1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

4

τοῖς ἑαυτοῦ μαθηταῖς ἐδίδασκεν, καὶ περὶ τοῦ Καυλακαὺχ καὶ Πρωτονίκου καὶ ἄλλων βαρβαρικῶν ὀνομάτων εἰσαγαγὼν τῷ κόσμῳ. 26 Γνωστικοί, οἱ τὰς αἱρέσεις διαδεξάμενοι, πλέον δὲ τούτων πάντων τὴν αἰσχρότητα ἐμμανῶς ἐργαζόμενοι, ἐν Αἰγύπτῳ δὲ Στρατιωτικοὶ καλούμενοι καὶ Φιβιωνῖται, ἐν δὲ τοῖς ἀνωτερικοῖς μέρεσι Σωκρατῖται, παρ' ἑτέροις δὲ Ζακχαῖοι. Ἄλλοι δὲ Κολδιανοὺς αὐτοὺς λέγουσιν, ἄλλοι δὲ Βορβορίτας αὐτοὺς καλοῦσιν. Οὗτοι τὴν Βαρβέλω καὶ Βερὼ αὐχοῦσι. 27 Καρποκρατιανοί, οἱ ἀπὸ Καρποκράτους τινὸς τῶν ἐν τῇ Ἀσίᾳ. Οὗτος ἐδίδασκε πᾶσαν αἰσχρουργίαν ἐκτελεῖν καὶ πᾶν ἐπιτήδευμα ἁμαρτίας. Καὶ εἰ μή τις, φησί, διὰ πάντων παρέλθῃ καὶ τὸ θέλημα πάντων τῶν δαιμόνων καὶ ἀγγέλων ἐκτελέσῃ, οὐ δυνήσεται ὑπερβῆναι τὸν ἀνώτατον οὐρανὸν οὐδὲ τὰς ἀρχὰς οὐδὲ τὰς ἐξουσίας παρελθεῖν. Ἔλεγεν δὲ τὸν Ἰησοῦν ψυχὴν νοερὰν εἰληφέναι, εἰδότα δὲ τὰ ἄνω ἐνταῦθα καταγγέλλειν καί, εἴ τις πράξειεν ὅμοια τοῦ Ἰησοῦ, κατ' αὐτὸν εἶναι, τόν τε νόμον σὺν τῇ τῶν νεκρῶν ἀναστάσει ἀπηγόρευσεν, ὡς αἱ ἀπὸ Σίμωνος καὶ δεῦρο αἱρέσεις. Τούτου γέγονεν ἐν Ῥώμῃ Μαρκελλίνα. Εἰκόνα δὲ ποιήσας ἐν κρυφῇ Ἰησοῦ καὶ Παύλου καὶ Ὁμήρου καὶ Πυθαγόρα, ταύτας ἐθυμία καὶ προσεκύνει. 28 Κηρινθιανοί, οἱ καὶ Μηρινθιανοί. Οὗτοι ἀπὸ Κηρίνθου καὶ Μηρίνθου Ἰουδαῖοί τινες τὴν περιτομὴν αὐχοῦντες, τὸν δὲ κόσμον ὑπ' ἀγγέλων γεγενῆσθαι, Ἰησοῦν δὲ κατὰ προκοπὴν Χριστὸν κεκλῆσθαι ἔλεγον. 29 Ναζωραῖοι, οἳ Χριστὸν ὁμολογοῦσιν Ἰησοῦν υἱὸν θεοῦ, πάντα δὲ κατὰ νόμον πολιτευόμενοι. 30 Ἐβιωναῖοι, παραπλήσιοι τοῖς προειρημένοις Κηρινθιανοῖς καὶ Ναζωραίοις, συνήφθη δὲ κατά τι ἡ τῶν Σαμψαίων καὶ Ἑλκεσαίων αἵρεσις, οἳ Χριστόν φασιν ἐκτίσθαι ἐν τῷ οὐρανῷ καὶ τὸ ἅγιον πνεῦμα, ἐνδημήσαντα δὲ Χριστὸν ἐν τῷ Ἀδὰμ καὶ [κατὰ καιρὸν ἐκδυόμενον αὐτὸν τὸν Ἀδὰμ καὶ] πάλιν κατὰ καιρὸν ἐνδυόμενον τὸ αὐτό φασιν ἐπιτετελεκέναι αὐτὸν ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ. Ἰουδαῖοι δὲ ὄντες εὐαγγελικοῖς κέχρηνται, σαρκοφαγίαν δὲ βδελύσσονται, τὸ ὕδωρ ἀντὶ θεοῦ ἔχουσι, τὸν δὲ Χριστὸν ἄνθρωπον ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ ἐνδεδύσθαι, ὡς ἔφην. Συνεχῶς βαπτίζονται ἐν τοῖς ὕδασι θέρους τε καὶ χειμῶνος, εἰς ἁγνισμὸν δῆθεν ὥσπερ οἱ Σαμαρεῖται. 31 Οὐαλεντινιανοί, οἳ σαρκὸς μὲν ἀπαγορεύουσιν ἀνάστασιν, παλαιὰν δὲ ἀθετοῦσι διαθήκην, καὶ προφήτας ἀναγινώσκοντες καί, ὅσα ἄλλα εἰς ὁμοίωσιν δύναται τροπολογεῖσθαι τῆς αὐτῶν αἱρέσεως, δεχόμενοι. Ἑτέρας τινὰς μυθολογίας παρεισφέρουσι τριάκοντα αἰώνων ὀνομασίας λέγοντες ἀρρενοθηλείας τε ὁμοῦ ἐκ τοῦ πατρὸς τῶν ὅλων γεγενημένους, οὓς καὶ θεοὺς νομίζουσι καὶ αἰῶνας. Τὸν δὲ Χριστὸν ἀπ' οὐρανοῦ ἐνηνοχέναι τὴν σάρκα καὶ ὡς διὰ σωλῆνος τῆς Μαρίας διαπεπερακέναι. 32 Σεκουνδιανοί, οἷς συνάπτεται Ἐπιφάνης καὶ Ἰσίδωρος, ταῖς αὐταῖς κεχρημένοι συζυγίαις, τὰ ὅμοια Οὐαλεντίνῳ πεφρονηκότες, ἕτερα δὲ παρ' αὐτὸν ποσῶς διηγούμενοι. Προστιθέασι τὰ τῆς αἰσχρουργίας διδάσκοντες. Ἀπαγορεύουσι δὲ καὶ αὐτοὶ τὴν σάρκα. 33 Πτολεμαῖοι, μαθηταὶ καὶ αὐτοὶ ὄντες Οὐαλεντίνου, οἷς συνάπτεται ἡ Φλώρα· τὰ αὐτὰ δὲ περὶ τῶν συζυγιῶν καὶ οὗτοι λέγουσι καθάπερ Οὐαλεντινιανοὶ καὶ Σεκουνδιανοί, κατά τι δὲ καὶ οὗτοι διαφέρονται. Αὕτη καὶ ἡ τοῦ δευτέρου τόμου τοῦ πρώτου βιβλίου τῶν δεκατριῶν αἱρέσεων ἀνακεφαλαίωσις. Τάδε ἔνεστι καὶ ἐν τῷ τρίτῳ τοῦ πρώτου βιβλίου τόμῳ, ἐν ᾧ εἰσιν αἱρέσεις δεκατρεῖς. 34 Μαρκωσαῖοι. Μάρκος τις γεγένηται Κολορβάσου συμφοιτητής, δύο ἀρχὰς καὶ