Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
διέδωκεν, ὡς αὐτὸν δεηθῆναι τῆς ἐφημέρου τροφῆς. Ἐπέδωκεν οὖν ἑαυτὸν εἰς τὴν τοῦ σκυτοτόμου τέχνην, πλύνων βύρσας καὶ ῥάπτων, εἰς πάντα μιμησάμενος τὸν θεῖον ἐκεῖνον Ἀπόστολον τὸν μὴ βουληθέντα δωρεὰν φαγεῖν ἄρτον, καίτοι δυνάμενος ἐξ ἄλλου ἐργοχείρου τὴν τροφὴν πορίσασθαι, ἀλλ' εἰς πάντα ἠβουλήθη μιμητὴς γενέσθαι τοῦ εἰρημένου ἀοιδίμου ἀνδρὸς ἔν τε κακουχίαις καὶ πόνοις καὶ διωγμοῖς καὶ κινδύνοις θαλάσσης καὶ ἐπαναστάσεσιν ἐθνῶν. Κἀγὼ δὲ παρεκάλουν αὐτὸν κοινὸν βίον ζῆν ἅμα ἐμοί (ἦν γάρ μοι καὶ περισσεία ἐκ τοῦ ἐμοῦ ἐπιτηδεύματος), ὃ δὲ οὐκ ἠνέσχετο λέγων· «Οὐδὲν εἰσενέγκαμεν εἰς τὸν κόσμον, οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα». Καὶ πάλιν ἔλεγεν· «Εἴ τις οὐκ ἐργάζεται, μηδὲ ἐσθιέτω». Ἐγὼ δὲ παρρησιασθεὶς εἶπον πρὸς αὐτόν· ∆ιὰ τί οὖν ὅτε ηὐπόρεις οὐκ εἰργάζου οὔτε ἐμοὶ συνεχώρεις ἐργάσασθαι; Ὃ δέ μοι ἀπεκρίθη· Τὸ πρότερον ἔργον ὃ εἰργαζόμην, μεῖζον ἦν καὶ πολυπλάσιον τοῦ νῦν ἔργου· τὸ μὲν γὰρ νῦν ἕνα ἢ δεύτερον τρέφει, τὸ δὲ πρότερον μυριάδας ἔτρεφεν, οὐ μόνον δὲ τὰ πλήθη ἐκεῖνα, ἀλλὰ καὶ πνευματικὴν τροφὴν τῇ ψυχῇ τῇ ἐμῇ ἐχορήγει.
10 Τούτων οὕτως ἐχόντων, ἀκούσας τοῦ ὀνόματος καὶ τῆς πολιτείας τοῦ ὁσίου Πορφυρίου ὁ τὴν ἱερωσύνην ἔχων τῶν ἁγίων τόπων Πραΰλιος, μεταπεμψάμενος αὐτὸν μετὰ πολλῆς ἀνάγκης ἐχειροτόνησεν εἰς τὴν τοῦ πρεσβυτέρου τάξιν, οὐ μὴν ἀλλὰ καὶ τὴν παραφυλακὴν τοῦ τιμίου ξύλου τοῦ σταυροῦ ἐνεπίστευσεν αὐτῷ. Τότε ἔγνωμεν ὅτι ἀπέβη αὐτῷ τὰ ἐν τῇ ἐκστάσει, ὅτε ἑώρακεν τὸν κύριον ἐν τῷ σταυρῷ καὶ τὸν λῃστὴν σὺν αὐτῷ, τὸν δεσπότην δὲ λέγοντα· Λάβε, φύλαξόν μοι τοῦτο τὸ ξύλον. Ἦν δὲ ὁ μακάριος Πορφύριος ὅτε τὴν χειροτονίαν ἔλαβεν ὡς ἐτῶν τεσσαράκοντα πέντε. Ἀξιωθεὶς οὖν ταύτης τῆς τιμῆς οὐκ ἐνήλλαξεν τὸ πρότερον ἔθος, ἀλλ' ἔμεινεν ἐν τῇ ἀσκητικῇ κακοπαθείᾳ, ἐν νηστείαις καὶ ἀγρυπνίαις. Ἡ δὲ τροφὴ ἦν αὐτῷ ἄρτος ῥυπαρὸς καὶ λάχανα, καὶ ταῦτα μετὰ δύσιν ἡλίου, ταῖς δὲ ἄλλαις ἁγίαις ἡμέραις ἕκτην ὥραν ἤσθιεν, λαμβάνων καὶ ἐλαίου καὶ τυροῦ καὶ βρεκτῶν ὀσπρίων· μετελάμβανεν δὲ καὶ ἑνὸς ποτηρίου οἴνου κεκερασμένου, καὶ τοῦτο διὰ τὴν κακοπραγίαν τῶν σπλάγχνων. Ταύτην τὴν διαγωγὴν καὶ τὸν κανόνα ἔμεινεν φυλάττων τὸν πάντα χρόνον τῆς ἑαυτοῦ ζωῆς.
