4
«Φύσεις μὲν γὰρ δύο, θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα, υἱοὶ δὲ οὐ δύο.» 8 Ἔτι· Πῶς μία καὶ ἡ αὐτὴ φύσις τὰς ἐναντίας ἕξει οὐσιώδεις διαφοράς; Εἰ γὰρ τῶν ἐπουσιωδῶν διαφορῶν ἡ οὐσία ἀναμέρος καὶ οὐ κατὰ ταὐτόν ἐστι δεκτική, πῶς τῶν οὐσιωδῶν; ∆ῆλον γάρ, ὡς ἀδύνατον ἐν τῇ αὐτῇ οὐσίᾳ τὰς ἐναντίας οὐσιώδεις εὑρεθῆναι διαφοράς· οὐ γὰρ ἡ αὐτὴ οὐσία λογικὴ ἔσται καὶ ἄλογος ἢ κτιστὴ καὶ ἄκτιστος. Ἔτι· Τὰς οὐσίας αἱ συστατικαὶ τῶν οὐσιῶν διαφοραὶ συνιστῶσι· διὸ καὶ οὐσιώδεις καὶ συστατικαὶ λέγονται καὶ ἐν ταῖς οὐσίαις ὑφίστανται. Εἰ οὖν τὰς συστατικὰς τῶν οὐσιῶν διαφορὰς ἐπὶ Χριστοῦ ὁμολογεῖτε, ἀνάγκη καὶ τὰς οὐσίας ὁμολογεῖν-τίνων γὰρ ἔσονται; -, καὶ μὴ συνιστῶσαι οὐσίας περιττῶς ἔσονται. Ἔτι· Οἱ μίαν φύσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ λέγοντες εἴπατε ἡμῖν, ποίᾳ φύσει ὁ Χριστὸς πέπονθεν; Τῇ συνθέτῳ δῆλον, ἐρεῖτε. Μίαν γὰρ λέγοντες ἐξ ἀνάγκης αὐτῇ καὶ τὸ πάθος προσάψετε, καὶ ἔσται καθ' ὑμᾶς καὶ ἡ θεότης καὶ ἡ ἀνθρωπότης τοῦ Χριστοῦ παθητή. Ἔτι· Εἰ μία φύσις σύνθετός ἐστι τοῦ Χριστοῦ, ἢ παθητὴ ἔσται μόνον ἢ ἀπαθὴς μόνον ἢ παθητοαπαθὴς καὶ κατὰ ταὐτὸν παθητὴ καὶ ἀπαθὴς ἢ τρεπτή, καὶ ποτὲ μὲν παθητή, ποτὲ δὲ ἀπαθής, ἢ μέρος αὐτῆς παθητὸν καὶ μέρος αὐτῆς ἀπαθές. Οἵαν οὖν βούλεσθε τῶν ἀσεβειῶν, ἕλεσθε. Εἰ γὰρ παθητὴ μόνον, οὐ θεὸς ὁ Χριστός. Εἰ δὲ ἀπαθὴς μόνον, οὐκ ἄνθρωπος ὁ Χριστός. Εἰ δὲ ποτὲ μὲν παθητή, ποτὲ δὲ ἀπαθής, οὐ φύσει ἔσται παθητὴ οὐδὲ φύσει ἀπαθής, ἀλλὰ κατὰ συμβεβηκός· τὸ γὰρ φύσει πεφυκὸς οὐ μεθίσταται. Εἰ δὲ καὶ μέρος αὐτῆς παθητὸν καὶ μέρος αὐτῆς ἀπαθές, φύσει δὲ ἑκάτερόν ἐστιν, τοῦθ' ὅπερ ἐστίν, οὐ τῆς αὐτῆς ἔσται τὰ μέρη φύσεως, καὶ οὕτω δύο φύσεων ἔσται ὁ Χριστός, ὃς οὐ φύσις ἐστίν, ἀλλ' ὑπόστασις. Τὴν γὰρ αὐτὴν φύσιν παθητὴν ἅμα καὶ ἀπαθῆ εἶναι ἀμήχανον· ἅμα γὰρ τῶν ἐναντίων οὐσιωδῶν διαφορῶν δεκτικὴ εἶναι ἡ μία καὶ αὐτὴ οὐσία οὐ δύναται. 