πόλεμον. περιελθὼν οὖν καὶ τὴν ἄλλως δυσέμβολον πεφυκὸς ἰδὼν καὶ δυσπρόσοδον· ἐκ τοῦ θατέρου μὲν γὰρ πλευροῦ τὴν θάλατταν εἶχε φρουρὰν ἀσφαλῆ, κατὰ θάτερον δὲ ἐπ' ἀγχωμάλου καὶ ἰσοπέδου λίθου ἠρήρειστο, ἐφ' ᾗ τὰ γεῖσα τεθεμελίωτο, τό τε δόμημα καινόν τι προὐβάλλετο καὶ ἀλλόκοτον· ἐκ χοὸς γὰρ καὶ τριχῶν αἰγείων καὶ ὑείων συντεθειμένων καὶ ἐπιεικῶς συμπεπιλημένων ᾠκοδόμητο· εὖρός τε τοσοῦτον ἔφερεν, ὅσον ἁμάξας δύο εὐπετῶς ἔχειν κατὰ τῶν ἐπάλξεων ἐναλλὰξ διοδεύειν περίδρομον, ἐς ὕψος τε ἀποχρώντως ἦρτο· καὶ προσέτι ταφρεῖαι δύο ἐς εὖρος ὅτι μάλιστα καὶ βάθος ἱκνούμεναι πέριξ αὐτοῦ ὠρωρύχατο. τοῦτο ἐχυρὸν, ᾗπερ εἴρηται, καὶ δυσάλωτον ἀτεχνῶς καταμαθὼν, τοιοῦτόν τι ἀντιτεχνάζεται. ἀπὸ τῆς πρὸς νότον τετραμμένης ῥηγμῖνος ἀρξάμενος οἰκοδομεῖν μέχρι τῆς ἐπὶ θάτερα ἠϊόνος, τὸ διῆκον τῆς χέρσου ἑρκίῳ διατειχίζει, καὶ πρὸς πόντον τὸ τῶν Κρητῶν ἄστυ καθείργνυσιν, ὡς μὴ ἔχοιεν εὐπετῶς τῇ χέρσῳ προσεπιβαίνειν οἱ βάρβαροι, ὅτε καὶ βούλοιντο, ἐπ' αὐτῷ δὲ κεῖσθαι, πολεμητέα εἶναι, καὶ μὴ, ὁπότε καὶ τοῦτο δοκεῖ. τὸ τοιοῦτον δὴ 12 τειχίον θᾶττον συμπεράνας ὁ Νικηφόρος, ἐφ' ἕτερον ἠπείγετο τρόπαιον, ὅπερ ὁ λόγος αὐτίκα δηλώσει. παρὰ τὴν στρατήγιον σκηνὴν τοὺς ἐν τέλει συγκαλεσάμενος, καὶ γεγωνοτέρᾳ χρησάμενος τῇ φωνῇ, ἔλεξε τοιάδε· ϛʹ. Τὸ μὲν ὠμὸν καὶ θηριῶδες τῶν τῆς παιδίσκης ἐκγόνων, τήν τε τούτων καταδρομὴν καὶ τὸν ἀνδραποδισμὸν, ὅσα φονιωδῶς Ῥωμαίοις εἰργάσαντο (καὶ ταῦτα νῆσον παροικοῦντες τὴν ὑπ' αὐτοῖς τεταγμένην, εἰ καὶ μοχθηρίᾳ τύχης παρὰ τοῖς Ἀγαρηνοῖς ἐγεγόνει), οἴομαι μηδένα λήσειν ὑμῶν. ἦ γὰρ οὐκ ἀνοίκητος μὲν ἡ παράλιος πᾶσα σχεδὸν ἐκ τῆς τούτων ἀπαγωγῆς; οὐκ ἔρημοι δὲ τῶν νήσων αἱ πλείους τῇ τούτων καταδρομῇ; δι' ἃ οὐκ ἠνέσχετο πάντως ἡ πρόνοια μέχρι καὶ τοῦ παντὸς, τοὺς ψεύστας, τὰ θηρία