1

 2

 3

 4

4

μὲν ἠρκοῦντο τῷ μάννᾳ, καὶ τῷ ἐκ πέτρας ὕδατι, Αἰγυπτίους ἐνίκων, διὰ θαλάσσης ὥδευον, οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν· ἐπειδὴ δὲ ἐμνήσθησαν τῶν κρεῶν, τῶν λεβήτων, καὶ ὑπέστρεψαν εἰς Αἴγυπτον ταῖς ἐπιθυμίαις, οὐκ εἶδον τὴν γῆν τῆς ἐπαγγελίας. Οὐ φοβῇ τὸ ὑπόδειγμα; οὐ φρίττεις τὴν ἀδηφαγίαν, μή πού σε τῶν ἐλπιζομένων ἀγαθῶν ἀποκλείσῃ; Ἀλλ' οὐκ ἂν ὁ σοφὸς ∆ανιὴλ τὰς ὀπτασίας εἶδεν, εἰ μὴ ἡ νηστεία διαυγεστέραν αὐτοῦ τὴν ψυχὴν ἐποίησεν. Ἐκ γὰρ τῆς παχείας τροφῆς οἱονεὶ αἰθαλώδεις ἀναθυμιάσεις ἀναπεμπόμεναι νεφέλης δίκην πυκνῆς τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐγγινομένας ἐλλάμψεις ἐπὶ νοῦν διακόπτουσιν. Εἰ δὲ καὶ ἀγγέλων ἐστί τις τροφὴ, ἄρτος ἐστὶν (ὥς φησιν ὁ Προφήτης, Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος), οὐ κρέα, οὐκ οἶνος, οὐχ ὅσα τοῖς δούλοις τῆς γαστρὸς διεσπούδασται. Νηστεία ὅπλον ἐστὶ πρὸς τὴν κατὰ δαιμόνων στρατηγίαν·

Τοῦτο γὰρ τὸ γένος οὐκ ἐξέρχεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ τὰ μὲν ἐκ τῆς νηστείας ἀγαθὰ τοσαῦτα. Ὁ δὲ κόρος, ὕβρεως ἀρχή. Εὐθὺς γὰρ συνεισέπεισι τῇ τρυφῇ καὶ τῇ μέθῃ καὶ ταῖς παντοδαπαῖς καρυκείαις πᾶν εἶδος ἀκολασίας βοσκηματώδους. Ἔνθεν ἵπποι θηλυμανεῖς οἱ ἄνθρωποι, διὰ τὸν ἐκ τῆς τρυφῆς ἐγγινόμενον οἶστρον τῇ ψυχῇ παρὰ τῶν μεθυόντων· αἱ τῆς φύσεως ἐναλλαγαὶ, ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητούντων. Νηστεία δὲ καὶ γαμικῶν ἔργων μέτρον γνωρίζει, καὶ τῶν ἐκ νόμου συγκεχωρημένων τὴν ἀμετρίαν κολάζουσα. Σὺ τοῦ εὑρεῖν ἄνθρωπον μετά τινος ἑτέρου ὀφείλοντα δικάσασθαι ἐπὶ τοῦ βασιλέως, καὶ τὸ μὴ καθόλου εὑρεῖν.

Πολλοὺς γὰρ ἀπώλεσε τῶν ἀδικεῖν αἱρουμένων. ∆ιὰ ταῦτα ὁ φιλάγαθος Θεὸς οὐ παρεῖδε τὰ δάκρυα καὶ τοὺς στεναγμοὺς τῶν αὐτοῦ ἱερέων καὶ ὁσίων ὑπὲρ αὐτοῦ παρακαλούντων αὐτὸν, ὁ εἰπὼν διὰ τοῦ προφήτου Ἡσαΐου, Κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διαλεχθῶμεν. Ἀλλὰ καὶ τούτων τῶν εὐχῶν εἰσακούσας, κἀκείνου τὰ ὑπὲρ ἄνθρωπον παρανομήματα συνεχώρησε, καὶ τῇ Ἐκκλησίᾳ τὸν οἰκεῖον κόσμον, καὶ τὴν εὐπρέπειαν τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων ἀπένειμε, καὶ ἡμῖν τοῖς εἰλικρινῶς προσκυνοῦσι καὶ κατασπαζομένοις αὐτὰς, καὶ τὰ θεῖα παραγγέλματα αὐτοῦ φυλάττουσιν εἰρήνην σταθηρὰν καὶ συγχώρησιν τῶν πεπλημμελημένων καθ' ἑκάστην δωρεῖται· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.