9 Ἔτι τοῦτο εἴπατε ἡμῖν· Ἔχει θείαν φύσιν ὁ Χριστός; Ναί, ἐρεῖτε πάντως. Ἔχει δὲ καὶ ἀνθρωπίνην; Καὶ τοῦτο συνομολογήσετε, εἴ γε μὴ γυμνῇ τῇ κεφαλῇ ἀσεβεῖν βουληθείητε. Φύσις οὖν θεία καὶ φύσις ἀνθρωπίνη μία φύσις ἢ δύο; Ἀλλ' εἰ μὲν μίαν εἴπητε, ἔσται ὁ πατὴρ ἡμῖν ὁμοούσιος. Εἰ δὲ δύο καὶ οὐ μία, τί μὴ τὸν τῦφον σὺν τῷ τούτου γεννήτορι, τῷ διαβόλῳ φημί, μακρὰν ἀπορρίψαντες μεθ' ἡμῶν ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον, μίαν ὑπόστασιν ἐκ δύο φύσεων καὶ δύο φύσεις καὶ ἐν δυσὶ φύσεσι μετὰ τὴν ἕνωσιν ὁμολογήσετε; Εἰ μὲν γὰρ οὐδέποτε δύο φύσεων τὸν Χριστὸν ὁμολογεῖτε, τί μάτην μιᾶς αὐτὸν φύσεως μετὰ τὴν ἕνωσιν λέγετε; Εἰ δὲ πρὸ τῆς ἑνώσεως δύο φύσεων αὐτὸν φάσκοντες μιᾶς ὁμολογεῖτε μετὰ τὴν ἕνωσιν, ἄντικρυς ἀπομάχεσθε τῇ ἀληθείᾳ. Πρὸ γὰρ τῆς ἑνώσεως ἤτοι τῆς θείας σαρκώσεως μιᾶς φύσεως ἁπλῆς ἤτοι τῆς θείας μία τελῶν ὑπόστασις οὐδὲ Χριστὸς ἦν οὐδ' ὠνομάζετο, εἰ μὴ προφητικῷ λόγῳ τὸ μέλλον προεκηρύττετο. Ἢ τοίνυν παντελῶς τὰς δύο φύσεις ἐπὶ Χριστοῦ ἀναιρήσετε ἢ διφυᾶ πρὸ τῆς ἐκ παρθένου λέξετε τὸν Χριστὸν σαρκώσεως, μὴ διδόναι αὐτῷ τὰς κυρίως οὔσας αὐτοῦ δύο φύσεις μετὰ τὴν ἕνωσιν ἀνεχόμενοι. Ἡμεῖς δὲ οὐχ οὕτως φρονοῦμεν οὐδ' αὕτη μερὶς τοῦ Ἰακώβ, ἀλλ' ἐν τοῖς ὅροις τῆς εὐσεβείας ἱστάμενοί φαμεν ἐκ θεότητός τε καὶ ἀνθρωπότητος μίαν ὑπόστασιν σύνθετον· αὕτη γὰρ ἡ προαιώνιος τοῦ θεοῦ λόγου ὑπόστασις σκηνώσασα ἐν τῇ γαστρὶ τῆς ἁγίας ἀειπαρθένου ἐν ἑαυτῇ ὑπεστήσατο σάρκα ἔμψυχον λογικήν, αὐτὴ χρηματίσασα τῇ ἐμψύχῳ καὶ λογικῇ σαρκὶ ὑπόστασις, καὶ γέγονεν ἐκ τελείας θεότητος καὶ τελείας ἀνθρωπότητος εἷς Χριστός, εἷς υἱὸς ὁ αὐτὸς θεοῦ τε καὶ ἀνθρώπου, εἷς κύριος ὁ αὐτός, θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, ἀσυγχύτως ἑνωθεισῶν τῶν φύσεων ἀλλήλαις καὶ ἀτρέπτως καὶ ἀδιαιρέτως. Ἀσυγχύτως μέν· φυλάττει γὰρ ἑκάστη φύσις τὴν ἑαυτῆς διαφοράν, τὸ ἄκτιστον ἡ θεότης, τὸ κτιστὸν