4
τὸ πολυποίκιλτον ἔαρ ἐξήνθησας. Χαῖρε, κεχαριτωμένη, ὅτι ὑπὲρ τὴν Ἱερουσαλὴμ ὡραιώθης, καὶ ὑπὲρ τὸν Σολομώντειον ἐμεγαλύνθης ναόν. Χαῖρε οὖν, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε, κεχαριτωμένη, ὅτι πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς σῆς μεγαλειότητος. Χαῖρε, δι' ἧς ἡμεῖς οἱ ταπεινοὶ, Χριστοῦ δευτέραν καὶ φωτοσωτήριον γέννησιν, εὐσεβοπρεπῶς προσκυνοῦμεν. Χαῖρε, δι' ἧς ἡμεῖς τὴν κοσμοποιὸν καὶ ζωαρχικὸν, καὶ εἰς ἀεὶ βασιλεύουσαν ἐπέγνωμεν Τριάδα. Χαῖρε, δι' ἧς ἡμεῖς Χριστιανικὸς λαὸς, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ὠνομάσμεθα. Χαῖρε, δι' ἧς ἡμεῖς εἰς μίαν ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν ἐπολιτογραφήθημεν. Χαῖρε, δι' ἧς ἡμεῖς τὴν ψυχοσωτήριον καὶ φωτόμορφον κατέχομεν πίστιν. Χαῖρε, δι' ἧς ἡμεῖς τὸν πολυπροσκύνητον καὶ ἰαματοποιὸν προσκυνοῦμεν σταυρόν. Χαῖρε, δι' ἧς ἡμεῖς τὸ ἁγιοποιὸν καὶ τριφεγγὲς βαπτιζόμεθα βάπτισμα. Χαῖρε, δι' ἧς καθαρᾶς ἡμεῖς καὶ φρικτῆς σαρκὸς ἐν τῇ φρικτοτελεῖ τραπέζῃ προσεγγίζειν τολμῶντες 96.657 μετέχομεν. Χαῖρε; δι' ἧς ἡμεῖς ἀληθινοῦ καὶ ἀθανάτου ἄρτου γευόμεθα. Χαῖρε, δι' ἧς ἡμεῖς ἐκ τῶν τοῦ ᾅδου πυλῶν εἰς οὐρανοὺς ἀνεβιβάσθημεν. Χαῖρε, δι' ἧς ἡμεῖς ἐλυτρώθημεν ἀρᾶς, ἀνεκλαλήτου δὲ χαρᾶς ἠξιώθημεν. Χαῖρε, δι' ἧς ἡμεῖς τὰς χριστομόρφους καὶ σεπτοπροσκυνήτους προσκυνοῦμεν εἰκονογραφίας. Χαῖρε, δι' ἧς ἡμεῖς τὰ τῶν Ἑλλήνων χρυσότευκτά τε καὶ δαιμονιόμορφα συμπατοῦμεν ξόανα. Χαῖρε, δι' ἧς ἡμεῖς τὸν ἀρχαῖόν τε καὶ μεγάλαυχον ἀντάρτην ἀντιπραττόμεθα. Χαῖρε, δι' ἧς εἰρηνοποιεῖται ἡ τῶν Ῥωμαίων βασιλεία. Χαῖρε, δι' ἦς βασιλεῦσι τὸ βασιλεύειν δίδοται, καὶ στρατηγοῖς τὸ στρατηγεῖν ἐγχειρίζεται. Χαῖρε, δι' ἧς πολλάκις ἐπινίκια ἐν παρατάξει ἀλλογενῶν καὶ ἀλλογλώσσων ἐθνῶν διανύονται. Χαῖρε, δι' ἧς ἑτερόφυλοι ὥσπερ φύλλα πίπτουσι, καὶ ἄνομοι ὡς ἄνεμοι μηδενὸς διώκοντος διώκονται. Χαῖρε, δι' ἧς οἱ ὁπλομάχοι καὶ θυρεοφόροι θραύονται, πλήττονται δὲ πρὸ συμπλοκῆς σιδηροφόροι. Χαῖρε, δι' ἧς ἀντιτοξεύονται