰρ τῇ πέτρᾳ ταύτῃ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Προσέχετε τῇ ἀκριβεία τοῦ ῥήματος. Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
∆ιὰ τί γὰρ, φησὶ, μὴ κωλύει τοὺς πειρασμοὺς τῇ Ἐκκλησίᾳ προσέρχεσθαι; Οὐχ ἵνα δείξω μου τὴν δύναμιν; Ἂν μή τις αὐτὴν πολεμήσῃ, ἔχουσιν εἰπεῖν· Εἰ ἐπολεμήθη, ἐνικᾶτο. ∆ιὰ τοῦτο ἀφίησιν αὐτὴν πολεμηθῆναι, ἵνα μὴ τῇ ἐρημίᾳ τῶν πολεμούντων τὰ τῆς νίκης ἐπιγράφηται. Καὶ πύλαι ᾅδου, οὐκ εἶπεν, Οὐ προσβάλωσιν αὐτῇ, ἀλλ', Οὐ κατισχύσουσιν αὐτῆς· πολεμηθήσεται μὲν, οὐ νικηθήσεται δέ. Χειμάζεται ἡ Ἐκκλησία, ἀλλ' οὐ καταποντίζεται· κλυδωνίζεται, ἀλλ' οὐ γίνεται ὑποβρύχιος· δέχεται βέλη, ἀλλ' οὐ δέχεται τραύματα· δέχεται μηχανήματα, ἀλλ' ὁ πύργος οὐ σαλεύεται. Καὶ τί λέγω ἡ Ἐκκλησία; Ἕνα λόγον ἐφθέγξατο ὁ ἁλιεὺς, καὶ ἕστηκεν ὡς πύργος ἄσειστος. Πόσοι τύραννοι ἐφιλονείκησαν ἀφανίσαι τὸ ῥῆμα τοῦτο, ἀλλ' οὐκ ἴσχυσαν; Ἐπὶ γὰρ τῇ πέτρᾳ τεθεμελίωτο. Ἐννόη 52.808 σον· τύραννοι, βασιλεῖς, διαδήματα, ξίφη ἠκονημένα, θηρίων ὀδόντες, θάνατοι ἀπειλούμενοι, τήγανα, κάμινοι. Καὶ μὴν τὴν βελοθήκην αὐτοῦ ἐξεκένωσεν ὁ διάβολος, τὴν δὲ Ἐκκλησίαν οὐκ ἔβλαψε. ∆ιὰ τί; Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Πόσοι ἐξ ἀρχῆς ἐπολέμησαν τὴν Ἐκκλησίαν; ποῦ οἱ πολεμήσαντες; Σεσίγηνται, καὶ λήθῃ παραδίδονται· ἡ Ἐκκλησία ἀνθεῖ. Ποῦ Κλαύδιος; ποῦ Αὔγουστος; ποῦ Νέρων; ποῦ Τιβέριος; Ὀνόματά εἰσι ψιλά· τούτων δὲ οὐδεὶς μέμνηται. Ἐπειδὴ τὴν Ἐκκλησίαν ἐπολέμησαν, καὶ τὴν μνήμην ἀπώλεσαν· ἡ δὲ Ἐκκλησία ὑπὲρ τὸν ἥλιον λάμπει. Ὅπου δ' ἂν ἀπέλθῃς, εἰς Ἰνδοὺς, εἰς Μαυροὺς, εἰς Βρετανοὺς, εἰς τὴν οἰκουμένην, εὑρήσεις, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ βίον ἐνάρετον. Πρὸ γὰρ τούτου καὶ πόλεις ἐν ἀσεβείᾳ πεπληρωμέναι· νῦν δὲ καὶ ἡ ἔρημος εὐσεβείας ἐμπέπλησται. Πρὸ τούτου καὶ βασιλίδες ὠρχοῦντο· γενεσίων δὲ γενομένων Ἡρώδου ὠρχήσατο ἡ θυγάτηρ Ἡρωδιάδος· σήμερον δὲ θεράπαινα οὐ καταξιοῖ τοῦτο ποιῆσαι. Πρὸ τούτου Πέρσαι μητέρας ἐγάμουν· σήμερον παρθενίαν ἀσκοῦσι.
Πρὸ τούτου Γότθοι πατέρας ἀπέκτειναν· σήμερον τὸ αἷμα αὐτῶν ὑπὲρ εὐσεβείας ἐκχύειν σπουδάζουσι. Πρὸ τούτου καὶ ἰδιῶται ἀσεβεῖς· σήμερον καὶ βασιλεῖς εὐσεβεῖς, καὶ δῆμοι. Ὁ παρὼν βασιλεὺς διάδημα ἀποθέμενος, καὶ λαβὼν σταυρὸν, ἐν ἀώρῳ ἡλικίᾳ, πεπολιωμένην δὲ σοφίαν ἐνδεικνύμενος, ἐν ἐκκλησίᾳ βασιλείαν οὐκ ἐπιγινώσκων· ἔξω δόρατα, καὶ ἐνταῦθα μυστήρια· ἔξω ἀσπίδες, καὶ ἐνταῦθα μυσταγωγίαι· Θεοδοσίου υἱὸς, καὶ ὁ πατὴρ Θεοδοσίου. Ὑπὲρ δὲ τούτων