τὰ κάκιστα, τὰς ἀργὰς γαστέρας, καταθοινεῖσθαι λαὸν τὸν Χριστώνυμον· ἀλλὰ τῇ τοῦ κρατοῦντος ῥοπῇ ἡμᾶς ἐνταῦθα διεπεραιώσατο , ἑπταπλασίως αὐτοῖς ἀποδοῦναι τὸ ἀνταπόδομα, ὃ ἀνηλεῶς ἡμῖν ἀνταπέδωκαν. τεκμήριον δὲ τῶν λεγομένων ἡ προβᾶσα νίκη. ἄρτι γὰρ διαπόντιοι σχεδὸν τελοῦντες, καὶ μηδὲ τὴν ἐκ θαλάττης ναυτίαν ὁλοσχερῶς ἀποπτύσαντες, ἅμα τῷ ἐπιβῆναι τῆς νήσου τῇ τοῦ κρείττονος ἀρωγῇ μαχαίρας ἔργον πλείστους τῶν βαρβάρων ἐθέμεθα· τοὺς δὲ περιλειφθέντας αὐτῶν ἀπονητὶ τῷ ἄστει περιεκλείσαμεν. ἐκλιπαρῶ οὖν, συστρατιῶται, μὴ πρὸς ῥᾳστώνην ὑμᾶς ἀπιδεῖν καὶ τρυφήν· ἐξ ὑπογυίου γὰρ ἡμῖν τοῦ πτώματος τὸ παράδειγμα. εἰ γὰρ τὰς ἐμὰς ἐπισκήψεις σὺν τῷ Παστιλᾷ Νικηφόρῳ οἱ προκατασκοπεῖν σταλέντες τῆς 13 χώρας ἐφύλαξαν, καὶ μὴ ἐς τρυφὴν καὶ τὴν ἄλλην ἀπέκλεισαν ἡδονὴν, οὐκ ἂν τοιαύτῃ πανολεθρίᾳ ἀπώλοντο. νῦν δὲ, τούτων ἀλογήσαντες, τῆς σφῶν ἀβελτηρίας ἠνέγκαντο ἐπίχειρα. δεῖ οὖν τὸ τῶν ἑταίρων πτῶμα εὐλαβηθέντας νήφειν τε καὶ προσέχειν, καὶ ὅλῃ σπουδῇ καὶ ῥώμῃ ἐξερευνῆσαι καὶ ἀνιχνεῦσαι τὰ ἐλλοχῶντα τῇδε βάρβαρα θηρία, καὶ τῶν χηραμῶν καὶ φωλεῶν ἐξερύσαντας ἀπωλείᾳ παραπέμψασθαι. μὴ οὖν νωθείᾳ καὶ μέθῃ προϊστάμεθα τὸν καιρὸν, ἀλλὰ Ῥωμαῖοι τελοῦντες τὸ νεανικὸν καὶ γενναῖον τῆς ἡμῶν εὐγενείας παράστημα ἐν τοῖς ἀγῶσιν ἐπιδειξόμεθα. ζʹ. Εἶπεν ὁ στρατηγὸς, καὶ δῆτα τὸ στράτευμα ἀνεθάῤῥησέ τε, καὶ ἐπεκρότησε, καὶ τῶν κουλεῶν τὰ ξίφη σπασάμενον, αὐθόρμητον ἦν ἕπεσθαι τούτῳ , καὶ πειθαρχεῖν, ὅποι καὶ βούλοιτο. ὁ δὲ ἀτρεμεῖν τέως καὶ ἠρεμεῖν διεκέλευεν, ἕως ἂν αὐτὸς ἐπισκήψῃ ἔργου ἔχεσθαι, ὁπηνίκα καὶ δεῖ. ἄρτι δὲ τῶν νυκτῶν ἀωρὶ τὸ νεανικὸν καὶ ἀκμαῖον διακριδὸν τοῦ στρατοῦ προσεταιρισάμενος, ἡσυχῇ ὑπεξῄει τοῦ χάρακος, ὡς μὴ αἴσθοιντο τὴν τούτων οἱ βάρβαροι ἄπαρσιν, καὶ δεινόν τι τῇ καταλειφθείσῃ στρατιᾷ