4
ἀγαθῶν ἐφέσεως, ἡ πορνεία· ὑπὸ δὲ συμπαθείας τῆς πρὸς τοὺς πένητας, ἡ φιλαργυρία· ὑπὸ δὲ τῆς ἀγαθότητος καὶ τῆς πρὸς πάντας ἀγάπης, ἡ ὀργή· ὑπὸ δὲ τῆς πνευματικῆς χαρᾶς, ἡ κοσμικὴ λύπη· ὑπὸ δὲ τῆς ὑπομονῆς καὶ τῆς καρτερίας, καὶ τῆς πρὸς θεῶν εὐχαριστίας, ἡ ἀκηδία· ὑπὸ δὲ τῆς κρυπτῆς μέντοι τῶν ἀρετῶν ἐργασίας, καὶ τῆς ἐν συντριβῇ καρδίας συνεχοῦς προσευχῆς, ἡ κενοδοξία· ὑπὸ δὲ τοῦ μὴ κρίνειν τινὰ ἢ ἐξουθενεῖν, ὡς ὁ μεγάλαυχος Φαρισαῖος, ἀλλ' ἡγεῖσθαι ἑαυτὸν ἔσχατον πάντων, ἡ ὑπερηφανία. Οὕτως οὖν τῶν εἰρημένων παθῶν ὁ νοῦς ἐλευθερωθεὶς, καὶ πρὸς Θεὸν ἀνυψωθεὶς, ἀπεντεῦθεν ζῇ τὴν μακαρίαν ζωὴν, τὴν ἀῤῥαβῶνα δεχόμενος τοῦ ἁγίου Πνεύματος· καὶ τῶν ἐντεῦθεν ἀποδημήσας, μετὰ ἀπαθείας καὶ γνώσεως ἀληθοῦς, παρίσταται τῷ φωτὶ τῆς ἁγίας Τριάδος, μετὰ τῶν θείων ἀγγέλων, εἰς αἰῶνας ἀπεράντους καταλαμπόμενος. 95.96 Τριμερὴς τοίνυν οὖσα, ὡς προδεδήλωται, ἡ ψυχή· τρία γὰρ, ὡς εἴρηται, τὰ μέρη ταύτης εἰσὶ, λογισμὸς, θυμὸς καὶ ἐπιθυμία· ἐάν ἐστιν ἐν τῷ θυμικῷ ἀγάπη, καὶ φιλανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ καθαρότης καὶ σωφροσύνη, ὁ λογισμός ἐστι πεφωτισμένος. Ἐὰν δὲ ἐν τῷ θυμικῷ ᾖ μισανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ ἀκολασία, ὁ λογισμός ἐστιν ἐσκοτισμένος· ὁ μὲν οὖν λογισμὸς τότε ὑγιαίνει καὶ σωφρονεῖ καὶ φωτίζεται, ὅτε τὰ πάθη ἔχει ὑποτεταγμένα, καὶ τοὺς λόγους τῶν κτισμάτων ἁγνικῶς θεωρεῖ, καὶ πρὸς τὴν μακαρίαν καὶ ἁγίαν Τριάδα ἀνάγεται. Ὁ δὲ θυμὸς τότε πάλιν κινεῖ τὸ κατὰ φύσιν, ὅτε πάντας ἀνθρώπους ἀγαπᾷ, καὶ πρὸς οὐδένα αὐτῶν ἢ λύπην, ἢ μνησικακίαν κέκτηται. Ἡ δὲ ἐπιθυμία, ὅταν ὑπὸ ταπεινοφροσύνης καὶ ἐγκρατείας καὶ ἀκτημοσύνης νεκρώσῃ τὰ πάθη, τουτέστιν ἡδονὴν σαρκὸς, καὶ χρημάτων καὶ δόξης παρερχομένης ἔφεσιν, καὶ τραπῇ πρὸς τὸ θεῖον καὶ ἀθάνατον ἔρωτα· καὶ γὰρ ἡ ἐπιθυμία πρὸς τὰ τρία τὴν κίνησιν ἔχει, ἢ πρὸς ἡδονὴν σαρκὸς, ἢ πρὸς δόξαν κενὴν, ἢ καὶ πρὸς ἀπάτην χρημάτων, καὶ διὰ τὴν