11 Μετὰ δὲ τριετῆ χρόνον τοῦ χειροτονηθῆναι αὐτόν, συμβαίνει τὸν ἐπίσκοπον τῆς προλελεγμένης πόλεως Γάζης ἐξελθεῖν τοῦ βίου· Αἰνείας ἦν οὗτος, ἐλάχιστον χρόνον ἐπισκοπήσας. Πρὸ δὲ Αἰνείου Εἰρηνίων ἦν, ὃς καὶ αὐτὸς συμπολίτης γέγονεν τῶν ἀγγελικῶν δυνάμεων· οὗ τοὺς ἐπαίνους ἀδύνατον ἐν παρεκβάσει γραφῆναι, ἀλλ' ἰδικῆς ἐχρῆν πραγματείας εἰς τὸ συντάξαι τὸν βίον τοῦ εἰρημένου ἀοιδίμου Εἰρηνίωνος, ἄλλοις δὲ συγγραφεῦσι παραχωροῦμεν τοῖς ἀκριβῶς ἐπισταμένοις τὸν ἐκείνου βίον. Κοιμηθέντος οὖν τοῦ προλεχθέντος ὁσίου ἀνδρός, συναθροισθέντες οἱ τότε ὄντες Χριστιανοί, ὀλίγοι καὶ εὐαρίθμητοι τυγχάνοντες, μετὰ τῶν ἀπὸ τοῦ κλήρου καὶ βουλευσάμενοι ἐπὶ φανερὰς ἡμέρας τίνι ἐγχειρίσαι τὴν ἐπισκοπὴν οὐδὲν ἤνυον, φιλονεικίας κρατησάσης ἐν αὐτοῖς, τῶν μὲν βουλομένων τινὰς τοῦ κλήρου, ἄλλων δὲ τῶν λαϊκῶν· κατὰ γὰρ τὸν ἀληθῆ λόγον ἦσάν τινες καὶ ἐν τοῖς κληρικοῖς καὶ ἐν τοῖς λαϊκοῖς βίῳ καὶ σεμνότητι κεκοσμημένοι. Πολλῆς οὖν συγχύσεως γινομένης καὶ μηδενὸς εἰς ἔργον προβαίνοντος, τέλος συνέδοξεν πέντε τῶν κληρικῶν καὶ τοσούτους τῶν λαϊκῶν τῶν ἐμφανῶν ἐξελθεῖν πρὸς τὸν μητροπολίτην ἀρχιερέα καὶ αἰτῆσαι αὐτὸν ἐπίσκοπον, ὃν δἂν ἀποκαλύψῃ αὐτῷ τὸ πνεῦμα τὸ ἅγιον.
12 Ἦν δὲ ὁ τὴν ἀρχιερωσύνην τὸ τηνικαῦτα ἐγκεχειρισμένος Ἰωάννης, ἀνὴρ καὶ οὗτος δόκιμος καὶ πάσῃ ἀρετῇ κεκοσμημένος. Ὡς οὖν παρεγένοντο πρὸς αὐτὸν οἱ Γαζαῖοι, παρεκάλουν αὐτὸν δοῦναι αὐτοῖς ἱερέα δυνατὸν ἔργῳ καὶ λόγῳ ἀντιτάξασθαι τοῖς εἰδωλολάτραις. Ἀκούσας δὲ εὐθέως ἐκήρυξε νηστείαν, καὶ μετὰ τρεῖς ἡμέρας ἀπεκάλυψεν αὐτῷ ὁ κύριος περὶ τοῦ ἀοιδίμου Πορφυρίου, καὶ γράφει