ἀμφοτεροδέξιοι τοξόται, καὶ μωλωπίζονται ἔθνη τὰ πολέμους θέλοντα. Χαῖρε, δι' ἧς ξιφοκτονεῖται ὁ βαρβαρογενής τε καὶ φιλομάκελλος κύων Ἰσμαήλ. Χαῖρε, δι' ἧς δραπετεύουσιν ἐκ μέσου τῶν ὁπλοφόρων πιστοὶ τῶν ἐν χειροπέδαις σιδηραῖς ἐλεεινῶς κατεχομένων αἰχμαλώτων. Χαῖρε, δι' ἧς ὁ σύμπας κόσμος σκέπεται, καὶ εἰς ἀεὶ διαφυλάττεται. Χαῖρε, δι' ἧς ἡμῖν ἅπαν ὡμηρεύθη ἀγαθὸν, ἔν τε τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. Χαῖρε, δι' ἧς ἡμῖν εὐλογία τοῖς πῖστοις ἐπήγασεν, ἐπειδήπερ λαός σου ἡμεῖς, εἰ καὶ σειραῖς ἁμαρτημάτων συμπεπλέγμεθα. Χαῖρε, δι' ἧς εὐλογεῖται τῶν ἀσθενῶν ὁμοῦ ἀῤῥένων ἡ χορτώδης οὐσία, ἀλλὰ καὶ ἡ τῶν ἀσθενογενῶν γυναικῶν πάμπλανός τε καὶ πανσάλευτος φύσις. Χαῖρε, δι' ἧς οἱ ἀσεβεῖς εὐσεβεῖς γενόμενοι εὐσεβῶς εὐσεβοῦσι, καὶ προσκυνοῦσι τὸν πανσεβάσμιον τόκον σου. Χαῖρε, δι' ἧς οἱ φιλόχρυσοι φιλόχριστοι γίνονται, καὶ οἱ φιλάργυροι φιλάνθρωποι, καὶ φιλόπτοχοι οἱ φιλόπλουτοι. Χαῖρε οὖν, χαῖρε, κεχαριτωμένη, ὅτι πολλοὶ πολλῶν χρημάτων διὰ σὲ κατεφρόνησαν, ὅπως σε τὴν μόνην ἀγαθὴν κερδήσωσι. Χαῖρε, ὅτι πολλοὶ πολλάκις τῶν εὐσεβῶν βασιλέων πηλὸν ἡγήσαντο διὰ σὲ τὸν χρυσὸν, καὶ σποδὸν τὸν ἄργυρον. Χαῖρε, ὅτι πολλοὶ τῶν φιλοχρίστων βασιλίδων λιθολαμπεῖς διὰ σὲ στεφάνους, καὶ χρυσονήμους ἁλουργίδας, ἀράχνης εὐτελέστερα ἐλογίσαντο, Χαῖρε, ὅτι πολλοὶ τῶν εὐγενῶν Ἰνδικοὺς διὰ σὲ καὶ χρυσταλλίζοντας λίθους περιεφρόνησαν. Χαῖρε, ὅτι πολλαὶ, ἵνα εἴπω, καὶ τῶν εὐγενίδων γυναικῶν εἰς οὐδὲν ἡγήσαντο διὰ σὲ ἀξιάγαστα τὰ βύσσινά τε καὶ κόκκινα, καὶ περιπόρφυρα, καὶ ὁλοσήρικα. Χαῖρε, ὅτι πολλαὶ καὶ τῶν μοιχαλίδων γυναικῶν λιθοκόλλητα ἐνώτια, καὶ περιδέξια ψέλλια φύλλων ἀδρανέστερα ἐλογίσαντο. Χαῖρε, ὅτι πολλοὶ πλειστάκις τῶν ἐνδόξων τε καὶ περιφανῶν, οὐ μὴν δὲ καὶ πλουσίων, σκύβαλα ἡγήσαντο διὰ σὲ τὰς χρυσοῦ καὶ ἀργύρου χιλιάδας. Χαῖρε, ὅτι πολλαὶ καὶ τῶν νεογενῶν νεανίδων λευκοειδεῖς καὶ χρυσολαμπεῖς στολὰς ἀπώσαντο. Χαῖρε, ὅτι πολλαὶ διὰ σὲ, ἵν' εἴπω, τῶν χρυσοφορουσῶν γυναικῶν, με 96.660 λανοφορεῖν καὶ