παράλογον ταύτην ἔφεσιν καταφρονεῖ τοῦ Θεοῦ, καὶ τῶν θείων αὐτοῦ ἐντολῶν, καὶ τῆς θείας εὐγενείας ἐπιλανθάνεται, καὶ πρὸς τὸν πλησίον ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει, καὶ οὐκ ἐᾷ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν· ὧν ὁ ἀνώτερον κτησάμενος φρόνημα, ἀπεντεῦθεν, ὡς προείρηται, ἀπολαμβάνει τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ζῇ μακαρίαν ζωὴν, προσδοκίᾳ τῆς ἀποκειμένης μακαριότητος, τοῖς ἀγαπῶσι τὸν Θεόν· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν διὰ τῆς χάριτος τοῦ Χριστοῦ. Ἀμήν. Ἀλλὰ ταῦτα μὲν οὕτως, ὡς εἴχομεν ἀμαθίας, ἀφελῶς ἐξεθέμεθα, εὐσύνοπτον καὶ σαφῆ σχεδιάσαντες τὸν περὶ ἀρετῶν καὶ παθῶν λόγον, ἵν' εὐχερῶς ἔχῃ τις διακρίνειν τε καὶ διαγινώσκειν τὴν τούτων διαίρεσίν τε καὶ διαφορὰν, τῇ μὲν τούτων λεπτομερίᾳ καὶ σαφηνείᾳ. ∆ι' αὐτὸ γὰρ τοῦτο, καὶ ποικίλον ἑκάστου καὶ πολυειδὲς ἐξεθέμεθα, ὡς μηδεμίαν, εἰ δυνατὸν, ἰδέαν ἀρετῆς καὶ κακίαν ἀγνοεῖσθαι· καὶ οὕτως τὰς μὲν εὐθύμως πρὸς ἑαυτοὺς ἐπισπασώμεθα, τὰς ἀρετὰς δηλονότι καὶ μᾶλλον ψυχικὰς, δι' ὧν καὶ τῷ Θεῷ ἐγγίζομεν, τὰς δέ γε κακίας καὶ σφόδρα ἐκκλίναντες διαδιδράσκομεν· μακάριος γὰρ, ὡς ἀληθῶς, ὁ ἀρετὴν ζητῶν, καὶ ταύτην μετιών· καὶ ὅτι τί ἐστιν ἀρετὴ ἐπιμελῶς ἐρευνῶν, ὡς δι' αὐτῆς ἐγγίζων τῷ Θεῷ, καὶ τούτῳ νοερῶς συγγινόμενος. Τοῦτο γὰρ κυρίως, φρόνησις .... σοφία τε καὶ γνῶσις ἀψευδὴς, καὶ πλοῦτος ἀναφαίρετος, τὸ διὰ πρακτικῆς ἀρετῆς πρὸς θεωρίαν ἀνάγεσθαι τοῦ ποιήσαντος. Ἀρετὴ δὲ καλεῖται, διὰ τὸ αἱρεῖσθαι· αἱρετὴ γὰρ καὶ θελητὴ, διὰ τὸ αἱρετῶς καὶ αὐτεξουσίως τὸ ἀγαθὸν ποιεῖν ἡμᾶς, οὐχὶ ἀβουλήτως καὶ ἀναγκαστῶς· φρόνησις δὲ λέγεται, τὸ παρὰ τῷ νοῒ φέρειν τὰ ὠφέλιμα. 95.97 Εἰ βούλει δὲ, προσθήσωμεν τῷ ἀφελεῖ τούτῳ λόγῳ, ὡς χρυσοῦν ἐπισφράγισμα, καὶ περὶ τοῦ κατ' εἰκόνα, καὶ καθ' ὁμοίωσιν, μικρὸν τοῦ τιμιωτάτου πάντων τῶν τοῦ Θεοῦ κτισμάτων, τὸ νοερὸν καὶ λογικὸν ζῶον ὁ ἄνθρωπος, μόνος ἐκ πάντων κατ'