ὡς κριός, καὶ Ἀβραὰμ παρεστὼς καὶ κρατῶν γυμνὸν τὸ ξίφος, οὐκ αἰδούμενος φονεῦσαι τὸν υἱὸν αὐτοῦ.»
10.τ Μελίτωνος τῶν Σάρδεων εχ οπερε ινξερτο 10.1 «Ὑπὲρ Ἰσαὰκ τοῦ δικαίου ἐφάνη κριὸς εἰς σφαγήν, ἵνα δεσμῶν Ἰσαὰκ
λυθῇ. Ἐκεῖνος σφαγεὶς ἐλυτρώσατο τὸν Ἰσαάκ· οὕτως καὶ ὁ κύριος σφαγεὶς ἔσωσεν ἡμᾶς καὶ δεθεὶς ἔλυσε καὶ τυθεὶς ἐλυτρώσατο.»
11.τ εχ οπερε ινξερτο 11.1 «Ἦν γὰρ ὁ κύριος ὁ ἀμνὸς ὡς ὁ «κριός, ὃν εἶδεν Ἀβραὰμ κατεχόμενον ἐν
φυτῷ σαβέκ»· ἀλλὰ τὸ φυτὸν ἀπέφαινε τὸν σταυρόν, καὶ ὁ τόπος ἐκεῖνος τὴν Ἰερουσαλήμ, καὶ ὁ ἀμνὸς τὸν κύριον «ἐμπεποδισμένον» εἰς σφαγήν.»
12.τ εχ οπερε ινξερτο 12.1 «Τὸ «κατεχόμενος τῶν κεράτων» ὁ Σύρος καὶ ὁ Ἑβραῖος κρεμάμενός
φησιν ὡς σαφέστερον τυποῦν τὸν σταυρόν, ἀλλὰ καὶ τὸ «κριὸς» τοῦτο ἀκριβοῖ· οὐ γὰρ εἶπεν ἀμνός, νέος, ὡς ὁ Ἰσαάκ, ἀλλὰ «κριός», ὡς ὁ κύριος, τέλειος. Ὥσπερ δὲ «φυτὸν σαβέκ», τοῦτ' ἔστιν ἀφέσεως, ἐκάλεσε τὸν ἅγιον σταυρόν, οὕτω καὶ Ἰεζεκιὴλ ἐν τῷ τέλει «ὕδωρ ἀφέσεως» ἐκάλεσε τὸ ἐκτυποῦν τὸ ἅγιον βάπτισμα. ∆ύο γὰρ συνέστη τὰ ἄφεσιν ἁμαρτημάτων παρεχόμενα, πάθος διὰ Χριστὸν καὶ βάπτισμα.»