σχίσας, μέσην πρὸς μέσην ἑκατέραν ἀλλήλαις οἷον χῖ προσβαλὼν κατέκαμψεν εἰς κύκλον, συνάψας 7 αὐταῖς τε καὶ ἀλλήλαις ἐν τῷ καταντικρὺ τῆς προσβολῆς, καὶ τῇ κατὰ ταὐτὰ καὶ ἐν ταὐτῷ περιαγομένῃ κινήσει πέριξ αὐτὰς ἔλαβε, καὶ τὸν μὲν ἔξω, τὸν δ' ἐντὸς ἐποιεῖτο τὸν κύκλον. τὴν μὲν οὖν ἔξω φορὰν ἐπεφήμισεν εἶναι τῆς ταὐτοῦ φύσεως, τὴν δ' ἐντὸς τῆς θατέρου. τὴν μὲν δὴ ταὐτοῦ πλευρὰν ἐπὶ δεξιὰ περιήγαγε, τὴν δὲ θατέρου κατὰ διάμετρον ἐπ' ἀριστερά, κράτος δ' ἔδωκε τῇ ταὐτοῦ καὶ ὁμοίου περιφορᾷ· μίαν γὰρ αὐτὴν ἄσχιστον εἴασεν, τὴν δ' ἐντὸς σχίσας ἑξαχῇ ἑπτὰ κύκλους ἀνίσους κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν ἑκάστην, οὐσῶν ἑκατέρων τριῶν, κατὰ τἀναντία μὲν ἀλλήλοις προσέταξεν ἰέναι τοὺς κύκλους, τάχει δὲ τρεῖς μὲν ὁμοίως, τοὺς δὲ τέτταρας ἀλλήλοις καὶ τοῖς τρισὶν ἀνομοίως, ἐν λόγῳ δὲ φερομένους.» Αὕτη μὲν ἡ Πλατωνικὴ λέξις. ἡ δὲ ἐξήγησις· κατακεκάμφθωσαν εὐθεῖαι οὕτως, ὥστε κατὰ τὰ ἄκρα πάλιν συνάπτεσθαι. γίνονται δὴ δύο κύκλοι, καὶ τούτων γεγονέτωσαν ὁ μὲν ἐντός, ὁ δὲ ἐκτός, λοξοὶ πρὸς ἀλλήλους. καλεῖται τοίνυν ὁ μὲν ταὐτοῦ κύκλος, ὁ δὲ θατέρου. καὶ ἔστι περὶ μὲν τὸν ἰσημερινὸν ὁ ταὐτοῦ, περὶ δὲ τὸν ζῳδιακὸν ὁ θατέρου· οὐ γὰρ ἰσημερινὸς πρὸς ὀρθὰς τέμνει τὸν ζῳδιακόν. τὸ μὲν οὖν μαθηματικόν, ὡς συντόμως εἰπεῖν, περὶ τοῦ σχήματος τῆς ψυχῆς τοιοῦτόν ἐστι. Πρὸς δὲ τὴν ψυχικὴν οὐσίαν τὸν λόγον ἐπανάγοντές φαμεν, ὡς πάσας τὰς ἐπιστήμας οὐσιωδῶς ἡ ψυχὴ προείληφε· τὴν γεωμετρίαν κατὰ τὴν ὁλότητα, κατὰ τὸ σχῆμα, κατὰ τὰς γραμμάς· τὴν ἀριθμητικὴν κατὰ τὸ πλῆθος, κατὰ τὰς οὐσιώδεις ἐν αὐτῇ μονάδας· τὴν ἁρμονικὴν κατὰ τοὺς λόγους τῶν ἀριθμῶν· τὴν δὲ σφαιρικὴν κατὰ τὰς διττὰς περιφοράς. ἡ τοίνυν κατὰ μῆκος διαίρεσις τῆς ψυχῆς τὴν ἄνωθεν ἀπὸ τοῦ δημιουργοῦ καθήκουσαν ἐμφαίνει πρόοδον, ἀφ' οὗ ἀπογεννῶνται ψυχαὶ δύο μετὰ τὴν μίαν, ὧν ἑκατέρα τοὺς αὐτοὺς ἔχει λόγους, καὶ συνάπτονται ἀλλήλαις, καὶ διῄρηνται ἀπ' ἀλλήλων, καὶ ἥνωνται τοῖς ἑαυτῶν κέντροις. τοῦτο γάρ ἐστι τὸ «μέσην πρὸς μέσην». καὶ κατέκαμψεν αὐτὰς ὁ δημιουργὸς εἰς κύκλον καὶ τῇ κατὰ ταὐτὰ καὶ ἐν ταὐτῷ κινήσει περιέλαβεν, αὐτάς τε νοερὰς ποιήσας καὶ νοῦ μεταδοὺς αὐταῖς θείου καὶ ἐνθεὶς τὴν δυάδα τῶν ψυχῶν εἰς δυάδα νοερὰν κατ' οὐσίαν αὐτῶν ὑπερέχουσαν. ἢ ὅτι διττῆς οὔσης τῆς 8 ψυχικῆς ζωῆς, τῆς μὲν διανοητικῆς, τῆς δὲ δοξαστικῆς, δύο εὐθεῖαι προέρχονται καὶ εἰς δύο κατακάμπτονται κύκλους. τὸ δὲ «μέσην πρὸς μέσην» τάχα ὅτι κατὰ τὰ κυρίως μέσα γέγονεν ἡ συναφὴ τῆς ψυχῆς· ἔστι γὰρ τὸ ἔσχατον τοῦ διανοητικοῦ καὶ τὸ ἀκρότατον τοῦ δοξαστικοῦ μέσα πάσης τῆς ψυχικῆς συστάσεως. αὐτὸ δὲ τὸ ἐκ τῆς προσβολῆς γενόμενον σχῆμα, φημὶ δὴ τὸ χῖ, ὡς ὅ γε Πορφύριος ἱστορεῖ, πολλὴν οἰκειότητα ἔχει πρὸς τὴν ψυχήν· «ἐτύγχανε γάρ» φησί «παρὰ τοῖς Αἰγυπτίοις τοιοῦτος χαρακτήρ, σύμβολον φέρων τῆς κοσμικῆς ψυχῆς, κύκλον περιβεβλημένος· ἐσημαίνετο γὰρ διὰ μὲν τῶν εὐθειῶν ἡ δυοειδὴς δύναμις τῆς ψυχῆς, διὰ δὲ τοῦ κύκλου ἡ μονοειδὴς ζωὴ καὶ ἡ κατὰ κύκλον νοερὰ ἐπιστροφή.» ἡ δὲ κατὰ ταὐτὰ καὶ ἐν ταὐτῷ περιαγομένη κίνησις ἡ νοερά ἐστι περιφορά· αὕτη γὰρ περιέχει τὴν ψυχήν. καὶ ὁ μὲν μονοειδής ἐστιν, ἡ δὲ δυοειδής. καὶ ὁ μὲν ἔξω τῶν κύκλων ὁ διανοητικός ἐστιν, ὁ δὲ ἐντὸς ὁ δοξαστικός. τὸ δὲ «ἐπιφημίσαι» φάναι μὴ θέσιν ὀνόματος ψιλὴν ὑπολάβῃς, ἀλλὰ μετάδοσιν δυνάμεως· τῷ μὲν γὰρ διανοητικῷ τὸ ταυτοποιόν, τῷ δὲ δοξαστικῷ τὸ ἑτεροποιὸν ἀπένειμε. καὶ ἐπὶ τούτοις τὰ μὲν κρείττω καὶ θειότερα ταῖς κρείττοσιν ἀπονέμει δυνάμεσιν ὁ δημιουργός, τῇ μὲν ταὐτοῦ τὸ ἐπὶ δεξιά, τῇ δὲ θατέρου τὸ ἐπ' ἀριστερά, καὶ τῇ μὲν τὸ πλευρικόν, τῇ δὲ τὸ διαμετρικόν. ὁποῖον καὶ ἐν τῷ παντὶ ἡ μὲν ἀπλανὴς τοῦ ὡσαύτως εἶναι πᾶσιν αἰτία, αἱ δὲ πλανώμεναι τοῦ ἄλλοτε ἄλλως. τὸ δὲ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐπὶ ψυχῆς ἰδιότητές εἰσιν οὐσιώδεις καὶ εἰκόνες ταύτης, τὸ μὲν ἀπλανὲς ἐπὶ δεξιά, τὸ δὲ πλανώμενον ἐπ'